§9.3.2ταύτης δʼ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια·
这一地区最著名的两座城市是德尔斐和埃拉泰亚。
Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπʼ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ·
德尔斐因皮提亚阿波罗的神庙及其古老的神谕所而闻名,因为诗人提到阿伽门农曾向它求问神谕。
ὁ γὰρ κιθαρῳδὸς ᾁδων εἰσάγεται
"
νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος,
ὥς ποτε δηρίσαντο.
因为弹琴歌手登场唱道:“奥德修斯与佩琉斯之子阿基琉斯的争吵,他们曾如何争执。
—ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
χαῖρε νόῳ
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ·
——而人类之王阿伽门农在心中暗喜,因为福玻斯·阿波罗曾如此在皮托以神谕晓谕他。
"
Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν.
”德尔斐确因这些原因而闻名,而埃拉泰亚则是由于它是这里所有城市中最大且最关键的,因为它临近隘口,占领它的人就掌握了进入福基斯和波奥蒂亚的通道。
ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλʼ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν· ἁλουσῶν δʼ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους.
因为首先是奥伊塔山,其次是洛克里人和福基斯人的山脉,这些地方对于从色萨利入侵的军队来说并非随处可行,而是拥有狭窄但明确的通道,由相邻的城市防守;一旦这些城市陷落,通道也随之被控制。
ἐπεὶ δʼ ἡ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα ἡ θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήν (ταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος), ἐντεῦθεν ἀρκτέον.
但是,由于德尔斐神庙的名声占有首位,同时地理位置也暗示了自然的选择(因为这些是福基斯最西部的地区),所以应当从这里开始。
§9.3.3εἴρηται δʼ ὅτι καὶ ὁ Παρνασσὸς ἐπὶ τῶν ἑσπερίων ὅρων ἵδρυται τῆς Φωκίδος.
已经说过,帕尔纳索斯山也位于福基斯的西面边界上。
τούτου δὴ τὸ μὲν πρὸς δύσιν πλευρὸν οἱ Λοκροὶ κατέχουσιν οἱ Ὀζόλαι, τὸ δὲ νότιον οἱ Δελφοί, πετρῶδες χωρίον θεατροειδές, κατὰ κορυφὴν ἔχον τὸ μαντεῖον καὶ τὴν πόλιν, σταδίων ἑκκαίδεκα κύκλον πληροῦσαν.
实际上,这座山的西侧由奥佐莱洛克里人占据,南侧由德尔斐人占据,那是一个剧场形状的多石之地,在其顶峰有神谕所和城市,周长达十六斯塔德。
ὑπέρκειται δʼ αὐτῆς ἡ Λυκώρεια, ἐφʼ οὗ τόπου πρότερον ἵδρυντο οἱ Δελφοὶ ὑπὲρ τοῦ ἱεροῦ· νῦν δʼ ἐπʼ αὐτῷ οἰκοῦσι περὶ τὴν κρήνην τὴν Κασταλίαν.
其上方座落着吕科里亚,那是以前德尔斐人在神庙上方安家的地方;但现在他们就住在神庙这里,在卡斯塔利亚泉水周围。
πρόκειται δὲ τῆς πόλεως ἡ Κίρφις ἐκ τοῦ νοτίου μέρους, ὄρος ἀπότομον, νάπην ἀπολιπὸν μεταξύ, διʼ ἧς Πλεῖστος διαρρεῖ ποταμός.
在城市的南面,耸立着基尔菲斯山,这是一座险峻的山,中间留有一处峡谷,普莱斯托斯河流经其中。
ὑποπέπτωκε δὲ τῇ ὁ Κίρφει πόλις ἀρχαία Κίρρα, ἐπὶ τῇ θαλάττῃ ἱδρυμένη, ἀφʼ ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων· ἵδρυται δʼ ἀπαντικρὺ Σικυῶνος.
基尔菲斯山下方是古城基拉,座落在海边,从那里登到德尔斐大约有八十斯塔德;它正对着西基翁。
πρόκειται δὲ τῆς Κίρρας τὸ Κρισαῖον πεδίον εὔδαιμον.
基拉的前方是富庶的克里萨平原。
πάλιν γὰρ ἐφεξῆς ἐστιν ἄλλη πόλις Κρῖσα, ἀφʼ ἧς ὁ κόλπος Κρισαῖος· εἶτα Ἀντικύρα, ὁμώνυμος τῇ κατὰ τὸν Μαλιακὸν κόλπον καὶ τὴν Οἴτην.
紧接着又是另一座城市克里萨,克里萨湾由此得名;然后是安提基拉,与马利亚湾和奥伊塔附近的安提基拉同名。
καὶ δή φασιν ἐκεῖ τὸν ἑλλέβορον φύεσθαι τὸν ἀστεῖον, ἐνταῦθα δὲ σκευάζεσθαι βέλτιον, καὶ διὰ τοῦτο ἀποδημεῖν δεῦρο πολλοὺς καθάρσεως καὶ θεραπείας χάριν· γίνεσθαι γάρ τι σησαμοειδὲς φάρμακον ἐν τῇ Φωκικῇ, μεθʼ οὗ σκευάζεσθαι τὸν Οἰταῖον ἑλλέβορον.
事实上,人们说优良的藜芦长在奥伊塔,但在这里调配得更好,因此许多人为了净化和治疗而旅行到这里;因为在福基斯出产一种像芝麻一样的药草,奥伊塔的藜芦就是用它来调配的。
§9.3.4αὕτη μὲν οὖν συμμένει, ἡ δὲ Κίρρα καὶ ἡ Κρῖσα κατεσπάσθησαν, ἡ μὲν ὕστερον ὑπʼ Εὐρυλόχου τοῦ Θετταλοῦ κατὰ τὸν Κρισαῖον πόλεμον· εὐτυχήσαντες γὰρ οἱ Κρισαῖοι διὰ τὰ ἐκ τῆς Σικελίας καὶ τῆς Ἰταλίας τέλη, πικρῶς ἐτελώνουν τοὺς ἐπὶ τὸ ἱερὸν ἀφικνουμένους καὶ παρὰ τὰ προστάγματα τῶν Ἀμφικτυόνων.
这座城市依然存在,而基拉和克里萨则被摧毁了,前者后来是在克里萨战争期间被色萨利人欧里洛科斯摧毁的;因为克里萨人因来自西西里和意大利的关税而变得富庶,便向前往神庙朝圣的人横征暴敛,这违背了近邻同盟的法令。
τὰ δʼ αὐτὰ καὶ τοῖς Ἀμφισσεῦσι συνέβη.
同样的事情也发生在阿姆菲萨人身上。
Λοκρῶν δʼ εἰσὶν οὗτοι τῶν Ὀζολῶν.
他们属于奥佐莱洛克里人。
ἐπελθόντες γὰρ καὶ οὗτοι τήν τε Κρῖσαν ἀνέλαβον, καὶ τὸ πεδίον τὸ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνιερωθὲν αὖθις κατεγεώργουν, καὶ χείρους ἦσαν περὶ τοὺς ξένους τῶν πάλαι Κρισαίων.
因为他们也发动袭击占领了克里萨,并且重新耕种了已被近邻同盟奉献给神明的平原,而且对待外乡人比以前的克里萨人还要恶劣。
καὶ τούτους οὖν ἐτιμωρήσαντο οἱ Ἀμφικτύονες, καὶ τῷ θεῷ τὴν χώραν ἀπέδοσαν.
因此,近邻同盟也惩罚了他们,并将土地归还给神。
ὠλιγώρηται δʼ ἱκανῶς καὶ τὸ ἱερόν, πρότερον δʼ ὑπερβαλλόντως.
现在神庙也相当受冷落,而在以前则是无比地[受尊崇/富有]。
δηλοῦσι δʼ οἵ τε θησαυροὶ οὓς καὶ δῆμοι καὶ δυνάσται κατεσκεύασαν, εἰς οὓς καὶ χρήματα ἀνετίθεντο καθιερωμένα καὶ ἔργα τῶν ἀρίστων δημιουργῶν, καὶ ὁ ἀγὼν ὁ Πυθικὸς καὶ τὸ πλῆθος τῶν ἱστορουμένων χρησμῶν.
这由各城邦和统治者所建造的宝库(他们在其中奉献了圣钱和最优秀工匠的作品)、皮提亚竞技会以及记载的无数神谕所证明。