Humanitext Reader

斯特拉波 · 地理学 §9.5.19

波吕波伊提斯的领地与各地的拉里萨城

第 310 段,共 577 段 · 希腊语

内容简介

描述了波吕波伊提斯支配领地(阿耳癸萨、居尔托涅、奥尔特、埃洛内、奥洛奥松)的地理,以及珀赖博伊人、拉庇泰人和拉里萨人争夺该地的历史,并列举了各地名为“拉里萨”的类似地名。

§9.5.19συνεχεῖς δὲ τῇ μερίδι ταύτῃ λέγονται οἱ ὑπὸ τῷ Πολυποίτῃ οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν. ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοί, τὸ πρὸς θαλάττῃ μέρος νεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτῶνος πόλεως Περραιβίδος.
与该领地相连的,据说是在波吕波伊提斯麾下的[地区]: “还有那些占有阿耳癸萨并居住在居尔托涅的人,以及占有奥尔特和埃洛内,以及白色奥洛奥松市的人……” 这个地方以前是由珀赖博伊人居住的,他们占领了靠近大海的部分,以及沿着佩涅奥斯河一直到河口和珀赖博伊人的城市居尔顿。
εἶτα ταπεινώσαντες ἐκείνους Λαπίθαι κατέσχον αὐτοὶ τὰ χωρία, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, ὃς καὶ τὸ Πήλιον κατεκτήσατο βιασάμενος τοὺς κατασχόντας Κενταύρους, ἄγριόν τι φῦλον.
后来,拉庇泰人制服了他们,自己占领了这些地方,即伊克西翁和他的儿子培里托俄斯,后者还通过武力驱逐了占领那里的半人马(一个野蛮的种族)而夺取了皮立翁山。
τούτους μὲν οὖν ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε, τοῖς δὲ Λαπίθαις τὰ πεδία παρέδωκε· τινὰ δʼ αὐτῶν καὶ οἱ Περραιβοὶ κατεῖχον, τὰ πρὸς τῷ Ὀλύμπῳ· ἔστι δʼ ὅπου καὶ ὅλοι ἀναμὶξ τοῖς Λαπίθαις ᾤκουν.
因此,他把他们 “从皮立翁山驱逐出去,使他们靠近埃西克斯人”,并将平原交给了拉庇泰人;但其中一些部分珀赖博伊人也继续占领着,即靠近奥林匹斯山的地区;在某些地方,他们甚至与拉庇泰人混居在一起。
ἡ μὲν οὖν Ἄργισσα, ἡ νῦν Ἄργουρα, ἐπὶ τῷ Πηνειῷ κεῖται· ὑπέρκειται δʼ αὐτῆς Ἄτραξ ἐν τετταράκοντα σταδίοις, τῷ ποταμῷ πλησιάζουσα καὶ αὕτη· τὴν δʼ ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί.
阿耳癸萨(现在被称为阿耳古拉)位于佩涅奥斯河畔;在它上方四十斯塔德处是阿特拉克斯,该城也靠近这条河;而珀赖博伊人占领了它们之间的河畔地区。
Ὄρθην δὲ τινὲς τὴν ἀκρόπολιν τῶν Φαλανναίων εἰρήκασιν· ἡ δὲ Φάλαννα Περραιβικὴ πόλις πρὸς τῷ Πηνειῷ πλησίον τῶν Τεμπῶν.
有些人说奥尔特是法兰纳人的卫城;法兰纳是靠近坦佩、面临佩涅奥斯河的珀赖博伊人城市。
οἱ μὲν οὖν Περραιβοὶ καταδυναστευθέντες ὑπὸ τῶν Λαπιθῶν εἰς τὴν ὀρεινὴν ἀπανέστησαν οἱ πλείους τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας, τὴν δὲ χώραν καὶ τοὺς ὑπολειφθέντας τῶν Περραιβῶν κατέσχον Λαρισαῖοι, πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δʼ ἐκείνοις, νεμόμενοι δὲ τὰ εὐδαιμονέστατα μέρη τῶν πεδίων, πλὴν εἴ τι σφόδρα κοῖλον πρὸς τῇ λίμνῃ τῇ Νεσσωνίδι, εἰς ἣν ὑπερκλύζων ὁ ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισαίους· ἀλλʼ ὕστερον παραχώμασιν ἐπηνώρθωσαν Λαρισαῖοι.
珀赖博伊人被拉庇泰人征服后,大部分人退居到品多斯山、阿塔马涅斯人和多洛佩斯人周围的山区,而拉里萨人则占领了该地区和留下的珀赖博伊人;他们居住在佩涅奥斯河附近,与他们相邻,并占领了平原中最肥沃的部分,除了靠近内索尼斯湖的极低洼地区,在那里,泛滥的河水曾夺走拉里萨人的一些可耕地;但后来拉里萨人通过筑堤纠正了这一问题。
οὗτοι δʼ οὖν κατεῖχον τέως τὴν Περραιβίαν καὶ φόρους ἐπράττοντο, ἕως Φίλιππος κατέστη κύριος τῶν τόπων.
总之,这些人曾一度占领珀赖比亚并征收贡赋,直到腓力成为这些地方的主人。
Λάρισα δʼ ἐστὶ καὶ ἐν τῇ Ὄσσῃ χωρίον· καὶ ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη· καὶ ἐν τῇ Κρήτῃ πόλις ἡ νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφʼ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται· καὶ ἐν Πελοποννήσῳ ἥ τε τῶν Ἀργείων ἄκρα καὶ ὁ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός.
而在奥萨山也有一个叫拉里萨的地方;还有[拉里萨·]克雷马斯德(有些人称之为佩拉斯吉亚);在克里特岛也有一座城市,现在已并入希拉皮特纳,其下方的平原现在因此被称为拉里西翁;在伯罗奔尼撒半岛,既有阿耳戈斯人的卫城,也有划分埃利斯与迪梅的拉里索斯河。
Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῇ αὐτῇ μεθορίᾳ κειμένην Λάρισαν· καὶ ἐν τῇ Ἀσίᾳ ἥ τε Φρικωνὶς ἡ περὶ τὴν Κύμην καὶ ἡ κατὰ Ἁμαξιτὸν τῆς Τρῳάδος· καὶ ἡ Ἐφεσία Λάρισά ἐστι καὶ ἐν Συρίᾳ· τῆς δὲ Μιτυλήνης ἀπὸ πεντήκοντα σταδίων εἰσὶ Λαρισαῖαι πέτραι κατὰ τὴν ἐπὶ Μηθύμνης ὁδόν· καὶ ἐν τῇ Ἀττικῇ δʼ ἐστὶ Λάρισα· καὶ τῶν Τράλλεων διέχουσα κώμη τριάκοντα σταδίους ὑπὲρ τῆς πόλεως ἐπὶ Καΰστρου πεδίον διὰ τῆς Μεσωγίδος ἰόντων κατὰ τὸ τῆς Ἰσοδρόμης Μητρὸς ἱερόν, ὁμοίαν τὴν θέσιν καὶ τὴν ἀρετὴν ἔχουσα τῇ Κρεμαστῇ Λαρίσῃ· καὶ γὰρ εὔυδρος καὶ ἀμπελόφυτος· ἴσως δὲ καὶ ὁ Λαρίσιος Ζεὺς ἐκεῖθεν ἐπωνόμασται· καὶ ἐν τοῖς ἀριστεροῖς δὲ τοῦ Πόντου κώμη τις καλεῖται Λάρισα μεταξὺ Ναυλό πλησίον τῶν ἄκρων τοῦ Αἵμου.
泰奥蓬波斯还提到了一座位于同一边界上的拉里萨城;在亚洲,有库美附近的[拉里萨·]普里科尼斯,以及特罗阿斯地区靠近哈马克西托斯的一座[拉里萨];还有以弗所的拉里萨,以及在叙利亚的一座;距离米蒂利尼五十斯塔德、在通往梅西姆纳的路上有“拉里萨岩石”;在阿提卡也有一个拉里萨;还有一个距离特拉勒斯三十斯塔德、位于城市上方、通过梅索吉斯山前往凯斯特罗斯平原途中的村庄,靠近等路母亲的神庙,其地理位置和肥沃程度与克雷马斯德拉里萨相似;因为那里水源充足,种满了葡萄;也许拉里西奥斯宙斯就是因此得名的;在蓬托斯的左侧,有一个村庄被称为拉里萨,位于纳乌洛霍斯和[……]之间,靠近海摩斯山的岬角。
καὶ Ὀλοσσὼν δὲ λευκὴ προσαγορευθεῖσα ἀπὸ τοῦ λευκάργιλος εἶναι, καὶ Ἠλώνη Περραιβικαὶ πόλεις, καὶ Γόννος.
奥洛奥松(因其含有白粘土而被称为“白色的”)和埃洛内是珀赖博伊人的城市,贡诺斯也是如此。
ἡ δʼ Ἠλώνη μετέβαλε τοὔνομα Λειμώνη μετονομασθεῖσα· κατέσκαπται δὲ νῦν· ἄμφω δʼ ὑπὸ τῷ Ὀλύμπῳ κεῖνται οὐ πολὺ ἄπωθεν τοῦ Εὐρώπου ποταμοῦ, ὃν ὁ ποιητὴς Τιταρήσιον καλεῖ.
埃洛内改名为雷莫内,现在已被夷为平地;两者都位于奥林匹斯山脚下,距离欧罗波斯河不远,诗人称这条河为提塔雷西奥斯。

词汇与语法注释

  1. 9.5.19συνεχεῖς — 主格复数阳性形容词,作表语修饰后文的主语 οἱ ὑπὸ τῷ Πολυποίτῃ,表示“据说与该领地相连的是波吕波伊提斯麾下的人”。
  2. 9.5.19νεμόμενοι — 分词 νεμόμενοι(意为“领有、居住”)一方面带宾格宾语 τὸ πρὸς θαλάττῃ μέρος,另一方面也支配与格 τῷ Πηνειῷ。该与格表示伴随或位置(意为“沿着/靠近佩涅奥斯河”),或作为手段与格(意为“利用佩涅奥斯河”)。
  3. 9.5.19ἀφῃρεῖτο — 动词 ἀφαιρέω(中间相未完成过去式 ἀφῃρεῖτο)通常带表示被剥夺者的属格,但在此处它采用双宾格句式,同时支配被剥夺的人(τοὺς Λαρισαίους)和被剥夺的物(τι τῆς ἀροσίμου)。
  4. 9.5.19κώμη — 在此处(καὶ τῶν Τράλλεων...)承接前文的 Λάρισα δʼ ἐστὶ,形成了“……这一村庄也是[拉里萨]”的省略结构(ellipsis)。主语是 κώμη,语法上的表语 Λάρισα 被省略了。

引用这一段

斯特拉波, 地理学 §9.5.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。