§5ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις ἢ κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν.
そして、神々のいかなる種族も、万物の父であるゼウスの力の流出をそれぞれが有しており、まさにホメロスの鎖のように、すべてが彼に懸かっており、すべてが彼から結び付けられているその仕方は、金の鎖や、あるいは他の誰かが考案しうるいかなる鎖によるよりも、はるかに美しい鎖のつながりである。
ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν.
彼は、これら結びつける力が最も強く、また最も強力な二つのものである愛と必然を、最初期のものの中に生み出した。 これらが彼のために万物を維持するように。
τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλʼ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλʼ οἷον ὀχετοῦ ἢ πηγῆς τὸ τελευταῖον ἐσχηκός.
また、死すべき種族のすべてを、一義的で同一の運命に値するものとはみなさなかった。 また、神々に対してそうであるように人間に対しても父であることを拒みはしなかった。 しかし、同じ血統から、ちょうど今、香油を調合する者たちがするように、いわば沈殿物であり下に残ったほどのものが、人間の種子として取り残された。 それは等しい名誉も同様の力も持たず、また、あの先の種族がそうであったように、悪から純粋に免れているわけでもない。 しかしながら、それは他の死すべき種族よりは尊い。 ロゴスを分かち合っており、神的な運命から完全に切り離されているわけではなく、いわば水路や泉の最後を受け継いでいるからである。
οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπʼ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δʼ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους.
このようにして、彼は最優先の地位、支配権、そして指導権を神々に与え、第二のものを、はるか後になって人間にも与え、その中間のもの、すなわち空気や海の被造物や、大地の残りのすべてのものを、双方の下に配置した。 それはちょうど、軍営において最も優れた者たちを前方に、第二の者たちを後方に、そして劣った者たちを、いわゆる「真ん中」に配置するのと同様である。
καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατʼ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι.
そして神々には四つの領域を割り当てた。 いかなる場所も神々を欠いて空虚になることがなく、存在するすべて、生起するすべてのものに、神々がいたるところで寄り添うように。 すなわち、第一の故郷たる天上の領域、空気の領域、海の領域、そして大地の領域を、あたかも分割された総督やサトラップのように。
τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἢ ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι.
そして、彼らからの摂理を、人間が誰よりも多く享受するようにした。 いたるところで種族たちの尊厳を守り、秩序が無益なものにならないように配慮したのである。
ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον §6ἀθροίζοντες ἀλλήλους πόλεις ᾤκιζον, τὰς ἀκροπόλεις ἐξεῖλον Διὶ, πρός τε τὸ τοῦ παντὸς παράδειγμα βλέποντες, ὅτι ἦν αὐτὸς τῶν ἄκρων τοῦ παντὸς οἰκήτωρ, καὶ ἅμα τῶν ἐπικαιροτάτων ἑκόντες ἐξιστάμενοι, ὡς μόνῳ τυράννων ἄρχειν εἰδότι.
人間はこれらのことを知り、大いなる恩恵に対して大いなる感謝を抱きつつ、時が経ってから、互いに集まって都市を築いたとき、アクロポリスをゼウスのために取り分けた。 それは、宇宙の模範に目を向け、彼自身が宇宙の頂の居住者であったことを見据え、同時に、最も要衝となる場所を自発的に譲り渡したからである。 なぜなら、支配者たちの中で彼だけが支配することを知っていると信じたからである。
καὶ τοῖς ἀρχομένοις σύμφορον εἶναι τοῦ γένους τὴν οἰκειότητα κἀνταῦθα ἐνεδείξατο ἡμῖν ἐκ τῶν δευτέρων·
そして、支配される者たちにとって、その種族の親和性が有益であることを、彼はここでも第二の事柄から我々に示された。
θεῶν μὲν γὰρ βία οὐχ ἅπτεται· διὰ τοῦτο νόμων οὐδὲν δέονται·
というのも、神々には暴力が及ばないからであり、それゆえ彼らは法律を全く必要としない。
ἀνθρώποις δὲ αὖ μόνοις τῶν ἄλλων ζώων ἐνόμιζε, φόνῳ τε ὅπως μὴ φθείρωνται καὶ ἁρπαγαὶ καὶ βίαι ὅπως μὴ γίγνωνται, ἀλλὰ δίκη βίας ἔμπροσθεν ᾖ.
しかし一方、人間に対しては、他の動物のうちで彼らにだけ、殺害によって滅びることのないよう、また略奪や暴力が起こらないよう、むしろ正義が暴力に先立つようにと法律を定めた。
ταῦτα δὲ ἐνομοθέτει Ζεὺς, ὅτε ἔπεμπεν εἰς ἀνθρώπους Αἰδῶ καὶ Δίκην μετὰ τῶν ἄλλων θεῶν, ἐπιμελησομένους ἀνθρώπων καὶ φυλάξοντας αὐτοῖς τὸν βίον.
これらのことをゼウスは、他の神々とともに羞恥と正義を人間に送り、彼らが人間を世話し、人間の生を守るようにしたときに立法したのである。
ἥ τε οὖν ἐξ ἀρχῆς γένεσις ἐκ Διὸς ἡμῖν, ὥσπερ καὶ τῷδε τῷ παντὶ, καὶ ἡ τοῦ βίου σωτηρία καὶ τέχναι καὶ νόμοι καὶ τὸ θνητὸν ὂν ἡμῶν γένος κατὰ μέρος ἀθάνατον εἶναι τῇ διαδοχῇ.
したがって、この宇宙全体と同様に、我々の根源からの誕生もゼウスからであり、生活の維持、技術、法律、そして我々の死すべき種族が継承によって部分的に不死であることもゼウスによる。
καὶ ὁ περὶ αὐτῶν τούτων λογισμὸς Διός ἐστι μέρος.
そして、これら自体についての思索もゼウスの一部なのである。
Ὅμηρος δὲ πόρρω τοῦ καιροῦ μανικὸς ἦν, ὃς ἐποίησεν ἐν θεῶν ἀγορᾷ Δία κωλύοντα θεοὺς ἀνθρώπων ἐπιμέλεσθαι·
しかしホメロスは適切さから遠く離れて狂気じみていた。 彼は神々の集会において、ゼウスが神々に対して人間の世話をすることを禁じたと描いたからである。
ὁ δὲ οὐ τοῦτο ἐκώλυσεν, οὐδὲ μὴ κωλύσῃ γε, αὐτὸς αὑτὸν αἰδούμενος.
しかし、彼はそれを禁じなかったし、決して禁じることもない。 彼自身が自己に対して恥を知っているからである。
οὐ γὰρ θέμις αὐτῷ μεταστραφῆναι οὐδὲ ἑτέραν γνώμην ἔχειν οὔτε ὑπὸ λήθης οὔτε ὑπὸ μετανοίας ἧς ἔσχεν ἐξ ἀρχῆς, ὅτε ἐποίει θεοὺς μὲν ἀνθρώπων ἐπιμελητὰς, ἀνθρώπους δὲ θεῶν θεραπευτάς τε καὶ ὑπηρέτας·
なぜなら、彼が自らを変えたり、忘却や後悔によって初めに持っていたのとは別の考えを抱いたりすることは許されないからである。 すなわち、神々を人間の配慮者とし、人間を神々の奉仕者・従者とした初めの考えから。
ὃ δὴ μάλιστα πρέψειν τε καὶ συνοίσειν ἔμελλεν ἀμφοτέροις.
これこそが双方にとって最もふさわしく、また有益なこととなるはずであった。
ἔστιν οὖν πάντων δὴ τῶν ὄντων Ζεὺς αἴτιός τε καὶ δημιουργὸς, καὶ διὰ τοῦτον ἅπαντα γίγνεται ὅσα τε οὐράνια καὶ ὅσα ἐπίγεια, ὥσπερ καὶ τὸ ὄνομα αὐτὸ παραδηλοῖ, οὐ πόρρω τῆς αἰτίας λεγόμενον, ἐπειδὰν λέγωμεν Δία.
したがって、ゼウスは存在するすべてのものの原因であり、製作者であり、彼を通じて天上のものであれ地上の物であれ、すべてが生じるのである。 ちょうど、その名前自体が示しているように、我々が「ゼウス(ディア)」と言うとき、それは原因から遠くない意味で言われているのである。
Ζεὺς μὲν γὰρ ὅτι ζωῆς τε καὶ οὐσίας ἑκάστοις ἐστὶν αἴτιος κέκληται ἡμῖν, αὖθις δὲ καθὸ αἰτιώμενοι τινὰς ὀνομάζομεν, κατὰ ταύτην τὴν
実際、ゼウスはそれぞれに生命と本質を与える原因であるからこそ我々によってそう呼ばれており、また、我々がある原因を帰するときに言う(「〜のせいで」という)のに従って……