Humanitext Reader

斯特拉波 · 地理学 §9.5.17

上色萨利的伊斯提埃奥蒂斯地区及其诸城

第 308 段,共 577 段 · 希腊语

内容简介

诗人从马格内西亚沿岸回到色萨利内陆(上色萨利),详细描述了伊斯提埃奥蒂斯地区的城市(如特里卡、伊索梅、大都会、法尔卡东等)及其神话和历史背景,包括阿斯克勒庇俄斯信仰和对卡利马科斯的引用。

§9.5.17ὁ δʼ οὖν ποιητὴς μέχρι δεῦρο προελθὼν τῆς Μαγνητικῆς παραλίας ἐπάνεισιν ἐπὶ τὴν ἄνω Θετταλίαν·
无论如何,诗人把马格内西亚沿岸叙述到这里之后,又回到了上色萨利。
καὶ γὰρ τὰ παρατείνοντα τῇ Φ, ἀρξάμενος ἀπὸ τῆς Δολοπίας καὶ τῆς Πίνδου, κάτω Θετταλίας διέξεισιν οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν. ταῦτα τὰ χωρία ἔστι μὲν τῆς Ἱστιαιώτιδος, ἐκαλεῖτο δʼ, ὥς φασι, πρότερον Δωρίς· κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν, οἳ καὶ τῆς Εὐβοίας τὴν Ἱστιαιῶτιν κατεστρέψαντο καὶ τοὺς ἀνθρώπους εἰς τὴν ἤπειρον ἀνέσπασαν, διὰ τὸ πλῆθος τῶν ἐποικησάντων Ἱστιαίων τὴν χώραν ἀπʼ ἐκείνων οὕτως ἐκάλεσαν.
因为他从多洛皮亚和品都斯开始,详细叙述了与Φ相邻并延伸、属于下色萨利的部分地区:“还有那些占有特里卡和多岩石的伊索梅的人……”这些地方属于伊斯提埃奥蒂斯,但据人们说,以前被称为多里斯;后来佩赖博伊人占领了这里——他们也征服了优卑亚的伊斯提埃奥蒂斯,并将居民迁往大陆——因为迁入的伊斯提埃人人数众多,所以他们以这些人的名字来命名这个地区。
καλοῦσι δὲ καὶ τὴν Δολοπίαν τὴν ἄνω Θετταλίαν, ἐπʼ εὐθείας οὖσα Μακεδονίᾳ, καθάπερ καὶ τὴν κάτω τῇ κάτω.
人们也将多洛皮亚称为上色萨利,因为它与马其顿连成一线,正如底色萨利与底马其顿一样。
ἔστι δʼ ἡ μὲν Τρίκκη, ὅπου τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορος τοῖς τε Δόλοψιν καὶ τοῖς περὶ τὴν Πίνδον τόποις.
特里卡是阿斯克勒庇俄斯最古老且最著名的神庙所在地,它与多洛普斯人以及品都斯周围的地区相邻。
τὴν δʼ Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ἀφαιρεῖν· οὕτω γὰρ καλεῖσθαι πρότερον, νῦν δὲ Ἰθώμη μετωνομάσθαι, χωρίον ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν, ἱδρυμένον μεταξὺ τεττάρων φρουρίων ὥσπερ ἐν τετραπλεύρῳ κειμένων, Τρίκκης τε καὶ Μητροπόλεως καὶ Πελινναίου καὶ Γόμφων.
至于与美塞尼亚的伊索梅同名的伊索梅,人们说不应当这样发音,而应该去掉第一个音节(即读作索梅);因为据说以前就是这样称呼的,而现在改名为伊索梅,这是一个险要且名副其实“多岩石”的地方,坐落在四个呈四边形分布的要塞之间,即特里卡、大都会、佩林奈翁和贡福伊。
τῆς δὲ δὴ Μητροπολιτῶν ἐστι χώρας ἡ Ἰθώμη.
实际上,伊索梅属于大都会市民的领地。
ἡ δὲ Μητρόπολις πρότερον μὲν ἐκ τριῶν συνῴκιστο πολιχνίων ἀσήμων, ὕστερον δὲ καὶ πλείους προσελήφθησαν, ὧν ἦν καὶ ἡ Ἰθώμη.
大都会以前是由三个默默无闻的小城镇合并而成的,后来又有更多城镇被合并进来,其中也包括伊索梅。
Καλλίμαχος μὲν οὖν φησιν ἐν τοῖς ἰάμβοις τὰς Ἀφροδίτας (ἡ θεὸς γὰρ οὐ μία) τὴν Καστνιῆτιν ὑπερβάλλεσθαι πάσας τῷ φρονεῖν, ὅτι μόνη παραδέχεται τὴν τῶν ὑῶν θυσίαν.
因此,卡利马科斯在《双音步诗》中说,在所有的阿芙洛狄忒中(因为这位女神不止一位),卡斯托尼亚的阿芙洛狄忒在智慧上超越了所有其他阿芙洛狄忒,因为只有她接受用猪作为祭品。
καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ὁ ταῦτα μυθεῖσθαι βουλόμενος.
而且,他确实比任何人都博学,正如他自己所说,想要以这些神话为题材的人会为此奉献一生。
οἱ δʼ ὕστερον ἤλεγξαν οὐ μίαν Ἀφροδίτην μόνον ἀλλὰ καὶ πλείους ἀποδεδεγμένας τὸ ἔθος τοῦτο, ὧν εἶναι καὶ τὴν ἐν τῇ Μητροπόλει· ταύτῃ δὲ μίαν τῶν συνοικισθεισῶν εἰς αὐτὴν πόλεων παραδοῦναι τὸ ἔθος Ὀνθύριον.
但后来的学者证实,不仅有一位阿芙洛狄忒,而且有几位阿芙洛狄忒都接受这一习俗,其中也包括大都会的那位;而在合并到该城的城市中,温苏里翁将这一习俗传给了她。
ἔστι δὲ καὶ Φαρκαδὼν ἐν τῇ Ἱστιαιώτιδι, καὶ ῥεῖ διʼ αὐτῶν ὁ Πηνειὸς καὶ ὁ Κουράλιος·
伊斯提埃奥蒂斯境内还有法尔卡东,培涅俄斯河和库拉里奥斯河流经其间。
ὧν ὁ Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δʼ ὁ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾷ δʼ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῇ Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς.
其中,库拉里奥斯河流经伊托尼亚的雅典娜神庙旁,注入培涅俄斯河。 培涅俄斯河本身发源于品都斯山,正如已经说过的,它将特里卡、佩林奈翁和法尔卡东留在了左侧,流经阿特拉克斯和拉里萨,并在接纳了色萨利奥蒂斯地区的河流后,穿过坦佩谷流向河口。
τὴν δʼ Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Ἀρκαδίᾳ, καὶ μετονομάζουσιν ἄλλως, ὃ καὶ ἐν τοῖς Πελοποννησιακοῖς εἴρηται.
至于被称为欧律托斯之城的奥哈利亚,人们记载它存在于这些地方,也存在于优卑亚和阿卡迪亚,并且被改为了其他名字,这在关于伯罗奔尼撒的部分也已提到。
περὶ δὲ τούτων ζητοῦσι καὶ μάλιστα τίς ἦν ἡ ὑπὸ Ἡρακλέους ἁλοῦσα, καὶ περὶ τίνος συνέγραψεν ὁ ποιήσας τὴν Οἰχαλίας ἅλωσιν.
关于这些地方,人们主要探究哪一个是赫拉克勒斯攻占的,以及《奥哈利亚的陷落》的作者写的是哪一个。
ταῦτα μὲν δὴ τὰ χωρία τοῖς Ἀσκληπιάδαις ὑπέταξεν.
总之,诗人将这些地方划归于阿斯克勒庇俄斯之子们的麾下。

词汇与语法注释

  1. §9.5.17τῇ Φ — 手稿中损坏的部分,通常被补作“τῇ Φωκίδι”(福基斯)或“τῇ [παραλίᾳ]”(沿海地区)。它指的是与下色萨利平行延伸的相邻地区。
  2. §9.5.17κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν — 独立属格结构,解释了主句动词 `ἐκάλεσαν` 的时间或原因背景。
  3. §9.5.17ὁ ταῦτα μυθεῖσθαι βουλόμενος — 意为“想要叙述这些神话的人”的主格分词短语,用作泛指,与前面的 `πάντα τὸν βίον`(一辈子)相结合,表示终其一生追求此事。
  4. §9.5.17ὧν ὁ Κουράλιος ῥυεὶς... ἐξίησιν — 属格关系代词 `ὧν` 指代前文的 `ὁ Πηνειὸς καὶ ὁ Κουράλιος`(培涅俄斯河和库拉里奥斯河)。其中 `ὁ Κουράλιος`(库拉里奥斯河)作为主语,与 `ἐξίησιν`(注入)相呼应。

引用这一段

斯特拉波, 地理学 §9.5.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。