Humanitext Reader

阿里斯·台德斯 · 致宙斯 §1-2

散文赞歌的誓愿与祈求创世者宙斯

第 1 段,共 4 段 · 希腊语

内容简介

一位在风暴中幸存的修辞学家决心履行誓言,创作一篇散文体宙斯赞歌。他祈求缪斯女神的帮助,开始赞美作为万物创造者和自我原因的宙斯的神性。

§1τάδε σοὶ κατʼ εὐχὴν, Ζεῦ βασιλεῦ τε καὶ σῶτερ, δῶρα ἀνάγομεν, σὺ δὲ δέξαι, καὶ ὥσπερ ἔσωσας εὐμενῶς, καὶ προσοῦ τὰ χαριστήρια, τῷ τε λόγῳ ἐπάρκεσον καὶ παράπεμψον εἰς ὅσον ἀνθρώπου λόγον ἐξικέσθαι δυνατὸν ὡς πλεῖστον, ὡς μὴ τελέως καταγέλαστοι γενώμεθα, μηδὲ ἀπὸ τοῦ παντὸς πέσοιμεν.
宙斯,国王与救主啊,我们按照誓愿向您奉献这些礼物。 请您收下它们,正如您仁慈地拯救了我们一样,也请接受这些谢恩之礼,扶助我们的言辞,并尽最大可能将其传导至人类言语所能企及的最远之处,以免我们完全沦为笑柄,或彻底跌落。
καίτοι πρὸς αὐτῷ γιγνόμενος οὐκ ἔχω τίς γένωμαι, ἀλλὰ νῦν μοι δοκῶ καὶ σφόδρα μανθάνειν ὡς τελέως ἄρα ἐκινδύνευον, καὶ οὐκ ἐν ἐμαυτῷ ἦν ὑπὸ τῆς θαλάττης, κατὰ τοιούτων εὐχόμενος, ἃ μήτε ἀποπληρῶσαι ῥᾴδιον μήτε ἐγχειρῆσαι σωφροσύνης ἴσως ἔχει πίστιν, ὑπισχνούμενος ὕμνον ἐρεῖν Διὸς, καὶ ταῦτα ἄνευ μέτρου.
然而,当临近这桩事时,我竟不知所措;但现在我似乎深刻地明白,在风浪之中也许我真的完全处于危险之中,并且神志不清,才会许下这样的誓愿——这些事情既不易完成,甚至着手去做也称不上明智,因为我承诺要宣讲一篇赞美宙斯的赞歌,而且是不带格律的。
ἦ πολλὴ τότε ἦν ἡ θάλαττα καὶ πᾶν ἐποίει §2καὶ πράττειν καὶ λέγειν.
那时的海浪确实汹涌,迫使我做一切行事与说话。
ὅμως δὲ, οὐ γὰρ ἐκλειπτέον οὐδὲν εὐκταῖον, φασὶν, ἀλλὰ πᾶν ὁτιοῦν ὁπωσοῦν ἀποδιδόμενον κρεῖττον ἢ καθάπαξ ἐκλειφθὲν, πειραθῶμεν ἀμωσγέπως ἀφοσιώσασθαι πρὸς τὸν θεόν·
然而,正如人们所说,任何许愿之事都不应放弃,无论以何种方式履行,总比完全放弃要好,因此让我们尝试以某种方式向神履行这一神圣义务。
τοῦ δὲ κάλλιον ἢ ἐνδεέστερον αὐτῷ μελήσει.
至于这做得是更好还是有所欠缺,将由他自己来关心。
καὶ δὴ τὸ μὲν ὅλως ἐκλιπεῖν ἀργίας οἴσει δόξαν, ἣν οὐ θέμις ἐν τοῖς πρὸς τοὺς θεοὺς ἔχειν, τοῦ δὲ μὴ ἐφικέσθαι ἡ τοῦ πράγματος αὐτοῦ φύσις παρέξει τὴν συγγνώμην.
确实,完全放弃将带来懒惰的名声,这在对待神灵的事上是不合天理的;而未能达到高度,事情本身的性质就会提供宽恕。
οὐ γὰρ ἑκόντες ἐκλιπεῖν δόξομεν, ἀλλʼ ἀναγκαίως ὕστεροι γίγνεσθαι.
因为我们看起来并非故意放弃,而是由于必然性而落后。
ὡς δʼ εἰπεῖν, κρεῖττον, εἰ δεῖ, γέλωτα ὀφλεῖν ἢ μέμψιν ἐκ θεῶν.
可以说,如果必须的话,遭受嘲笑也比遭受神灵的责难要好。
ἐπειδὴ οὖν εὐξάμεθά τε καὶ οὐκ ἂν ἄλλως ταῦτα ἔχοι, δεῖ δὴ ὥσπερ τῶν ἀθλητῶν τοὺς ἀπογράψαντας ἑαυτοὺς μὴ ἀναχωρεῖν, ἀλλʼ ὁμόσε ἰέναι καὶ πειρᾶσθαι τοῦ ἀγωνίσματος.
既然我们已经许下了誓愿,且事已至此,我们就必须像那些登记了名字的运动员一样,不能退缩,而是要迎难而上,尝试这场比赛。
εἶεν δὴ, Μοῦσαι Διὸς παῖδες, οὐ γὰρ ἔγωγε ὁρῶ πότε ἄν τις ὑμᾶς ἄμεινον καλέσειεν ἢ νῦν, εἴθʼ ὑμεῖς γε ἐπʼ Ὀλύμπου σὺν Ἀπόλλωνι Μουσηγέτῃ τὴν θείαν ᾠδὴν ᾁδετε, ὑμνοῦσαι τὸν ὑμέτερόν τε καὶ τῶν ὅλων πατέρα, εἴτε Πιερία φίλον ὑμῖν ἐνδιαίτημα, εἴτε ἐν Ἑλικῶνι τῷ Βοιωτίῳ χορεύετε, τῶν Διὸς ἔργων τε καὶ δωρεῶν ὅ τί περ ὄφελος, ἄγʼ ὦ πάντʼ εἰδυῖαι, πόθεν ἀρχώμεθα;
那么,宙斯的女儿们,缪斯啊——因为我确实看不出有什么时候比现在更适合呼唤你们了,无论你们是在奥林匹斯山上与缪斯领袖阿波罗一起吟唱神圣的歌谣,赞美你们的父亲以及万物之父,还是皮埃里亚是你们心爱的居所,又或是在波奥蒂亚的赫利孔山上起舞,赞颂宙斯的功绩与恩赐中任何有益的事物——来吧,无所不知的女神们,我们该从何处开始?
τί τολμήσομεν εἰπεῖν περὶ Διός;
关于宙斯我们敢说些什么?
δότε μοι μανικὸν γενέσθαι τὸν λόγον ὥσπερ τῇ ὑποθέσει, οὕτως καὶ τοῖς πρέπουσιν εἰς αὐτὸν, καὶ μή με οὐρανοῦ καὶ γῆς ἐν τῷ μέσῳ καταλίπητε.
请让我的言辞变得如其主题那般充满狂热,也让适合他的言辞如此,不要将我遗弃在天与地的中间。
Ζεὺς τὰ πάντα ἐποίησε καὶ Διός ἐστιν ἔργα ὅσα ἐστὶ πάντα, καὶ ποταμοὶ καὶ γῆ καὶ θάλαττα καὶ οὐρανὸς καὶ ὅσα τούτων μεταξὺ ἄνω καὶ ὅσα ὑπὸ ταῦτα, καὶ θεοὶ καὶ ἄνθρωποι καὶ ὅσα ψυχὴν ἔχει καὶ ὅσα εἰς ὄψιν ἀφικνεῖται καὶ ὅσα δεῖ νοήσει λαβεῖν.
宙斯创造了万物,凡是存在的一切都是宙斯的杰作,河流、大地、海洋、天空,以及它们之间上方的万物,以及它们下方的万物,还有神灵、人类、一切有灵魂的存在、一切映入眼帘的事物,以及一切必须通过理智来把握的事物。
ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτὸν, οὐ Κρήτης ἐν εὐώδεσιν ἄντροις τραφεὶς, οὐδʼ ἐμέλλησεν αὐτὸν Κρόνος καταπιεῖν, οὐδʼ ἀντʼ ἐκείνου λίθον κατέπιεν, οὐδʼ ἐκινδύνευσε Ζεὺς οὐδὲ
而他最先创造了自己,他并非在克里特芳香的洞穴中被抚养长大,克洛诺斯也没有企图吞噬他,也没有用石头代替他吞噬,宙斯也没有面临危险,也没有……

词汇与语法注释

  1. §1οὐκ ἔχω τίς γένωμαι — 间接疑问句中的熟虑虚拟语气(deliberative subjunctive),由疑问代词 `τίς` 引导(而非更常用的间接疑问代词 `ὅστις`),表示“我不知道自己会变得怎样”或“我不知所措”。
  2. §1καὶ ταῦτα ἄνευ μέτρου — 惯用表达 `καὶ ταῦτα`(字面意为“以及这些”),意为“而且那也是”或“尤其是”,在此强调该赞美诗是用散文的形式(“没有格律”)来宣讲的。
  3. §2τοῦ δὲ κάλλιον ἢ ἐνδεέστερον αὐτῷ μελήσει — 非人称动词 `μελήσει` 要求关心的事物用属格(`τοῦ`),而关心的人用与格(`αὐτῷ`,指代神)。属格 `τοῦ` 进一步由副词性比较级短语 `κάλλιον ἢ ἐνδεέστερον`(“是更好还是有所欠缺”)来修饰和说明。
  4. §2ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτόν — 主语(`αὐτός`)与反身代词(`ἑαυτόν`)并置,并伴有作表语的形容词 `πρῶτος`,表达了哲学和宇宙学上“自创”(自我原因,causa sui)的概念:“他自己最先创造了自己”。

引用这一段

阿里斯·台德斯, 致宙斯 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg001.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。