Humanitext Reader

阿里斯·台德斯 · 致宙斯 §3-4

自生的创造主宙斯与宇宙创生

第 2 段,共 4 段 · 希腊语

内容简介

作者阐明宙斯并非由他人所生,而是作为自己的父亲而存在的、最古老的创造主,并描绘了他如何和谐地安置大地、海洋、空气、以太四种元素,进而将适合的领地分派给神灵、人类等各种生物的宇宙创造过程。

§3μή ποτε κινδυνεύσῃ, οὐδʼ ἔστι πρεσβύτερον οὐδὲν Διὸς, οὐ μᾶλλόν γε ἢ υἱεῖς τε πατέρων πρεσβύτεροι γένοιντʼ ἂν καὶ τὰ γιγνόμενα τῶν ποιούντων, ἀλλʼ ὅδε ἐστὶ πρῶτός τε καὶ πρεσβύτατος καὶ ἀρχηγέτης τῶν πάντων, αὐτὸς ἐξ αὑτοῦ γενόμενος.
他永远不会面临危险,也没有任何东西比宙斯更古老,正如儿子不可能比父亲更古老,被创造之物不可能比创造者更古老一样;相反,这位是万物的最初、最古老者和始祖,他是从自身诞生的。
ὁπότε δὲ ἐγένετο οὐκ ἔστιν εἰπεῖν, ἀλλʼ ἦν τε ἄρα ἐξ ἀρχῆς καὶ ἔσται εἰσαεὶ, αὐτοπάτωρ τε καὶ μείζων ἢ ἐξ ἄλλου γεγονέναι.
他何时诞生是无法言说的,但他确实自始就存在,并且将永远存在,他是自己的父亲,并且伟大到不可能是由他人所生。
καὶ ὥσπερ τὴν Ἀθηνᾶν ἄρα ἐκ τῆς κεφαλῆς ἔφυσε καὶ γάμου οὐδὲν προσεδεήθη εἰς αὐτὴν, οὕτως ἔτι πρότερον αὐτὸς ἑαυτὸν ἐξ αὑτοῦ ἐποίησε καὶ οὐδὲν προσεδεήθη ἑτέρου εἰς τὸ εἶναι, ἀλλʼ αὐτὸ τοὐναντίον πάντα εἶναι ἀπʼ ἐκείνου ἤρξατο καὶ οὐκ ἔστι χρόνον εἰπεῖν.
正如他从头部生出雅典娜,且为了她完全不需要婚姻一样,同样在更早的时候,他自己从自身创造了自己,为了存在完全不需要他人,相反,万物的存在都始于他,且无法说出其时间。
οὐδὲ γὰρ χρόνος ἦν πω τότε, ὅτι μηδὲ ἄλλο μηδέν.
因为那时甚至还没有时间,正如也没有其他任何东西一样。
δημιουργοῦ γὰρ ἔργον οὐδέν ἐστι πρεσβύτερον.
因为没有任何作品比它的制造者更古老。
οὕτως δὴ ἀρχὴ μὲν ἁπάντων Ζεύς τε καὶ ἐκ Διὸς πάντα.
因此,宙斯确实是万物的开始,万物皆来自宙斯。
ἅτε δὲ ὢν χρόνου τε κρείττων καὶ οὐδένα ἔχων τὸν ἀντικόψοντα, αὐτός τε ὁμοῦ καὶ ὁ κόσμος ἦν.
由于他既超越了时间,又没有任何人阻碍他,他和宇宙是同时存在的。
οὕτως ταχὺ πάντα ἐποίησεν.
他就这样迅速地创造了万物。
ἐποίησε δὲ ὧδε· εἰ δέ πη σφαλλόμεθα, ὁ μείλιχος ἡμῖν κεκλήσθω· ἄρχεται ἐκ θεμελίων καὶ ποιεῖ γῆν, ὅπως αὐτῷ τὰ πάντα ἐπὶ ταύτης βεβήκοι, ῥιζώσας τε ῥίζαις ἀπείροις τὸ βάθος καὶ πυκνώσας, πέτραις τε ἀντὶ γόμφων καὶ τῇ δʼ ἄλλῃ ἣ πυκνῶσαι φύσιν εἴληχεν, ὄρη τε ἐξαναστήσας, ὑετῶν καὶ κυμάτων ἀλεξητήρια, καὶ πεδία ἐν μέσῳ καταμίξας, ὀρῶν ἕδρας καὶ γῆς, ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς.
他创造的过程如下——如果我们在哪里有所失误,愿慈悲之神被我们呼求:他从地基开始创造大地,以便万物能牢固地立于其上,他在深处用无限的根基使其扎根并使其坚实,用岩石代替销钉,并使用其他自然赋予其稳固性质的物质,又升起群山作为防避雨水和波涛的屏障,并在中间交错安置平原,作为群山和陆地的基座,使两者互为支撑、增加稳固。
ὅσα δὲ αὐτῷ τὰ δεύτερα τοῦ βάρους εἶχεν ἐπῆγε, θάλατταν ἐπὶ τῇ γῇ μέσην ἐν μέσῃ τιθείς· οἷα δὲ ἐπὶ γειτόνων φιλίαν καὶ κοινωνίαν πραγματευόμενος ποταμοὺς ἐγκατέμιξεν, οἳ ἔκ τε γῆς εἰς τὴν θάλατταν ῥυήσεσθαι καὶ πάλιν ἐκ τῆς θαλάττης κατʼ ἄλλους ἀφανεῖς τόπους εἰς τὴν γῆν ἔμελλον ὑπορρυήσεσθαι καὶ συνάπτειν ἑκάτερα πρὸς ἄλληλα.
然后,他引进了对他而言重量居于第二位的物质,将海洋置于大地的中央;又仿佛在促进邻里间的友好与交往一般,他在其中混入河流,这些河流既要从大地流向海洋,又要从海洋通过其他隐秘的通道流回大地之下,将两者互相连接。
συνέπλεξέ τε αὐτὰ οὕτως ὡς εἶναι μέσα ἑκάτερα ἀλλήλων, §4νήσοις τε καὶ πορθμοῖς καὶ ἰσθμοῖς τὸ ἕτερον τοῦ ἑτέρου ἀεὶ ἐν μέσῳ γιγνόμενον.
他以此种方式将它们交织在一起,使两者互为彼此的中间,通过岛屿、海峡和地峡,使一者始终处于另一者的中间。
ὥσπερ δὲ τὴν γῆν διʼ ἑκατέρου τοῦ σχήματος ὠχύρωσεν, οὕτω τὴν γῆν αὖ καὶ τὴν θάλατταν, διʼ ἀλλήλων ἀμφότερα ἀσφαλῆ ποιῶν· ἀέρα τε ὑπὲρ ἀμφοτέρων ἔστησε, γῆς καὶ θαλάττης ἀναπνοήν.
正如他通过这两种形态使大地稳固一样,同样,他通过彼此使大地和海洋双方都变得安全;他又在两者之上设立了空气,作为大地和海洋的呼吸。
καὶ πῦρ ἄνωθεν, ὃ δὴ αἰθέρα ὀνομάζουσιν, ἐπιστήσας, τετάρτῳ τούτῳ τὰ πάντα κατέλαβε, τῆς τε φιλοτεχνίας τὰ κράτιστα ἐνταῦθα τοῦτʼ εἰσηνέγκατο, κοσμήσας μὲν ἄστροις τὸν πάντα οὐρανὸν, ὥσπερ ταῖς νήσοις τὴν θάλατταν, καὶ διʼ αὐτῶν ποιήσας διαφανῆ, τήν τε τοῦ πυρὸς ἀπορροὴν καταπέμψας μέχρι γῆς, οὐκ ἐν ὅσῳ νῦν ἡμεῖς διήλθομεν χρόνῳ περὶ αὐτῶν ἀποτελεώσας ἅπαντα ταῦτα, ἀλλʼ ὀξύτερον ἢ νοῆσαι ἐγχωρεῖ·
他还在上方安置了人们称之为以太的火,并用这第四种元素包容了万物,在此他展现了其高超技艺的极致,用星辰装饰了整个天空,正如用岛屿装饰海洋一般,并通过它们使天空变得明亮,又将火的流溢物向下输送到大地,他完成这一切并非用去我们现在讲述它们所用的那么多时间,而是比思想所能及的还要迅速。
ἅμα δὲ τῇ ποιήσει τε καὶ δημιουργίᾳ διῄρει κατὰ τὸ εἰκὸς ἕκαστα καὶ κλήρους ἀπένεμε, ποιῶν μὲν ζῶα τὰ πρέποντα ἑκάστοις τόποις, τάς τε οἰκείους γονὰς, οἰκήσεις τε καὶ λήξεις τοῖς γεννηθεῖσιν ἀποδιδούς· θεοῖς μὲν ἐν οὐρανῷ οἷον ἐν ἀκροπόλει τοῦ παντὸς οἰκεῖν, ὃ δὴ κάλλιστόν τε καὶ λαμπρότατον, οἰκητηρίων ἁγνότατον· οὐδὲ γῆρας εἴσεισιν εἰς αὐτό· ἀνθρώποις δʼ ἐπὶ γῆς, θαλαττίοις δὲ φύλοις τὴν θάλατταν ἀπέδωκε, καὶ πτηνοῖς ἀέρα, ὡς μάλιστα τῆς ἀξίας ἔμελλον ἕκαστοι τεύξεσθαι κατὰ τὴν αὑτῶν φύσιν τε καὶ δύναμιν τὰς λήξεις εὑρισκόμενοι καὶ τὰς συγγενεῖς οἰκήσεις λαμβάνοντες· τὸ μὲν γηγενές τε καὶ γεῶδες φῦλον τὴν γῆν, τὸ δὲ ὑγρότερον τὴν θάλατταν, τὸ δὲ κουφότερον καὶ ξηρότερον τὸν ἀέρα, τὸ δʼ αὖ νοτερόν τε καὶ διάπυρον καὶ πᾶσι τούτοις ἐπιτεταμένον τὸν αἰθέρα τε καὶ οὐρανόν.
在制作和创造的同时,他根据情理划分了各物并分配了领地,创造了适合各个地方的生物,并赋予诞生者们各自相宜的世系、居所和领分:神灵居住在天空中,犹如居住在万物的卫城,那里确实最美丽、最耀眼、最纯洁,连衰老也不会进入其中;而将大地分给人类,海洋分给海洋族群,空气分给飞禽,以便每个人都能根据自己的本性和能力最大程度地获得应得的份额,寻得其领分并获得相契合的居所:土生且具泥土性质的族群获得大地,较湿润的获得海洋,较轻且干燥的获得空气,而那既湿润又炽热、延伸于这一切之上的则获得以太和天空。
οὕτως δὴ ὥσπερ πόλιν ποιῶν αὐτὴν ἢ δειμάμενος, εἶτα τοὺς ἄνδρας εἰσῆγεν.
正如他创造或建成了一座城市,然后将居民引入其中一样。
ὡς δὲ διέκρινε τὴν ὕλην καὶ κατεσκευάσατο τὸν κόσμον, ἐπλήρου γενῶν πάντα ἑξῆς ποιῶν σὺν ἁρμονίᾳ καὶ προνοίᾳ τοῦ μηδὲν παραλειφθῆναι τὸ μὴ οὐ πάντα πρέποντα καὶ τέλεα ἀλλήλοις δημιουργὸς αὐτὸς καὶ οἰκιστὴς τοῦ παντὸς οὐσίας τε καὶ δυνάμεως ἔχων.
当他区分了物质并组建了宇宙之后,他便将各种种族填满其中,在和谐与远见中依次创造,使没有任何东西被遗漏,以免万物不能彼此契合与完美,他自己便是万物的创造者和奠基人,拥有其本质与力量。

词汇与语法注释

  1. §3μή ποτε κινδυνεύσῃ — 承接前文的 οὐδʼ ἐκινδύνευσε Ζεὺς οὐδὲ。否定小词 μή 与不定过去时虚拟语气 κινδυνεύσῃ 结合,表示对将来的强烈否定(“绝不会面临危险”),或带有一种预防性的语气。
  2. §3μείζων ἢ ἐξ ἄλλου γεγονέναι — 比较级 μείζων + 连词 ἢ + 不定式 γεγονέναι(形容词比较级 + ἤ + 不定式)的句型,表示结果或程度,意为“太……以至于不能……”。此处解释为“伟大到不可能是由他人所生”。
  3. §3ὁ μείλιχος ἡμῖν κεκλήσθω — 使用动词 καλέω 的完成时被动命令式第三人称单数 κεκλήσθω 的表达。这是对温和的宙斯(Zeus Meilichios)的呼求,作为对人类描述神圣创世这一大胆行为的一种赎罪或祈求宽恕的表达。
  4. §3ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς — 分词 πηγνύς 与主语(宙斯)一致。代词的对置 τῷ ἑτέρῳ τὸ ἕτερον(一者对另一者)解释了平原(πεδία)交错于群山(ὄρη)与大地(γῆ)之间、使两者互相巩固的物理调和。
  5. §4τὸ μὴ οὐ πάντα πρέποντα — 在含有否定意义的表达(此处为 τοῦ μηδὲν παραλειφθῆναι,“使没有任何东西被遗漏”)之后,起连接作用的 τὸ μὴ οὐ 句型。它构成了双重否定,表达了强烈的肯定语气(“以免万物不能彼此契合”)。

引用这一段

阿里斯·台德斯, 致宙斯 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg001.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。