Humanitext Reader

斯特拉波 · 地理学 §8.5.1-8.5.3

拉科尼亚湾周边地势与斯巴达诸城

第 259 段,共 577 段 · 希腊语

内容简介

斯特拉波阐述了紧接美塞尼亚湾的拉科尼亚湾、泰格托斯山、斯巴达的地势以及周边城市和岬角之间的距离关系,并讨论了荷马史诗目录中地名的认定及语法上的缩写实例。

§8.5.1ἔστι δʼ οὖν μετὰ τὸν Μεσσηνιακὸν κόλπον ὁ Λακωνικὸς μεταξὺ Ταινάρου καὶ Μαλεῶν, ἐκκλίνων μικρὸν ἀπὸ μεσημβρίας πρὸς ἕω· διέχουσι δὲ σταδίους ἑκατὸν τριάκοντα αἱ Θυρίδες τοῦ Ταινάρου ἐν τῷ Μεσσηνιακῷ οὖσαι κόλπῳ, ῥοώδης κρημνός.
在美塞尼亚湾之后,便是位于泰纳隆与马莱阿之间的拉科尼亚湾,它从南方稍微向东偏斜;而在美塞尼亚湾内的泰纳隆的“底里德斯”(意为“窗户”,是一处多急流的悬崖)相距一百三十斯塔德。
τούτων δʼ ὑπέρκειται τὸ Ταΰγετον· ἔστι δʼ ὄρος μικρὸν ὑπὲρ τῆς θαλάττης ὑψηλόν τε καὶ ὄρθιον, συνάπτον κατὰ τὰ προσάρκτια μέρη ταῖς Ἀρκαδικαῖς ὑπωρείαις, ὥστε καταλείπεσθαι μεταξὺ αὐλῶνα, καθʼ ὃν ἡ Μεσσηνία συνεχής ἐστι τῇ Λακωνικῇ.
在这之上耸立着泰格托斯山;这是一座位于海面之上不远处、高而陡峭的山脉,其北部与阿卡迪亚的麓山相连,从而在它们之间留下一条谷地,美塞尼亚便通过这条谷地与拉科尼亚相连。
ὑποπέπτωκε δὲ τῷ Ταϋγέτῳ ἡ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι, οὗ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, καὶ ἡ Φᾶρις.
在泰格托斯山脚下的内陆坐落着斯巴达、阿波罗神殿所在地阿米克莱,以及法里斯。
ἔστι μὲν οὖν ἐν κοιλοτέρῳ χωρίῳ τὸ τῆς πόλεως ἔδαφος καίπερ ἀπολαμβάνον ὄρη μεταξύ· ἀλλʼ οὐδέν γε μέρος αὐτοῦ λιμνάζει, τὸ δὲ παλαιὸν ἐλίμναζε τὸ προάστειον, καὶ ἐκάλουν αὐτὸ Λίμνας· καὶ τὸ τοῦ Διονύσου ἱερὸν ἐν Λίμναις ἐφʼ ὑγροῦ βεβηκὸς ἐτύγχανε, νῦν δʼ ἐπὶ ξηροῦ τὴν ἵδρυσιν ἔχει.
因此,这座城市的基地处于一个较为低洼的地方,尽管其中夹杂着一些山丘;但它的任何部分都没有形成沼泽,而在古代,其郊区曾是沼泽,他们称之为“里姆奈”(意为“沼泽”);里姆奈的狄奥尼索斯神庙曾恰好坐落在潮湿的土地上,但现在它的地基建在了干燥的土地上。
ἐν δὲ τῷ κόλπῳ τῆς παραλίας τὸ μὲν Ταίναρον ἀκτή ἐστιν ἐκκειμένη τὸ ἱερὸν ἔχουσα τοῦ Ποσειδῶνος ἐν ἄλσει ἱδρυμένον· πλησίον δʼ ἐστὶν ἄντρον, διʼ οὗ τὸν Κέρβερον ἀναχθῆναι μυθεύουσιν ὑφʼ Ἡρακλέους ἐξ ᾄδου.
在海湾沿岸,泰纳隆是一处突出的半岛,拥有建在圣林之中的波塞冬神殿;其附近有一处洞窟,神话中传说赫拉克勒斯曾通过此处将刻耳柏洛斯从冥界带出。
ἐντεῦθεν δʼ εἰς μὲν Φυκοῦντα ἄκραν τῆς Κυρηναίας πρὸς νότον δίαρμά ἐστι σταδίων τρισχιλίων· εἰς δὲ Πάχυνον πρὸς δύσιν, τὸ τῆς Σικελίας ἀκρωτήριον, τετρακισχιλίων ἑξακοσίων, τινὲς δὲ τετρακισχιλίων φασίν· εἰς δὲ Μαλέας πρὸς ἕω ἑξακοσίων ἑβδομήκοντα κατακολπίζοντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, πεντακοσίων εἴκοσι (πρόκειται δὲ κατὰ τούτου Κύθηρα ἐν τετταράκοντα σταδίοις, νῆσος εὐλίμενος, πόλιν ἔχουσα ὁμώνυμον, ἣν ἔσχεν Εὐρυκλῆς ἐν μέρει κτήσεως ἰδίας ὁ καθʼ ἡμᾶς τῶν Λακεδαιμονίων ἡγεμών· περίκειται δὲ νησίδια πλείω τὰ μὲν ἐγγὺς τὰ δὲ καὶ μικρὸν ἀπωτέρω)· εἰς δὲ Κώρυκον ἄκραν τῆς Κρήτης ἐγγυτάτω πλοῦς ἐστι σταδίων ἑπτακοσίων πεντήκοντα.
从这里向南到基雷奈卡的菲库斯岬,渡海距离为三千斯塔德;向西到西西里岛的帕奇努斯岬,为四千六百斯塔德(有人说是四千斯塔德);向东到马莱阿,若沿海湾航行为六百七十斯塔德;到马莱阿更内侧的低矮半岛奥奴·格纳托斯(意为“驴之颚”)为五百二十斯塔德(在这对面四十斯塔德处横卧着库塞拉岛,这是一座港湾优良的岛屿,拥有一座同名的城市,在我们这个时代,拉刻代蒙人的领袖欧律克勒斯曾占有该城,作为其个人私产的一部分;其周围环绕着许多小岛,有的较近,有的稍远);而到克里特岛最近的科里科斯岬,航程为七百五十斯塔德。
§8.5.2μετὰ δὲ Ταίναρον πλέοντι ἐπὶ τὴν Ὄνου γνάθον καὶ Μαλέας Ψαμαθοῦς ἐστι πόλις· εἶτʼ Ἀσίνη καὶ Γύθειον τὸ τῆς Σπάρτης ἐπίνειον ἐν διακοσίοις καὶ τετταράκοντα σταδίοις ἱδρυμένον· ἔχει δʼ, ὥς φασι, τὸ ναύσταθμον ὀρυκτόν· εἶθʼ ὁ Εὐρώτας ἐκδίδωσι μεταξὺ Γυθείου καὶ Ἀκραίων.
绕过泰纳隆后,向着奥奴·格纳托斯和马莱阿航行,便会到达普萨马图斯城;然后是阿西内,以及斯巴达的港口吉塞翁,相距二百四十斯塔德;正如人们所说,它拥有一个开凿出的军港;然后欧罗塔斯河在吉塞翁与阿克莱阿之间注入。
τέως μὲν οὖν ὁ πλοῦς ἐστι παρʼ αἰγιαλὸν ὅσον διακοσίων καὶ τετταράκοντα σταδίων· εἶθʼ ἑλῶδες ὑπέρκειται χωρίον καὶ κώμη Ἕλος· πρότερον δʼ ἦν πόλις, καθάπερ καὶ Ὅμηρός φησιν " οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον " κτίσμα δʼ Ἑλίου φασὶ τοῦ Περσέως.
因此,到此为止的航行是沿着海滩,大约二百四十斯塔德;然后上面是一片沼泽地和赫洛斯村;以前它是一座城市,正如荷马所说: “那些占有阿米克莱和海边小镇赫洛斯的人” 据说这是培尔修斯之子赫利奥斯所建。
ἔστι δὲ καὶ πεδίον καλούμενον Λεύκη· εἶτα πόλις ἐπὶ χερρονήσου ἱδρυμένη Κυπαρισσία λιμένα ἔχουσα· εἶτα ἡ Ὄνου γνάθος λιμένα ἔχουσα· εἶτα Βοία πόλις, εἶτα Μαλέαι· στάδιοι δʼ εἰς αὐτὰς ἀπὸ τῆς Ὄνου γνάθου πεντήκοντα καὶ ἑκατόν· ἔστι δὲ καὶ Ἀσωπὸς πόλις ἐν τῇ Λακωνικῇ.
这里还有一片被称为“莱乌凯”(意为“白地”)的平原;然后是建在半岛上的城市库帕里西亚,拥有一个港口;然后是拥有港口的奥奴·格纳托斯;然后是波埃城,然后是马莱阿;从奥奴·格纳托斯到这些地方的距离是一百五十斯塔德;拉科尼亚还有一座阿索波斯城。
§8.5.3τῶν δʼ ὑφʼ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι· Μεσσόαν δʼ οὐ τῆς χώρας εἶναι μέρος τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν κα.
在荷马所列举的城市中,据说“美塞”在任何地方都无法被指明;而“美索阿”,根据……的说法,像里姆奈翁一样,不是该地区的一部分,而是斯巴达自身的一部分(一个区)。
ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην· εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς.
但有些人认为,由于语尾切断,“美塞”是指“美塞尼亚”;因为已经说过,这曾经也是拉科尼亚的一部分。
παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι " ἥρως δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος, " ἀντὶ τοῦ Ἀλκιμέδων· Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ· Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας· παρʼ Ἐμπεδοκλεῖ δέ " μία γίνεται ἀμφοτέρων ὄψ " ἡ ὄψις· καὶ παρʼ Ἀντιμάχῳ " Δήμητρός τοι Ἐλευσινίης· ἱερὴ ὄψ.
他们用诗人的“kri”(大麦)、“do”(房屋)和“maps”(徒然)作为例子,此外还有: “英雄奥托梅顿和阿尔基摩斯,” 代替阿尔基梅顿;而来自赫西奥德的例子,是他将“brithy”(沉重)和“briaron”(强壮)简称为“bri”;索福克勒斯和伊翁将“rhadion”(容易)称为“rha”;埃庇卡摩斯则将 “lian”(非常)称为“li”,将“Syracusae”简称为“Syraco”;在恩培多克勒的诗中: “两者的视线合而为一” 代替“opsis”(视力);在安提马科斯那里: “神圣的视线,确实,属于埃莱夫西斯的德墨忒尔。
" καὶ τὸ ἄλφιτον ἄλφι· Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ· παρὰ Φιλήτᾳ δέ " δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι εἰς ἄνεμον δὲ τὰ πηδά " τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας.
” 而“alphiton”(大麦粉)被缩短为“alphi”;欧福里翁甚至将“helos”(钉)称为“hel”;在菲莱塔斯那里: “女仆们将白色的羊毛带入篮中” 阿拉托斯将“pedalia”(舵)说成“peda”,西米阿斯将“Dodona”(多多纳)说成“Dodo”。
τῶν δʼ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δʼ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί· γὰρ ἐν τῇ Λοκρίδι οὐδʼ ὅλως περίεισι.
在诗人命名的其他地方中,有些已被摧毁,有些留有痕迹,有些已被改名,如奥盖阿伊改为埃盖阿伊(因为洛克里斯的那座城市完全没有保存下来)。
τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφʼ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.
据记载,拉斯曾一度在被围困后被迪奥斯库里兄弟攻占,他们也正因此被称为拉佩尔赛(意为“拉斯的毁灭者”)。

词汇与语法注释

  1. 8.5.1ἀπολαμβάνον ὄρη μεταξύ — 分词 `ἀπολαμβάνον`(中性单数)与主语 `τὸ τῆς πόλεως ἔδαφος`(城市的基地)一致。`μεταξύ` 用作副词,意为“虽然在其中夹杂着山丘”。
  2. 8.5.1κατακολπίζοντι — 与格分词(阳性单数),用作判断与格(Dative of reference),意为“对于沿海湾航行的人而言”。
  3. 8.5.3κατά τὸν κα. — 此处文本有残损;抄本中的 `κα.` 可能是某个人名的缩写或连词。根据指南,我们将其如实翻译以体现这种残损(“根据……”)。
  4. 8.5.3γὰρ ἐν τῇ Λοκρίδι οὐδʼ ὅλως περίεισι. — 句首的连词 `γάρ` 解释了前一句(奥盖阿伊改名为埃盖阿伊)的原因,即因为洛克里斯地区同名的那座城市如今已完全不存,无需再作区分。

引用这一段

斯特拉波, 地理学 §8.5.1-8.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.5.1-8.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。