Humanitext Reader

斯特拉波 · 地理学 §8.5.4-8.5.5

拉科尼亚的分治与黑劳士制度的起源

第 260 段,共 577 段 · 希腊语

内容简介

讨论了赫拉克勒斯后裔对拉科尼亚的六分、斯巴达黑劳士(国家奴隶)制度的起源和周边居民平等特权的剥夺,以及拉科尼亚国制的历史变迁。

§8.5.4φησὶ δʼ Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας Εὐρυσθένη τε καὶ Προκλῆ διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν·
埃福罗斯说,占领了拉科尼亚的赫拉克勒斯后裔欧律斯提涅斯和普罗克勒斯,将土地分为六个部分并在那里创建了城市。
μίαν μὲν οὖν τῶν μερίδων, τὰς Ἀμύκλας, ἐξαίρετον δοῦναι τῷ προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν·
他们将其中一个份额,即阿米克莱,作为特别的恩赐,奖给那个向他们出卖拉科尼亚并说服其统治者在协议下与阿开亚人一同撤退到伊奥尼亚的人。
τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς· εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λιπανδρίαν·
但他们宣布将斯巴达作为他们自己的王宫所在地,并向其他城市派遣了国王,允许他们由于人口稀少而接纳任何愿意共同居住的外国人。
χρῆσθαι δὲ Λαῒ μὲν ναλίμενον, Αἴγυι δὲ πρὸς τοὺς πολέ γὰρ ὁμορεῖν τοῖς κύκλῳ, Φάριδι δ ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσῃ, τ ὑπακούοντας δʼ ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσονόμους εἶναι, μετέχοντας καὶ πολιτείας καὶ ἀρχείων·
他们将拉斯用作港口,将艾吉斯用作战争用途(因为它与周围的人接壤),将法里斯用作保障内部安全,而[...]。 虽然所有的周边居民都服从斯巴达人,但他们同样享有平等的权利,共同参与公民权和官职。
Ἆγιν δὲ τὸν Εὐρυσθένους ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῇ Σπάρτῃ.
但欧律斯提涅斯之子阿吉斯夺走了他们的平等特权,并命令他们向斯巴达纳贡。
τοὺς μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δʼ Ἑλείους τοὺς ἔχοντας τὸ Ἕλος (καλεῖσθαι δὲ Εἵλωτας) ποιησαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμῳ καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτʼ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους·
其他人确实服从了,但占领赫洛斯的赫洛斯人(他们被称为黑劳士)发动了起义,在战争中被武力征服,并被判处在特定条件下成为奴隶,以至于所有者既不能释放他们,也不能将他们卖到境外。
τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον.
而这被称为针对黑劳士的战争。
σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες· τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.
几乎是阿吉斯及其追随者确立了后来一直延续到罗马统治时期的黑劳士制度;因为拉刻代蒙人以某种方式将他们作为公有奴隶占有,并给他们指定了特定的住所和专属的劳役。
§8.5.5περὶ δὲ τῆς Λακώνων πολιτείας καὶ τῶν γενομένων παρʼ αὐτοῖς μεταβολῶν τὰ μὲν πολλὰ παρείη τις ἂν διὰ τὸ γνώριμον, τινῶν δʼ ἄξιον ἴσως μνησθῆναι.
关于拉科尼亚人的国制以及他们之间发生的变革,由于众所周知,人们大可省略其中大部分内容,但有些点或许值得提及。
Ἀχαιοὺς γὰρ τοὺς Φθιώτας φασὶ συγκατελθόντας Πέλοπι εἰς τὴν Πελοπόννησον οἰκῆσαι τὴν Λακωνικήν, τοσοῦτον δʼ ἀρετῇ διενεγκεῖν ὥστε τὴν Πελοπόννησον, ἐκ πολλῶν ἤδη χρόνων Ἄργος λεγομένην, τότε Ἀχαϊκὸν Ἄργος λεχθῆναι, καὶ οὐ μόνον γε τὴν Πελοπόννησον ἀλλὰ καὶ ἰδίως τὴν Λακωνικὴν οὕτω προσαγορευθῆναι·
因为据说,与珀罗普斯一同下到伯罗奔尼撒的弗提奥提斯阿开亚人居住在拉科尼亚,并且在美德上如此出众,以至于早已被称为阿尔戈斯的伯罗奔尼撒,当时被称为阿开亚阿尔戈斯,不仅伯罗奔尼撒,而且特别是拉科尼亚本身也被如此称呼。
τὸ γοῦν τοῦ ποιητοῦ " ποῦ Μενέλαος ἔην;
无论如何,诗人的话, “墨涅拉俄斯在哪里?
" " ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;
难道他不在阿开亚阿尔戈斯吗?
" δέχονταί τινες οὕτως ἢ οὐκ ἦν ἐν τῇ Λακωνικῇ;
” 有些人这样理解: “难道他不在拉科尼亚吗?
κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον Φιλονόμου προδόντος τὴν χώραν τοῖς Δωριεῦσι μετανέστησαν ἐκ τῆς Λακωνικῆς εἰς τὴν τῶν Ἰώνων τὴν καὶ νῦν Ἀχαΐαν καλουμένην· ἐροῦμεν δὲ περὶ αὐτῶν ἐν τοῖς Ἀχαϊκοῖς.
” 但在赫拉克勒斯后裔归来时,由于菲洛诺莫斯向多利安人出卖了土地,他们从拉科尼亚迁移到了伊奥尼亚人的土地,即现在仍被称为阿开亚的地方;我们将在关于阿开亚的叙述中谈到他们。
οἱ δὲ κατασχόντες τὴν Λακωνικὴν κατʼ ἀρχὰς μὲν ἐσωφρόνουν, ἐπεὶ δʼ οὖν Λυκούργῳ τὴν πολιτείαν ἐπέτρεψαν, τοσοῦτον ὑπερεβάλοντο τοὺς ἄλλους ὥστε μόνοι τῶν Ἑλλήνων καὶ γῆς καὶ θαλάττης ἐπῆρξαν, διετέλεσάν τε ἄρχοντες τῶν Ἑλλήνων ἕως ἀφείλοντο αὐτοὺς τὴν ἡγεμονίαν Θηβαῖοι καὶ μετʼ ἐκείνους εὐθὺς Μακεδόνες.
占领拉科尼亚的人最初是节制的,但当他们将国制委托给莱库古时,他们便极大地超越了其他人,以至于在希腊人中唯一统治了陆地和海洋,并继续领导希腊人,直到底比斯人,以及紧随其后的马其顿人夺走了他们的霸权。
οὐ μὴν τελέως γε οὐδὲ τούτοις εἶξαν, ἀλλὰ φυλάττοντες τὴν αὐτονομίαν ἔριν εἶχον περὶ πρωτείων ἀεὶ πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τοὺς τῶν Μακεδόνων βασιλέας·
然而,他们并没有完全屈服于这些人,而是保持着自治,在与其他希腊人和马其顿国王的争斗中始终在争夺首位。
καταλυθέντων δὲ τούτων ὑπὸ Ῥωμαίων, μικρὰ μέν τινα προσέκρουσαν τοῖς πεμπομένοις ὑπὸ Ῥωμαίων στρατηγοῖς τυραννούμενοι τότε καὶ πολιτευόμενοι μοχθηρῶς· ἀναλαβόντες δὲ σφᾶς ἐτιμήθησαν διαφερόντως καὶ ἔμειναν ἐλεύθεροι, πλὴν τῶν φιλικῶν λειτουργιῶν ἄλλο συντελοῦντες οὐδέν.
当这些马其顿国王被罗马人推翻时,由于当时受僭主统治且政局糟糕,他们与罗马派来的将领发生了一些轻微的冲突;但恢复过来后,他们受到了特别的尊重并保持了自由,除了友好的义务外不缴纳任何其他费用。
νεωστὶ δʼ Εὐρυκλῆς αὐτοὺς ἐτάραξε δόξας ἀποχρήσασθαι τῇ Καίσαρος φιλίᾳ πέρα τοῦ μετρίου πρὸς τὴν ἐπιστασίαν αὐτῶν, ἐπαύσατο δʼ ἡ ἀρχὴ ταχέως, ἐκείνου μὲν παραχωρήσαντος εἰς τὸ χρεών, τοῦ δʼ υἱοῦ τὴν φιλίαν ἀπεστραμμένου τὴν τοιαύτην πᾶσαν·
最近,欧律克勒斯扰乱了他们,因其在对他们的监管中过度滥用了与恺撒的友好关系,但他的统治很快结束,因为他走向了宿命,而他的儿子则拒绝了所有此类友好关系。
συνέβη δὲ καὶ τοὺς Ἐλευθερολάκωνας λαβεῖν τινα τάξιν πολιτείας, ἐπειδὴ Ῥωμαίοις προσέθεντο πρῶτοι οἱ περίοικοι τυραννουμένης τῆς Σπάρτης, οἵ τε ἄλλοι καὶ οἱ Εἵλωτες.
此外,自由拉科尼亚人之所以获得了一定的国制秩序,是因为在斯巴达受僭主统治时,周边居民最先站在了罗马人一边,其他人和黑劳士也是如此。
Ἑλλάνικος μὲν οὖν Εὐρυσθένη καὶ Προκλέα φησὶ διατάξαι τὴν πολιτείαν, Ἔφορος δʼ ἐπιτιμᾷ φήσας Λυκούργου μὲν αὐτὸν μηδαμοῦ μεμνῆσθαι, τὰ δʼ ἐκείνου ἔργα τοῖς μὴ προσήκουσιν ἀνατιθέναι· μόνῳ γοῦν Λυκούργῳ ἱερὸν ἱδρῦσθαι καὶ θύεσθαι κατʼ ἔτος, ἐκείνοις δὲ καίπερ οἰκισταῖς γενομένοις μηδὲ τοῦτο δεδόσθαι ὥστε τοὺς ἀπʼ αὐτῶν τοὺς μὲν Εὐρυσθενίδας τοὺς δὲ Προκλείδας καλεῖσθαι, ἀ Ἀγίδας ἀπὸ Ἄγιδος τοῦ Εὐρυσθένους τοὺς δʼ πὸ Εὐρυπῶντος τοῦ Προκλέους·
赫拉尼库斯说欧律斯提涅斯和普罗克勒斯制定了国制,但埃福罗斯谴责他,说他根本没有提到莱库古,并将莱库古的功绩归于不属于它们的人;至少,仅为莱库古建造了神庙并每年进行祭祀,而对那两个人,尽管他们是奠基者,却连这一荣誉也没有给予,以至于他们的后代不被称为欧律斯提涅斯家族和普罗克勒斯家族,而是被称为阿吉斯家族(源于欧律斯提涅斯之子阿吉斯)和欧律蓬家族(源于普罗克勒斯之子欧律蓬)。
τοὺς μὲν σαι δικαίως, τοὺς δὲ δεξαμένους ἐππους, διʼ ἐκείνων δυναστεῦσαι· ὅθε νομισθῆναι ὅπερ πᾶσιν ἀποδέδοτασανίαν τε τῶν Εὐρυπωντιδῶν ἐκπεσόν οἰκείας ἐν τῇ φυγῇ συντάξαι λόγγου, νόμων ὄντος τῆς ἐκβαλούση τοὺς χρησμοὺς λέγειν τοὺς δοθέντα πλείστων.
也就是说,前者统治得公正,而后者接纳了外来者并通过他们进行统治;因此,他们没有被认为[配不上给予所有人的荣誉……],而被流放的保萨尼亚斯在流放中撰写了一篇关于本国国制的著作,因为将他流放的城市的法律规定,要声明所给出的非常多的神托。

词汇与语法注释

  1. 8.5.4τῷ προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον — 与格分词短语 `τῷ προδόντι ... καὶ πείσαντι` 作为前文 `ἐξαίρετον δοῦναι` 的间接宾语(与格)。不定式 `ἀπελθεῖν` 的逻辑主语是紧随其后的宾格分词短语 `τὸν κατέχοντα αὐτήν`(“占领该地的人”)。
  2. 8.5.4ὥστε τὸν ἔχοντα μήτʼ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους — 由 `ὥστε` 引导的结果从句结构。宾格的 `τὸν ἔχοντα`(“所有者”)作为非人称动词 `ἐξεῖναι`(“被允许”)的逻辑主语,控制着两个不定式 `ἐλευθεροῦν` 和 `πωλεῖν`。而 `τούτους`(“他们”)是这两个不定式的共同宾格宾语。
  3. 8.5.5δόξας ἀποχρήσασθαι τῇ Καίσαρος φιλίᾳ πέρα τοῦ μετρίου πρὸς τὴν ἐπιστασίαν αὐτῶν — 主格分词 `δόξας` 与主句主语(欧律克勒斯)一致。动词 `ἀποχράομαι`(“滥用”)支配与格,因此接 `τῇ Καίσαρος φιλίᾳ`。在短语 `πρὸς τὴν ἐπιστασίαν αὐτῶν` 中,`αὐτῶν`(“他们”)作为名词 `ἐπιστασία`(“监管、统治”)的宾格性属格(“对他们的监管”)发挥作用。
  4. 8.5.5νόμων ὄντος τῆς ἐκβαλούσης τοὺς χρησμοὺς λέγειν — `νόμων ὄντος` 是一个带有名词中性单数(非人称)分词的属格独立结构。属格 `τῆς ἐκβαλούσης` 与省略了的、意为“城市”的女性名词(`πόλεως`)相一致。不定式 `λέγειν` 用以规定法律(`νόμων`)的具体内容或要求。

引用这一段

斯特拉波, 地理学 §8.5.4-8.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.5.4-8.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。