§9.3.11Ἔφορος δʼ, ᾧ τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθʼ ὅτε τῇ προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν.
埃福罗斯,因其在这些问题上的详尽考证而成为我们最常求助的人,正如波利比乌斯也证实的那样,他是一位值得重视的人,但在我看来,他有时所做的却与他的初衷和最初的承诺相反。
ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῇ τῆς ἱστορίας γραφῇ καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῷ περὶ τοῦ μαντείου τούτου λόγῳ σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές, μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην.
事实上,他在指责了历史撰写中喜好神话的人并赞美了真理之后,在关于这座神庙的论述中加上了一个庄严的承诺,即他认为真理在任何地方都是最好的,而在这个主题中尤其如此。
ἄτοπον γὰρ εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκομεν, φησί, περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις.
因为他说,如果我们对其他事情总是追求这样的方式,但在谈到神庙这一最无虚假的事物时,却要使用如此不可信和虚假的话语,那是很荒谬的。
ταῦτα δʼ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν.
说了这些之后,他随即补充道,人们认为阿波罗与忒弥斯一起建立了这座神庙,意在造福我们人类。
εἶτα τὴν ὠφέλειαν εἰπὼν ὅτι εἰς ἡμερότητα προὐκαλεῖτο καὶ ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προστάττων τὰ δʼ ἀπαγορεύων, τοὺς δʼ οὐδʼ ὅλως προσιέμενος, ταῦτα διοικεῖν νομίζουσι, φησίν, αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δʼ ἀνθρώποις ἔννοιαν παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.
接着,在说明这种益处是引导人们走向温和并使其克制(通过向一些人提供神谕,命令一些事,禁止另一些事,而对另一些人则完全不予接纳)之后,他说,人们认为是他主持了这些事务,其中一些人认为神亲自化为肉身,而另一些人则认为他向人类传递了自己意志的观念。
§9.3.12ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος φησὶ τὸ παλαιὸν Παρνασσίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασσόν·
接着往下,在讨论德尔斐人是谁时,他说,古时候,一些被称为土著的帕尔纳索斯人居住在帕尔纳索斯山。
καθʼ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους ἀπό τε τῶν ἡμέρων καρπῶν καὶ τῶν βίων, ἐξ Ἀθηνῶν δʼ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ᾗ νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι·
那时,阿波罗巡游各地,用种植的作物和文明的生活方式使人类变得温和,并从雅典出发前往德尔斐,走的就是这条路,现在雅典人派遣皮提亚使节也走这条路。
γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον·
当他到达帕诺佩乌斯附近时,消灭了占领该地的提堤俄斯,一个残暴且不法的人。
τοὺς δὲ Παρνασσίους συμμίξαντας αὐτῷ καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δʼ ἐπικελεύειν ἵε παιάν, ἀφʼ οὗ τὸν παιανισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν·
帕尔纳索斯人与他会合,并向他通报了另一个名字叫皮同、绰号叫大蛇的凶残之人。 当他用箭射杀此人时,人们高喊着“放箭吧,凯歌”来鼓励他,从此这一凯歌便作为习惯流传给即将列队交战的人们。
ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καὶ ἀεὶ ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων.
当时,皮同的帐篷也被德尔斐人烧毁,正如他们至今仍一直在为当时发生的事举行纪念仪式一样。
τί δʼ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών;
然而,还有什么能比阿波罗用箭射杀并惩罚提堤俄斯们和皮同们,并且从雅典长途跋涉到德尔斐,巡游整个大地更具有神话色彩呢?
εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν, τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον;
如果他不认为这些是神话,为什么非要把神话中的忒弥斯称为女人,把神话中的大蛇称为人呢?
πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τύπον.
除非他想混淆历史与神话的写作体裁。
παραπλήσια τούτοις καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα.
与这些相似的还有关于埃托利亚人的叙述。
φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρβάρους ἐκβαλόντας, τοτὲ δʼ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν τῶν ἐχθρῶν· τούτους δʼ ὑπʼ Ἀλκμέωνος καὶ Διομήδους.
因为他一方面说他们自古以来从未被攻破,但一方面又说埃俄利亚人赶走了占领该地的蛮族并居住于此,而另一方面又说埃托罗斯与来自伊利斯的敌对者伊培伊人共同居住,而这些人后来被阿尔克迈翁和迪奥墨德斯赶走。
ἀλλʼ ἐπάνειμι ἐπὶ τοὺς Φωκέας.
但我还是回到福基斯人的话题上来。
§9.3.13ἑξῆς γὰρ ἐν τῇ παραλίᾳ μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος· εἶτʼ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον· εἶθʼ ὁ λιμὴν ὕστατος ὁ προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῷ Ἑλικῶνι καὶ τῇ Ἄσκρῃ κείμενος.
接着在沿岸地区,安蒂基拉之后是小镇奥皮斯托马拉索斯;然后是拥有停泊处的法里吉翁岬角;然后是最后的港口,因其地形特征被称为“最深处”,位于赫利孔山和阿斯克拉的下方。
οὐδʼ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδʼ ἡ Ἄμβρυσος, δεὼν ὁμώνυμος τῇ Βοιωτιακῇ.
拥有神谕所的阿拜距离这些地方也不远,与玻俄提亚同名城镇同名的阿姆布里索斯也是如此。
ἔτι δὲ μᾶλλον ἐν τῇ μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾷκά φασι δυναστεῦσαι· καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσι.
在德尔斐之后的内陆向东,更远的地方是小镇达乌利斯,据说是色雷斯人忒柔斯统治过的地方;关于菲洛墨拉和普罗克涅的神话就是发生在那里。
τοὔνομα δὲ τῷ τόπῳ γεγονέναι ἀπὸ τοῦ δάσους· δαυλοὺς γὰρ καλοῦσι τὰ δάση.
这个地方的名字来源于茂密的森林;因为他们把森林称为“达乌洛伊”。
Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δʼ ὕστερον Δαυλίαν.
因此,荷马称其为达乌利斯,而后来的人称其为达乌利亚。
καὶ τὸ
Κυπάρισσον ἔχον
δέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῷ φυτῷ οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῇ Λυκωρείᾳ.
对于“占有塞帕里索斯”这一句,人们有两种解释:一种认为它与植物(柏树)同名,另一种认为它是指吕科里亚下方的一个衍生村庄。