Humanitext Reader

阿里斯·台德斯 · 致宙斯 §7-8

作为万物之因的宙斯对宇宙的统治

第 4 段,共 4 段 · 希腊语

内容简介

本章论述了宙斯对所有自然现象、时间以及众神职责的全面统治,表明其名字“迪亚”即代表万物之“因”,并指出作为万物之父,他是一切的起点与终点。

§7χώραν τῆς φωνῆς ὁμώνυμον αὐτὸν ἐποιήσαμεν τῷ τῆς αἰτίας ὀνόματι Δία προσαγορεύσαντες, ἐπειδήπερ διʼ αὐτὸν ἅπαντα γίγνεταί τε καὶ γέγονε.
我们称其为“迪亚(Dia)”,便赋予了它一个与原因之名同音的语音位置,因为正是通过他,一切事物得以生成并已经生成。
καὶ ἡ ἡλίου τε ἄπαυστος κίνησις ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆν Διός ἐστι πρόρρησις ἡλίῳ προειρημένη ὑπὲρ τῆς τοῦ παντὸς κόσμου φανότητος, καὶ σελήνης δρόμοι καὶ χορεῖαι πάντων ἄστρων Διός ἐστι διάκοσμος·
太阳在大地上方和地下的不息运行,是宙斯为了整个宇宙的明亮而预先对太阳发出的谕令;月球的轨道和所有星辰的舞蹈,也是宙斯的整序。
ὅ τε τῆς περίρρους Ὠκεανὸς ἐκ Διὸς ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, οὕτω καὶ μένει τοὺς ἑαυτοῦ φυλάττων ὅρους.
那环流的俄刻阿诺斯,正如起初源于宙斯一样,如今也守护着自己的边界而留存。
ὧραί τε καθʼ ἕκαστον ἔτος ἐκ περιτροπῆς γῆν τὴν πᾶσαν ἐπέρχονται.
季节在每年交替中巡行整个大地。
καὶ ὁ πᾶς χρόνος εἰς ἡμέραν καὶ νύκτα μερισθεὶς πρέποντα τῷ καιρῷ τὰ ἑκατέρων ἔχει μήκη, ἀναπαύσεις τε καὶ τοὺς πόνους, ὡς δὴ ἁρμόττει, πλείους ἢ ἐλάττους παρεχόμενος·
被划分为昼夜的全部时间,拥有适合其时令的各自长度,恰如其分地提供或多或少的休息与劳苦。
ἥ τε οὐρανοῦ καὶ ὄμβρου συνουσία Διός· καὶ Ἀπόλλων ἀνθρώποις χρησμῳδεῖ Διὸς νημερτέα βουλὴν, καὶ Ἀσκληπιὸς ἰᾶται, Ἀθηνᾶ τε Ἐργάνη Διὸς γνώμῃ ταύτην εἴληχε τὴν τάξιν, καὶ Ἥρα γαμηλία, καὶ Ἄρτεμις λοχία καὶ κυνηγέτις εὐεργετοῦσιν ἀνθρώπους, τὴν τοῦ μεγάλου σώζουσαι πάντων εὐεργέτου γνώμην.
天与雨的交合属于宙斯;阿波罗向人类传达宙斯无误的旨意,阿斯克勒庇俄斯治愈疾病,女工之神雅典娜依照宙斯的意愿分得了这一职责,主管婚姻的赫拉、主管分娩与狩猎的阿耳忒弥斯,都在维护这位伟大的万物恩主的意愿,造福人类。
Πᾶνές τε ὀρῶν ἔνοικοι καὶ Νύμφαι ναμάτων ἐπίσκοποι σὺν Διὶ τὴν κληρουχίαν ἔχουσι.
居住在山中的潘神和看守泉水的水仙们,也与宙斯一同拥有其领地。
Ποσειδῶν τε καὶ Διόσκουροι σώζουσι τοὺς πλέοντας, πειθόμενοι Διὶ, καὶ Μοῦσαι μουσικὴν εὗρον καὶ κατέδειξαν Διὸς βουληθέντος εἶναι Μούσας καὶ μουσικὴν, θεῶν ἅμα καὶ ἀνθρώπων ἕνεκα.
波塞冬与迪奥斯库洛伊听从宙斯,拯救航海之人;缪斯女神们发现并展示了音乐,是因为宙斯意欲缪斯与音乐为了神明和人类而存在。
καὶ πάντα δὲ πανταχοῦ Διὸς μεστὰ καὶ πᾶσιν ἐφʼ ἑκάστης πράξεως παρίδρυται, ὥσπερ οἱ διδάσκαλοι τοῖς παισὶ καὶ οἱ παραβάται τοῖς ἡνιόχοις.
而且,万事万物在任何地方都充满了宙斯,他在每个人的每项行动中陪伴在侧,正如教师陪伴学生、战车斗士陪伴御者。
καὶ ἁπάντων θεῶν εὐεργεσίαι Διός εἰσιν ἔργον, καὶ πάντες ἀνθρώπων ἐπιμελοῦνται, τὴν ὑπὸ τούτου παραδοθεῖσαν τάξιν φυλάττοντες, οἷον ἐν στρατοπέδῳ συμπάντων στρατηγοῦ.
所有神明的恩惠都是宙斯的工作,他们都照料着人类,守护着由他传下来的秩序,宛如在军营中服从全军的统帅。
μοῖράν τε ἣν ἂν νείμῃ ἐπίσταται εἰκότως.
对于他所分配的命运,他自然深知。
δίδωσι γὰρ αὐτὸς καὶ τοῦτʼ ἔστιν ἄφυκτος §8εἱμαρμένη, ὅ τι ἂν ἑκάστῳ νείμῃ Ζεὺς, οὗ πάντα τὰ ὄντα γεννήματα.
因为是他亲自赐予,而这便是不可逃避的命运——无论宙斯给每个人分配了什么,因为万物都是他的后代。
τοῦτον οὐκ ὀρῶν ἐκφεύγουσι κορυφαὶ, οὐ πηγαὶ ποταμῶν, οὐ πόλεις, οὐχ ἡ κάτω τῆς θαλάττης ψάμμος, οὐκ ἀστέρες, οὐ νὺξ ἔμπροσθεν ἵσταται, οὐχ ὕπνος τῶν τούτου μεγάλων τε καὶ μόνων ἑορακότων τἀληθὲς ὀφθαλμῶν.
高山的顶峰、河流的源头、城市、海面下的沙粒、星辰,都无法逃脱他的掌控;在双眼——那伟大且唯独能看见真理的眼睛——面前,无论是黑夜还是睡眠都无法阻挡。
ποταμῶν τε ὁ κάλλιστος καὶ ἀξιολογώτατος καὶ αὐτὸς ἄρα διιπετὴς Νεῖλος ἦν, ἅτε δὴ μιμούμενος τὸν πατέρα, καὶ οἷον ὕπαρχος ὑπʼ αὐτοῦ τῶν κατʼ Αἴγυπτον τεταγμένος, ἀντὶ τῶν Διὸς ὄμβρων αὐτὸς ἔπεισι καὶ πληροῖ τὴν γῆν.
河流中最美丽、最值得关注的,因而也是“天降之河”的尼罗河,也模仿着其父亲,宛如被他在埃及事务上任命的副官,代替宙斯的雨水,自己泛滥并滋润着大地。
Ζεὺς πάντων πατὴρ καὶ οὐρανοῦ καὶ γῆς καὶ θεῶν καὶ ἀνθρώπων καὶ ποταμῶν καὶ φυτῶν, καὶ διὰ τοῦτον ὁρῶμεν καὶ ἔχομεν ὁπόσα ἔχομεν.
宙斯是万物之父,是天、地、神、人、河流与植物之父,通过他我们得以看见并拥有我们所拥有的一切。
οὗτος ἁπάντων εὐεργέτης καὶ ἔφορος καὶ προστάτης, οὗτος πρύτανις καὶ ἡγεμὼν καὶ ταμίας ὄντων καὶ γιγνομένων ἁπάντων, οὗτος δοτὴρ ἁπάντων, οὗτος ποιητὴς, οὗτος ἐν μὲν ἐκκλησίαις καὶ δίκαις νίκην διδοὺς ἀγοραῖος κέκληται, ἐν δὲ μάχαις τροπαῖος, ἐν δὲ νόσοις καὶ πᾶσι καιροῖς βοηθῶν σωτὴρ, οὗτος ἐλευθέριος, οὗτος μειλίχιος· εἰκότως, ἅτε καὶ πατήρ.
他是万物的恩主、监察者和保护者;他是存在和生成之万物的执政官、领导者和管理者;他是万物的施予者,他是创造者;他在公民大会和法庭中赐予胜利,因而被称为“阿哥莱奥斯(广场之神)”,在战争中被称为“特罗派奥斯(退敌之神)”,在疾病和一切危难中提供援助而被称为“索特尔(救主)”;他是“埃留特里奥斯(自由之神)”,他是“梅利基奥斯(温和之神)”;这很自然,因为他也是父亲。
οὗτος βασιλεὺς, πολιεὺς, καταιβάτης, ὑέτιος, οὐράνιος, κορυφαῖος, πάνθʼ ὅσα αὐτὸς εὗρε μεγάλα καὶ ἑαυτῷ πρέποντα ὀνόματα.
他是“巴西琉斯(国王)”、“波利奥斯(城邦之神)”、“卡泰巴特斯(降雷之神)”、“许埃提奥斯(降雨之神)”、“乌拉尼奥斯(天空之神)”、“科里法伊奥斯(首领之神)”,以及所有他自己创造且配得上的伟大名字。
οὗτος ἁπάντων ἀρχὰς καὶ πέρατα καὶ μέτρα καὶ κλήρους ἔχων, ἴσον πανταχοῦ πάντων κρατῶν, αὐτὸς ἂν μόνος εἰπὼν ἃ χρὴ περὶ αὑτοῦ, θεὸς ἅτε πλέον τι λαχών·
他掌握万物的起点、终点、尺度和分配,在所有地方平等地统治万物,他独自一人可以说出关于他自己的适宜之语,因为他作为神分得了更大的份额。
τοῦτο γὰρ οὖν Πινδάρῳ κάλλιον ἢ ἄλλʼ ὁτιοῦν ὁτῳοῦν εἴρηται περὶ Διός.
关于宙斯,宾达罗斯所说的话,确实比任何其他人所说的任何话都要美丽。
ἀπὸ τούτου ἄρχεσθαι χρὴ καὶ τελευτᾶν εἰς τοῦτον, παντὸς λόγου καὶ πάσης πράξεως ἡγεμόνα καὶ βοηθὸν καλοῦντας, ὥσπερ εἰκὸς τὸν ἁπάντων κρατοῦντα ἀρχηγέτην καὶ τέλειον μόνον αὐτὸν ὄντα τῶν πάντων.
应当从他开始,并在他之中结束,呼求他作为每一个言语和每一项行动的引导者和帮助者,正如呼求那统治万物、唯有他是万物的创始者和圆满者一样合乎情理。

词汇与语法注释

  1. 7χώραν τῆς φωνῆς ὁμώνυμον αὐτὸν ἐποιήσαμεν τῷ τῆς αἰτίας ὀνόματι Δία προσαγορεύσαντες — 作者在此展开了词源学阐释。形容词 `ὁμώνυμον` 作 `αὐτόν` 的宾语补足语,而 `χώραν τῆς φωνῆς` 作为与 `ἐποιήσαμεν` 相关的双宾语要素。结构上说明了通过称他为 `Δία`(宙斯的宾格),使其声音上的称呼与表示原因的词(即介词 `διά`)产生了同音关系(`ὁμώνυμον τῷ τῆς αἰτίας ὀνόματι`)。
  2. 7ἥ τε οὐρανοῦ καὶ ὄμβρου συνουσία Διός — 省略了系动词 `ἐστί` 的简练名词句。属格 `Διός` 表现为所有属格或起因属格,意为“属于宙斯”或“源于宙斯”。
  3. 7Διὸς βουληθέντος εἶναι Μούσας καὶ μουσικήν — 在属格独立结构 `Διὸς βουληθέντος` 内部,嵌套了作为动词 `βούλομαι` 补足不定式的 `εἶναι`,而该不定式又以对格的 `Μούσας καὶ μουσικήν` 作为其逻辑主语,形成了双重从属结构。
  4. 7μοῖράν τε ἣν ἂν νείμῃ — 先行词 `μοῖραν` 被拉入关系从句 `ἣν ἂν νείμῃ` 中(反向吸引),整体作为主句动词 `ἐπίσταται` 的直接宾语。
  5. 8αὐτὸς ἂν μόνος εἰπὼν ἃ χρὴ περὶ αὑτοῦ — 分词 `εἰπών` 伴随助词 `ἄν`,其功能等同于潜在希求法(`εἴποι ἄν`),表示“仅他自己能够说出”这种可能性或能力。

引用这一段

阿里斯·台德斯, 致宙斯 §7-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg001.humanitext-grc2:7-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。