Humanitext Reader

斯特拉波 · 地理学 §8.6.22

科林斯的两座港口与地峡周边的村落

第 269 段,共 577 段 · 希腊语

内容简介

描述了科林斯两侧的港口莱凯翁与肯克里艾以及地峡的地理特征,并阐述了与克罗米翁和特内亚等周边村庄相关的神话与历史起源。

§8.6.22ἀρχὴ δὲ τῆς παραλίας ἑκατέρας τῆς μὲν τὸ Λέχαιον τῆς δὲ Κεγχρεαὶ κώμη καὶ λιμὴν ἀπέχων τῆς πόλεως ὅσον ἑβδομήκοντα σταδίους· τούτῳ μὲν οὖν χρῶνται πρὸς τοὺς ἐκ τῆς Ἀσίας πρὸς δὲ τοὺς ἐκ τῆς Ἰταλίας τῷ Λεχαίῳ.
而两侧海岸线的起点,一侧是莱凯翁,另一侧是肯克里艾,后者是距离该城大约七十斯塔迪翁的一座村庄兼港口;因此,对于来自亚洲的人,他们使用此港,而对于来自意大利的人,则使用莱凯翁。
τὸ δὲ Λέχαιον ὑποπέπτωκε τῇ πόλει κατοικίαν ἔχον οὐ πολλήν· σκέλη δὲ καθείλκυσται σταδίων περὶ δώδεκα ἑκατέρωθεν τῆς ὁδοῦ τῆς ἐπὶ τὸ Λέχαιον.
莱凯翁坐落于该城下方,拥有的定居点并不大;在通往莱凯翁的道路两侧,延伸着长约十二斯塔迪翁的“双翼”(长墙)。
ἐντεῦθεν δὲ παρεκτείνουσα ἡ ᾐὼν μέχρι Παγῶν τῆς Μεγαρίδος κλύζεται μὲν ὑπὸ τοῦ Κορινθιακοῦ κόλπου, κοίλη δʼ ἐστὶ καὶ ποιεῖ τὸν δίολκον πρὸς τὴν ἑτέραν ᾐόνα τὴν κατὰ Σχοινοῦντα πλησίον ὄντα τῶν Κεγχρεῶν.
从此地出发,一直延伸至梅加里斯的帕盖的海岸被科林斯湾洗刷;该海岸呈凹形,并向着靠近肯克里艾的斯科伊努斯处的另一侧海岸,形成了“迪奥尔科斯”陆运通道。
ἐν δὲ τῷ μεταξὺ τοῦ Λεχαίου καὶ Παγῶν τὸ τῆς Ἀκραίας μαντεῖον Ἥρας ὑπῆρχε τὸ παλαιόν, καὶ αἱ Ὀλμιαὶ τὸ ποιοῦν ἀκρωτήριον τὸν κόλπον ἐν ᾧ ἥ τε Οἰνόη καὶ Παγαί, τὸ μὲν τῶν Μεγαρέων φρούριον ἡ δὲ Οἰνόη τῶν Κορινθίων.
在莱凯翁与帕盖之间的区域,古时有阿克赖亚的赫拉神谕所,还有形成海湾的奥尔米艾岬角,该湾内有奥伊诺埃与帕盖,后者是梅加拉人的要塞,而奥伊诺埃属于科林斯人。
ἀπὸ τῶν Κεγχρεῶν ὁ Σχοινοῦς, καθʼ ὃν τὸ στενὸν τοῦ διόλκου· ἔπειθʼ ἡ Κρομμυωνία.
自肯克里艾出发是斯科伊努斯,此处即是迪奥尔科斯的狭窄处;随后是克罗米翁尼亚。
πρόκειται δὲ τῆς ᾐόνος ταύτης ὅ τε Σαρωνικὸς κόλπος καὶ ὁ Ἐλευσινιακός, τρόπον τινὰ ὁ αὐτὸς ὤν, συνεχὴς τῷ Ἑρμιονικῷ.
在这条海岸线的前方展宽着萨罗尼卡湾与埃莱夫西斯湾(它在某种程度上与前者相同),并与埃尔米奥尼卡湾相连。
ἐπὶ δὲ τῷ Ἰσθμῷ καὶ τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερὸν ἄλσει πιτυώδει συνηρεφές, ὅπου τὸν ἀγῶνα τῶν Ἰσθμίων Κορίνθιοι συνετέλουν.
在地峡上,还有被松树圣林遮蔽的伊斯托摩斯波塞冬神庙,科林斯人曾在此举行伊斯托摩斯竞技会。
ἡ δὲ Κρομμυὼν ἔστι κώμη τῆς Κορινθίας, πρότερον δὲ τῆς Μεγαρίδος, ἐν ᾗ μυθεύουσι τὰ περὶ τὴν Κρομμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασί· καὶ τῶν Θησέως ἄθλων ἕνα τοῦτον παραδιδόασι τὴν τῆς ὑὸς ταύτης ἐξαίρεσιν.
克罗米翁是科林斯地区的一座村庄,但从前属于梅加里斯,在此地流传着关于克罗米翁牝猪的神话,据说它是卡吕冬野猪的母亲;人们把消灭这头牝猪作为忒修斯的功绩之一流传下来。
καὶ ἡ Τενέα δʼ ἐστὶ κώμη τῆς Κορινθίας, ἐν ᾗ τοῦ Τενεάτου Ἀπόλλωνος ἱερόν·
特内亚也是科林斯地区的一座村庄,其中有特内亚阿波罗的神庙。
λέγεται δὲ καὶ Ἀρχίᾳ τῷ στείλαντι τὴν εἰς Συρακούσας ἀποικίαν τοὺς πλείστους τῶν ἐποίκων ἐντεῦθεν συνεπακολουθῆσαι, καὶ μετὰ ταῦτα εὐθηνεῖν μάλιστα τῶν ἄλλων τὴν κατοικίαν ταύτην, τὰ δʼ ὕστατα καὶ καθʼ αὑτοὺς πολιτεύεσθαι, προσθέσθαι τε τοῖς Ῥωμαίοις ἀποστάντας Κορινθίων καὶ κατασκαφείσης τῆς πόλεως συμμεῖναι.
据说,派遣殖民队前往叙拉古的阿尔基亚斯,其大部分殖民者都是从这里随行的;此后,该定居点比其他任何地方都更为繁荣,最后甚至实行自治,并在背弃科林斯人后投靠了罗马人,在科林斯城被摧毁后得以幸存。
φέρεται δὲ καὶ χρησμὸς ὁ δοθείς τινι τῶν ἐκ τῆς Ἀσίας ἐρωτῶντι εἰ λῷον εἴη μετοικεῖν εἰς Κόρινθον " εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δʼ εἴην Τενεάτης.
还流传着一个神谕,是给某个来自亚洲、询问移居科林斯是否更好的人的: “科林斯固然幸福,但我宁为特内亚人。
" ὅπερ κατʼ ἄγνοιάν τινες παρατρέπουσιν ἐγὼ δʼ εἴην Τεγεάτης.
” 而某些人因无知而将其歪曲为: “但我宁为特格亚人。
λέγεται δʼ ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν.
” 据说波吕玻斯在此地抚养了俄狄浦斯。
δοκεῖ δὲ καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τέννου τοῦ Κύκνου, καθάπερ εἴρηκεν Ἀριστοτέλης· καὶ ἡ τοῦ Ἀπόλλωνος δὲ τιμὴ παρʼ ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ σημεῖα.
而且,正如亚里士多德所说,特内多斯人与这些人之间似乎由于库克诺斯之子特涅斯而存在某种亲缘关系;而两地对阿波罗的崇拜相似,也提供了不小的证据。

词汇与语法注释

  1. §8.6.22ἀρχὴ δὲ τῆς παραλίας ἑκατέρας τῆς μὲν τὸ Λέχαιον τῆς δὲ Κεγχρεαὶ — 针对属格 ἑκατέρας(两侧的每一侧),分属格(部分属格)性质的同格属格短语 τῆς μὲν... τῆς δὲ... 与其并列,并分别带有主格的 τὸ Λέχαιον 和 Κεγχρεαὶ 作为名词性补语。整句省略了系动词 ἐστί。
  2. §8.6.22σκέλη δὲ καθείλκυσται σταδίων περὶ δώδεκα — 属格 σταδίων 是表示测量或性质的属格(genitive of measure),修饰 σκέλη,意为“长约十二斯塔迪翁的”。“双翼/双脚”(σκέλη)比喻性地指连接城市与港口的两条平行长墙(Long Walls)。
  3. §8.6.22λέγεται δὲ καὶ Ἀρχίᾳ τῷ στείλαντι ... τοὺς πλείστους ... συνεπακολουθῆσαι — 这是一个依赖于非人称动词 λέγεται 的“对格+不定式”(A.C.I.)结构。不定式 συνεπακολουθῆσαι 的逻辑主语是对格 τοὺς πλείστους,而与格 Ἀρχίᾳ 则是由表示“跟随”的复合动词所支配的与格补足语。
  4. §8.6.22λέγεται δʼ ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν — 在非人称动词 λέγεται(据说)的语境下,从属不定式 ἐκθρέψαι 的主语采用了主格 Πόλυβος,而非预期的对格(Πόλυβον)。这是一种将非人称结构与个人结构(λέγεται Πόλυβος ἐκθρέψαι)相混淆的变则句法。

引用这一段

斯特拉波, 地理学 §8.6.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。