§8.8.1Ἀρκαδία δʼ ἐστὶν ἐν μέσῳ μὲν τῆς Πελοποννήσου, πλείστην δὲ χώραν ὀρεινὴν ἀποτέμνεται.
阿卡迪亚位于佩洛庞内索斯半岛的中部,占有了大部分的山区。
μέγιστον δʼ ὄρος ἐν αὐτῇ Κυλλήνη· τὴν γοῦν κάθετον οἱ μὲν εἴκοσι σταδίων φασὶν οἱ δʼ ὅσον πεντεκαίδεκα.
其中最高的山是库勒涅山;无论如何,有人说其垂直高度为二十斯塔迪翁,而另一些人则说大约十五斯塔迪翁。
δοκεῖ δὲ παλαιότατα ἔθνη τῶν Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά, Ἀζᾶνές τε καὶ Παρράσιοι καὶ ἄλλοι τοιοῦτοι.
阿卡迪亚的各部落,如阿扎内斯、帕拉西奥伊以及其他类似的人群,似乎是希腊人中最古老的族群。
διὰ δὲ τὴν τῆς χώρας παντελῆ κάκωσιν οὐκ ἂν προσήκοι μακρολογεῖν περὶ αὐτῶν· αἵ τε γὰρ πόλεις ὑπὸ τῶν συνεχῶν πολέμων ἠφανίσθησαν ἔνδοξοι γενόμεναι πρότερον, τήν τε χώραν οἱ γεωργήσαντες ἐκλελοίπασιν ἐξ ἐκείνων ἔτι τῶν χρόνων ἐξ ὧν εἰς τὴν προσαγορευθεῖσαν Μεγάλην πόλιν αἱ πλεῖσται συνῳκίσθησαν.
但由于该地区彻底的荒凉,不宜对其大加赘述;因为那些昔日著名的城市已因连年战争而消逝,而耕作者们也自大多数城市合并为被称为“美加洛波利斯”(大都市)的那个时代起,便已离开了这片土地。
νυνὶ δὲ καὶ αὐτὴ ἡ Μεγάλη πόλις τὸ τοῦ κωμικοῦ πέπονθε καὶ
"
ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις.
如今,甚至美加洛波利斯本身也遭遇了那位喜剧作家所说的情况:“大都市已成了一片大荒凉。
"
βοσκήμασι δʼ εἰσὶ νομαὶ δαψιλεῖς, καὶ μάλιστα ἵπποις καὶ ὄνοις τοῖς ἱπποβάταις· ἔστι δὲ καὶ τὸ γένος τῶν ἵππων ἄριστον τὸ Ἀρκαδικόν, καθάπερ καὶ τὸ Ἀργολικὸν καὶ τὸ Ἐπιδαύριον.
”然而,这里有供牲畜使用的丰美牧场,尤其是供马匹和与马交配的驴使用;阿卡迪亚品种的马极佳,就像阿尔戈斯和埃皮达鲁斯的品种一样。
καὶ ἡ τῶν Αἰτωλῶν δὲ καὶ Ἀκαρνάνων ἐρημία πρὸς ἱπποτροφίαν εὐφυὴς γέγονεν οὐχ ἧττον τῆς Θετταλίας.
而埃托利亚人和阿卡纳尼亚人土地的荒芜,也变得不亚于帖萨利那般适宜养马。
§8.8.2Μαντίνειαν μὲν οὖν ἐποίησεν ἔνδοξον Ἐπαμεινώνδας, τῇ δευτέρᾳ νικήσας μάχῃ Λακεδαιμονίους ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα.
埃帕梅农达斯使曼蒂内亚闻名遐迩,他在第二次战役中击败了拉刻代蒙人,其本人也在此战中牺牲。
καὶ αὕτη δὲ καὶ Ὀρχομενὸς καὶ Ἡραία καὶ Κλείτωρ καὶ Φενεὸς καὶ Στύμφαλος καὶ Μαίναλος καὶ Μεθύδριον καὶ Καφυεῖς καὶ Κύναιθα ἢ οὐκέτʼ εἰσὶν ἢ μόλις αὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα.
而这座城市,以及奥尔科梅诺斯、赫赖亚、克莱托尔、斐涅奥斯、斯廷法洛斯、迈纳洛斯、美堤德里翁、卡菲埃斯和屈奈塔,要么不复存在,要么几乎看不出任何痕迹和迹象。
Τεγέα δʼ ἔτι μετρίως συμμένει καὶ τὸ ἱερὸν τῆς Ἀλέας Ἀθηνᾶς· τιμᾶται δʼ ἐπὶ μικρὸν καὶ τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν κατὰ τὸ Λύκαιον ὄρος.
德格阿仍适度地存在着,阿莱亚的雅典娜神庙也是如此;位于吕凯翁山上的吕凯翁宙斯神庙也仍受到微弱的崇敬。
τῶν δʼ ὑπὸ τοῦ ποιητοῦ λεγομένων
"
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
"
εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.
至于诗人所说的:“里佩、斯特拉提埃和多风的埃尼斯佩,”不仅难以寻找,而且即使对于找到它们的人来说,由于其荒废,也毫无益处。
§8.8.3ὄρη δʼ ἐπιφανῆ πρὸς τῇ Κυλλήνῃ Φολόη τε καὶ Λύκαιον καὶ Μαίναλος καὶ τὸ Παρθένιον καλούμενον καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος.
除库勒涅山外,著名山脉还有佛洛埃山、吕凯翁山、迈纳洛斯山,以及被称为帕耳忒尼翁的山,该山自德格阿地区延伸至阿尔戈斯地区。
§8.8.4περὶ δὲ τοῦ Ἀλφειοῦ καὶ τοῦ Εὐρώτα τὸ συμβεβηκὸς παράδοξον εἴρηται καὶ τὸ περὶ Ἐρασῖνον τὸν ἐκδιδόντα ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν νυνί, πρότερον δʼ οὐκ ἔχοντα ἔκρυσιν, τῶν βερέθρων, ἃ καλοῦσιν οἱ Ἀρκάδες ζέρεθρα, τυφλῶν ὄντων καὶ μὴ δεχομένων ἀπέρασιν ὥστε τὴν τῶν Στυμφαλίων πόλιν νῦν μὲν καὶ πεντήκοντα διέχειν σταδίους ἀπὸ τῆς λίμνης, τότε δʼ ἐπʼ αὐτῆς κεῖσθαι.
关于阿尔斐俄斯河和欧罗塔斯河发生的奇妙现象,此前已经述及;关于埃拉西诺斯河也是如此,该河如今自斯廷法洛斯湖流向阿尔戈斯地区,而以前由于被阿卡迪亚人称为“泽雷特拉”的地下落水洞堵塞、无法排泄,因而没有出水口,导致斯廷法洛斯人的城市如今距离该湖有五十斯塔迪翁之遥,而当时则紧邻湖畔。
τἀναντία δʼ ὁ Λάδων ἔπαθε τοῦ ῥεύματος ἐπισχεθέντος ποτὲ διὰ τὴν ἔμφραξιν τῶν πηγῶν· συμπεσόντα γὰρ τὰ περὶ Φενεὸν βέρεθρα ὑπὸ σεισμοῦ, διʼ ὧν ἦν ἡ φορά, μονὴν ἐποίησε τοῦ ῥεύματος μέχρι τῶν κατὰ βάθους φλεβῶν τῆς πηγῆς.
相反,拉冬河则经历了相反的情形,其流量曾因水源受阻而中断;因为因地震之故,斐涅奥斯周围供河水流经的落水洞发生坍塌,导致水流一直停滞到水源深处的岩脉。
καὶ οἱ μὲν οὕτω λέγουσιν· Ἐρατοσθένης δέ φησι περὶ Φενεὸν μὲν τὸν Ἀνίαν καλούμενον ποταμὸν λιμνάζειν τὰ πρὸ τῆς πόλεως, καταδύεσθαι δʼ εἴς τινας ἠθμοὺς οὓς καλεῖσθαι ζέρεθρα· τούτων δʼ ἐμφραχθέντων ἔσθʼ ὅτε ὑπερχεῖσθαι τὸ ὕδωρ εἰς τὰ πεδία, πάλιν δʼ ἀναστομουμένων ἄθρουν ἐκ τῶν πεδίων ἐκπεσὸν εἰς τὸν Λάδωνα καὶ τὸν Ἀλφειὸν ἐμβάλλειν, ὥστε καὶ τῆς Ὀλυμπίας κλυσθῆναί ποτε τὴν περὶ τὸ ἱερὸν γῆν, τὴν δὲ λίμνην συσταλῆναι· τὸν Ἐρασῖνον δὲ παρὰ Στυμφάλου ῥέοντα ὑποδύντα ὑπὸ τὸ ὄρος ἐν τῇ Ἀργείᾳ πάλιν ἀναφανῆναι· διὸ δὴ καὶ Ἰφικράτη πολιορκοῦντα τὸν Στύμφαλον καὶ μηδὲν περαίνοντα ἐπιχειρῆσαι τὴν κατάδυσιν ἀποφράξαι σπόγγους πορισάμενον πολλούς, παύσασθαι δὲ διοσημίας γενομένης.
有人确实是这样说的;但埃拉托斯特尼说,在斐涅奥斯附近,被称为阿尼亚斯的河流在城市前面形成了一个湖,并沉入被称为“泽雷特拉”的某些滤水孔中;当这些孔被堵塞时,水有时会溢入平原,而当它们重新开通时,水便会从平原上奔流而出,汇入拉冬河和阿尔斐俄斯河,以至于连奥林匹亚圣殿周围的土地都曾被淹没,而湖面则缩小了;此外,埃拉西诺斯河流经斯廷法洛斯,潜入山下,并在阿尔戈斯地区重新出现;正因如此,伊菲克拉特斯在围攻斯廷法洛斯且一无所获时,曾试图通过收集大量海绵来堵塞这个落水口,但由于天生异象而罢手。
περὶ Φενεὸν δʼ ἔστι καὶ τὸ καλούμενον Στυγὸς ὕδωρ, λιβάδιον ὀλεθρίου ὕδατος νομιζόμενον ἱερόν.
在斐涅奥斯附近还有被称为“斯堤克斯之水”的水流,这是一股被视为神圣的、致命的滴水。
τοσαῦτα καὶ περὶ Ἀρκαδίας εἰρήσθω.
关于阿卡迪亚,姑且说这么多。
§8.8.5Πολυβίου δʼ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ ίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν τριακοσίων τετταράκοντα, εἶτα διὰ νειοῦ ἐκβολὰς διακοσίων τετταράκονλονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦένης καὶ Στόβων καὶ Δαρδανίων τρισχιυς.
鉴于波利比乌斯声称从马莱阿向北直到伊斯特罗斯河的距离大约为一万斯塔迪翁,阿尔特米多鲁斯对其进行了纠正,这并非没有道理,他指出从马莱阿到艾吉翁是一千四百斯塔迪翁的路程,从此地至[帕特雷]两百,从此地经赫拉克莱亚[至安布拉基亚]有五百的路程,然后至拉里萨三百四十,然后经[皮]内伊奥斯河口两百四十,然后[越过帖萨]洛尼卡六百六十,从此地[经埃多]梅内、斯托博伊和达尔达尼亚三千[两百]。
κατʼ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ έας ἑξακισχιλίων πεντακοσίων.
根据他,从[马莱阿至伊斯特罗斯河]的距离确实是六千五百。
αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις.
而造成这种情况的原因是他没有测量最短路线,而是测量了某位将军碰巧行军通过的路线。
οὐκ ἄτοπον δʼ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δʼ Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δʼ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.
或许,将埃福罗斯提到的在赫拉克勒斯后裔回归后居住于佩洛庞内索斯的建城者们补充进来,也并非不合时宜:科林斯的阿莱特斯、西库翁的法尔克斯、阿开亚的提萨梅诺斯、伊利斯的奥克叙洛斯、美塞尼亚的克雷斯丰特斯、拉刻代蒙的欧律斯忒涅斯和普罗克勒斯、阿尔戈斯的泰梅诺斯,以及阿克特周围的阿格赖奥斯和德伊丰特斯。