Humanitext Reader

巴库利德斯 · 酒神赞歌 §18.1-18.60

埃勾斯与歌队的对答及忒修斯将至的消息

第 4 段,共 6 段 · 希腊语

内容简介

雅典歌队就令人不安的号角声向埃勾斯国王发问,国王则根据传令官的报告,讲述了一位年轻英雄(忒修斯)在途中斩妖除魔的壮举,并描述了这位年轻外邦人的非凡装束与武艺。

§18.1βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν, §18.2τῶν ἁβροβίων ἄναξ Ἰώνων, §18.3τί νέον ἔκλαγε χαλκοκώδων §18.4σάλπιγξ πολεμηΐαν ἀοιδάν;
圣洁雅典的国王啊,优裕生活的伊奥尼亚人的主宰,为何青铜口径的战号刚刚吹响了战争的歌声?
§18.5ἦ τις ἁμετέρας χθονὸς §18.6δυσμενὴς ὅριʼ ἀμφιβάλλει §18.7στρατα· γέτας ἀνήρ;
是否有我们土地的边界正被敌对的统帅率军围攻?
§18.8ἢ λῃσταὶ κακομάχανοι §18.9ποιμένων ἀέκατι μήλων §18.10σεύοντʼ ἀγέλας βίᾳ;
或者是图谋不轨的盗贼,违背牧人们的意愿,正用暴力强行驱赶羊群?
§18.11ἢ τί τοι κραδίαν ἀμύσσει;
还是有什么事正在撕裂你的心?
§18.12φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν §18.13ἀλκίμων ἐπικουρίαν §18.14καὶ τὶν ἔμμεναι νέων, §18.15ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
请说吧;因为我认为,如果凡人中有人能得到勇敢青年的援助,那也必将属于你,噢,潘狄翁与克雷乌萨之子。
§18.16νέ]ον ἦλθεν δολιχὰν ἀμείψας §18.17κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον· §18.18ἄφατα δʼ ἔργα λέγει κραταιοῦ §18.19φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν §18.20Σίνιν, ὃς ἰσχύϊ φέρτατος §18.21θνατῶν ἦν, Κρονίδα Λυταίου §18.22σεισίχθονος τέκος· §18.23σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις §18.24Κρεμμυῶνος, ἀτάσθαλόν τε §18.25Σκίρωνα κατέκτανεν· §18.26τάν τε Κερκυόνος παλαίστραν §18.27ἔσχεν, Πολυπήμονός τε καρτερὰν §18.28σφῦραν ἐξέβαλεν Προκό- §18.29πτας, ἀρείονος τυχὼν §18.30φωτός.
刚有一位传令官用双脚跨越了漫长的地峡之路而来;他讲述了一位强力男子那不可言喻的功绩:他杀死了那傲慢的西尼斯,他在凡人中以力量最为强盛,他是震动大地的里泰奥斯(波塞冬)、克罗诺斯之子的后代;他还在克罗米翁的谷地中杀死了那头杀人的母猪,并除掉了那肆无忌惮的斯喀戎;他终止了刻耳库翁的摔跤场,并且夺走了波吕斐蒙—— 即普罗科普特斯的强力铁锤,因为后者遇到了一个更优秀的男子。
ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
我害怕这些事情将如何收场。
§18.31τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον §18.32λέγει, τίνα τε στολὰν ἔχοντα;
传令官说这人是谁,来自何方,身穿怎样的衣装?
§18.33πότερα σὺν πολεμηΐοις ὅ- §18.34πλοισι στρατιὰν ἄγοντα πολλάν;
他是带着战争的武器,率领着一支大军?
§18.35ἢ μοῦνον σὺν ὀπ. άοσιν §18.36στείχειν ἔμπορον οἷʼ ἀλάταν §18.37ἐπʼ ἀλλοδαμίαν, §18.38ἰσχυρόν τε καὶ ἄλκιμον §18.39ὧδε καὶ θρασύν, ὅς τε τούτων §18.40ἀνδρῶν κρατερὸν σθένος §18.41ἔσχεν;
还是仅有随从相伴,像一个漫游的商旅那样行走,前往异国他乡,却又如此强壮、勇敢且大胆,以至于能将那些人的强悍力量彻底压制?
ἦ θεὸς αὐτὸν ὁρμᾷ, §18.42δίκας ἀδίκοισιν ὄφρα μήσεται· §18.43οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ- §18.44δοντα μὴ ʼντυχεῖν κακῷ.
一定是神明在催促他,好让他为不义之人策划正义;因为始终在行动的人,要不遇到灾祸是不容易的。
§18.45πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
一切都将在漫长的时间中得到圆满。
§18.46δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν §18.47λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις §18.48ξίφος ἔχειν ἐλεφαντόκωπον· §18.49ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας §18.50κηὔτυκτον κυνέαν Λάκαι- §18.51ναν κρατὸς πέρι πυρσοχαίτου· §18.52στέρνοις τε πορφύρ εο ν §18.53χιτῶνʼ ἄμφι, καὶ οὔλιον §18.54Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ §18.55στίλβειν ἄπο Λαμνίαν §18.56φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν §18.57πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων §18.58μεμνᾶσθαι πολέμου τε καὶ §18.59χαλκεοκτύπου μάχας· §18.60δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.
传令官说,只有两个男子伴随他,在他那光彩夺目的双肩上佩戴着一柄象牙柄的宝剑;他手里拿着两支磨光的投枪,在他那红发的头颅周围,戴着一顶制作精良的拉科尼亚兜帽;胸前穿着一件紫色的衬衣,外罩一件保暖的色萨利披风;从他的双眼中闪烁着莱姆诺斯火山般的红色火焰;他是一个刚步入青春的少年,心中记挂着武力的玩具、战争以及那鸣响着青铜撞击声的战斗;他正在寻找热爱荣耀的雅典。

词汇与语法注释

  1. 18.12δοκέω γὰρ εἴ τινι βροτῶν ἀλκίμων ἐπικουρίαν καὶ τὶν ἔμμεναι νέων — 该句在不定式结构(δοκέω ... ἔμμεναι)中嵌入了一个条件从句(εἴ τινι...)。其中 τίν 是第二人称单数与格(代指 σοί,即国王埃勾斯)。其字面意思是“如果凡人中有谁能得到年轻人的援助,我认为它也同样属于你”。
  2. 18.21Κρονίδα Λυταίου — 意为“克罗诺斯之子、里泰奥斯”。“里泰奥斯”(意为“解救者”)是波塞冬在色萨利地区的别名,此处作为属格或同位语修饰西尼斯的父亲波塞冬。
  3. 18.26παλαίστραν ἔσχεν — 这里的动词 ἔσχεν 并非普通的“拥有”或“保持”,而是取其“阻碍、制止、终结”之意,指忒修斯终止了刻耳库翁那致命的摔跤活动。
  4. 18.46δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν λέγει — 由 λέγει 引导的长篇间接引语(对格与不定式结构)的起点。不定式的对格主语被省略,承接上文的“男子”(即忒修斯)。此间接引语结构通过一系列不定式(ἔχειν, στίλβειν, ἔμμεν, μεμνᾶσθαι, δίζησθαι)一直延续到第60行。
  5. 18.55Λαμνίαν — 指代以火山活动闻名的莱姆诺斯岛(Lemnos)的形容词阴性单数宾格形式。此处将英雄双眼的闪光比作“莱姆诺斯火山般的红火”。

引用这一段

巴库利德斯, 酒神赞歌 §18.1-18.60. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0199.tlg002.humanitext-grc2:18.1-18.60

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。