Humanitext Reader

阿里斯·台德斯 · 致宙斯 §5-6

依凭爱与必然的统领及对人类的赐法

第 3 段,共 4 段 · 希腊语

内容简介

作者阐述了宙斯如何通过爱与必要性统治万物,为众神和人类分配各自的角色与领域,并为人类制订法律以维护秩序,同时批判了荷马不恰当的神话描写。

§5ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν.
而且,众神的各个族群分别拥有万物之父宙斯之力量的流溢,并且完全按照荷马的锁链,全都悬挂于他,万物都与他连在一起,这种方式是一条比金链或任何其他人所能想到的链条都要美丽得多的链条。
ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν.
他最先创造了爱与必要性这两股最能凝聚且最强大的力量,以便它们为他维持万物。
τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλʼ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλʼ οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός.
他并未让整个凡人种族享有同一的命运,也未拒绝像作众神之父一样也作人类之父。 然而,正如现在调制香膏的人所做的那样,从相同的来源中,那如同沉渣且留在下方的部分,被留下来作为人类的种子,它既不拥有平等的荣誉,也不拥有相似的力量,也不像先前的那个(神灵)种族那样纯洁且免于邪恶。 但它仍然比其他凡人种族更为尊贵,因为它分享了理性,且未完全与神圣的命运脱节,而是如同分得了水道或泉水的最后一滴。
οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπʼ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δʼ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους.
因此,他确实将首位、统治权和领导权赐予众神,而在很久之后,将第二位的赐予人类,至于中间的——即空气和海洋的产物以及大地的其余所有物——则置于两者之下,正如在军营中将最优秀者部署在前方,将第二等的部署在后方,而将劣等者(正如俗话所说)置于中间一样。
καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατʼ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι.
而且,他确实将这四个领域分配给众神,以便任何地方都不会空无神灵,而是让神灵无处不在地伴随着存在和生成的一切,即那天上的第一故乡、空气中的、海洋中的、以及陆地上的领域,宛如各自分配了领地的总督和太守一般。
τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι.
对于来自他们的摄理,他使人类比其他任何凡物都享有更多,在所有地方都维护了种族的尊严,不容许其秩序归于无益。
ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον §6ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρός τε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι.
人类深知这些,并因巨大的恩德而欠下巨大的恩情,当随着时间的推移,他们聚集在一起建立城市时,便将卫城留给了宙斯,这既是瞩望于宇宙的典范,因为他自己就是宇宙之顶的居住者,同时也是自愿让出最关键的要地,因为他们相信在所有统治者中只有他懂得如何统治。
καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων·
而且,他在此处也通过第二种事物向我们表明,种族的亲缘关系对被统治者是有益的。
θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται· διὰ τοῦτο νόμων οὐδὲν δέονται· ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳ τε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ.
因为暴力无法触及众神,因此他们完全不需要法律;但对于人类,在其他所有动物中,他唯独为他们制定了法律,以免他们因杀戮而毁灭,并免于掠夺和暴力,而是让正义立于暴力之前。
ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον.
这些是宙斯在将羞耻和正义与其他神灵一同派往人间时所立之法,让他们去照料人类并守护他们的生活。
ἥ τε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ.
因此,我们自始的诞生与这整个宇宙一样都源于宙斯,生命的保存、技术、法律,以及我们的凡人种族通过继承而部分地获得永生,皆源于宙斯。
καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος.
而关于这些事物本身的理性思考,也是宙斯的一部分。
Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι·
然而荷马却疯了,完全脱离了得体,因为他在众神的集会中,描写宙斯阻止众神照料人类。
ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐδὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος.
但宙斯并没有阻止,也绝不会阻止,因为他敬重自己。
οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐδὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάς τε καὶ ὑπηρέτας·
因为他绝不容许改变心意,也不容许因遗忘或后悔而持有与最初不同的想法——在最初,他使众神成为人类的照料者,而使人类成为众神的侍奉者和仆从。
ὃ δὴ μάλιστα πρέψειν τε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις.
这确实对双方都最为适宜且有益。
ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιός τε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσα τε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία.
因此,宙斯是所有存在之物的因和创造者,通过他,一切在天之物和在地之物得以生成,正如这名字本身所暗示的那样,当我们说“迪亚”时,它的称呼离原因并不遥远。
Ζεὺς μὲν γὰρ ὅτι ζωῆς τε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν
因为我们称其为宙斯,是因为他是每个人生命与本质的因,而当我们归因于某些事物而命名时,也是按照这种……

词汇与语法注释

  1. §5ὡς δὲ καὶ θεῶν ὅσα φῦλα — 关系副词 ὡς 引导一个方式从句,对应主句的 πολὺ καλλίων ἅλυσις (ἐστιν),意为“……的方式”。
  2. §5ἐν τοῖς πρῶτα — 短语 ἐν τοῖς 与中性复数宾格的副词性用法 πρῶτα 结合,起强调最高级的作用,意为“在最早期者之中”或“最先”。
  3. §5ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν — 由过去时主动词 ἐγέννησεν 引导的目的从句。动词 συνέχοιεν 为第三人称复数祈愿法,以“爱”与“必要性”为复数主语,τὰ πάντα 为宾格宾语,αὐτῷ 是指代宙斯的关系与利益与格。
  4. §5οὐδὲ ἀπηνήνατο μὴ οὐ — 含有否定意义的动词 ἀπαρνέομαι(拒绝)后接双重否定 μὴ οὐ 加不定式,构成强烈肯定,意为“他并未拒绝去作……”。
  5. §6οὐδὲ μὴ κωλύσῃ γε — οὐ μή 接虚拟语气构成的强将来否定句,强调“也绝不会阻止”。
  6. §6Δία — 这是基于古典时期的民间词源学(如柏拉图《克拉底鲁篇》),将宙斯的宾格 Δία 与介词 διά(通过/因为)相联系,并将主格 Ζεύς 与 ζωή(生命)相联系,表明他是万物存在的因。

引用这一段

阿里斯·台德斯, 致宙斯 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg001.humanitext-grc2:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。