Humanitext Reader

斯特拉波 · 地理学 §8.4.4-8.4.6

美塞尼亚湾沿岸城市与帕米索斯河

第 257 段,共 577 段 · 希腊语

内容简介

阐述了美塞尼亚湾周边的地理特征与城市(如奥伊蒂洛斯、卡尔达米莱和费赖),结合其神话起源及阿伽门农许诺给阿喀琉斯的七座城市的比定,并进一步描述了帕米索斯河的流向及相关的领土争端。

§8.4.4τῇ δὲ Μεθώνῃ συνεχής ἐστιν ὁ Ἀκρίτας, ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου· καλοῦσι δʼ αὐτὸν καὶ Ἀσιναῖον ἀπὸ Ἀσίνης, πολίχνης πρώτης ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ.
与梅索内相连的是阿克里塔斯岬角,它是美塞尼亚湾的起点;人们也因阿西内(湾内第一个小城镇,与赫米奥尼斯同名的城镇)而称其为阿西奈翁。
αὕτη μὲν οὖν ἡ ἀρχὴ πρὸς δύσιν τοῦ κόλπου ἐστί, πρὸς ἕω δὲ αἱ καλούμεναι Θυρίδες, ὅμοροι τῇ νῦν Λακωνικῇ τῇ κατὰ Κιναίθιον καὶ Ταίναρον.
这一起点位于海湾的西侧,而东侧则是所谓的瑟里德斯,在基奈修姆和泰纳隆附近与现在的拉科尼卡接壤。
μεταξὺ δὲ ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις Οἴτυλός ἐστι· καλεῖται δʼ ὑπό τινων Βοίτυλος· εἶτα Λεῦκτρον τῶν ἐν τῇ Βοιωτίᾳ Λεύκτρων ἄποικος, εἶτʼ ἐπὶ πέτρας ἐρυμνῆς ἵδρυται Καρδαμύλη, εἶτα Φηραὶ ὅμορος Θουρίᾳ καὶ Γερήνοις, ἀφʼ οὗ τόπου Γερήνιον τὸν Νέστορα κληθῆναί φασι διὰ τὸ ἐνταῦθα σωθῆναι αὐτόν, ὡς προειρήκαμεν.
在两者之间,自瑟里德斯出发,有奥伊蒂洛斯(有人称其为波伊蒂洛斯);然后是莱乌克特隆,是波奥蒂亚的莱乌克特拉的殖民地;接着卡尔达米莱建在险峻的岩石上;然后是费赖,与图里亚和杰雷诺伊接壤,据说内斯托尔因在此避难而得救,故被称为杰雷尼亚人,正如我们之前所说。
δείκνυται δʼ ἐν τῇ Γερηνίᾳ Τρικκαίου ἱερὸν Ἀσκληπιοῦ, ἀφίδρυμα τοῦ ἐν τῇ Θετταλικῇ Τρίκκῃ.
在杰雷尼亚有三克阿斯克勒庇俄斯神庙,它是帖撒利三克神庙的复制品。
οἰκίσαι δὲ λέγεται Πέλοψ τό τε Λεῦκτρον καὶ Χαράδραν καὶ Θαλάμας, τοὺς νῦν Βοιωτοὺς καλουμένους, τὴν ἀδελφὴν Νιόβην ἐκδοὺς Ἀμφίονι καὶ ἐκ τῆς Βοιωτίας ἀγαγόμενός τινας.
据说,佩洛普斯在将妹妹尼奥贝嫁给安菲翁,并从波奥蒂亚带来一些人之后,建立了莱乌克特隆、哈拉德拉和萨拉迈(即如今被称为波奥蒂亚人的地方)。
παρὰ δὲ Φηρὰς Νέδων ἐκβάλλει ῥέων διὰ τῆς Λακωνικῆς, ἕτερος ὢν τῆς Νέδας· ἔχει δʼ ἱερὸν ἐπίσημον Ἀθηνᾶς Νεδουσίας.
内东川在费赖附近流经拉科尼卡并注入海中,它与内达川不同;那里有一座著名的内杜西亚雅典娜神庙。
καὶ ἐν Ποιαέσσῃ δʼ ἐστὶν Ἀθηνᾶς Νεδουσίας ἱερόν, ἐπώνυμον τόπου τινὸς Νέδοντος, ἐξ οὗ φασιν οἰκίσαι Τήλεκλον Ποιάεσσαν καὶ Ἐχειὰς καὶ Τράγιον.
在波伊埃萨也有一座内杜西亚雅典娜神庙,得名于一个叫内东的地方,据说特莱克洛斯由此建立了波伊埃萨、埃基埃和特拉吉翁。
§8.4.5τῶν δὲ προταθεισῶν ἑπτὰ πόλεων τῷ Ἀχιλλεῖ περὶ μὲν Καρδαμύλης καὶ Φηρῶν εἰρήκαμεν καὶ Πηδάσου.
在向阿喀琉斯承诺的七座城市中,我们已经谈到了卡尔达米莱、费赖和佩达索斯。
Ἐνόπην δὲ οἱ μὲν τὰ Πέλλανά φασιν, οἱ δὲ τόπον τινὰ περὶ Καρδαμύλην, οἱ δὲ τὴν Γερηνίαν·
至于埃诺佩,有人说它是佩拉纳,有人说它是卡尔达米莱附近的一个地方,也有人说是杰雷尼亚。
τὴν δὲ Ἱρὴν κατὰ τὸ ὄρος δεικνύουσι τὸ κατὰ τὴν Μεγαλόπολιν τῆς Ἀρκαδίας ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων, ἣν ἔφαμεν Οἰχαλίαν ὑπὸ τοῦ ποιητοῦ κεκλῆσθαι·
希雷则被指出位于阿卡迪亚的梅加洛波利斯附近的山路上,往安达尼亚的方向(我们说过这地方被诗人称为奥伊哈里亚)。
οἱ δὲ τὴν νῦν Μεσόλαν οὕτω καλεῖσθαί φασι καθήκουσαν εἰς τὸν μεταξὺ κόλπον τοῦ Ταϋγέτου καὶ τῆς Μεσσηνίας.
另一些人则说,现在的梅索拉即是此地,它向下延伸至泰格特斯与美塞尼亚之间的海湾。
ἡ δʼ Αἴπεια νῦν Θουρία καλεῖται, ἣν ἔφαμεν ὅμορον Φαραῖς· ἵδρυται δʼ ἐπὶ λόφου ὑψηλοῦ, ἀφʼ οὗ καὶ τοὔνομα.
埃佩亚现在被称为图里亚,我们说过它与法赖接壤;它建在高丘上,其名称也由此而来。
ἀπὸ δὲ τῆς Θουρίας καὶ ὁ Θουριάτης κόλπος, ἐν ᾧ πόλισμα ἦν Ῥίον τοὔνομα ἀπεναντίον Ταινάρου.
因图里亚而得名的还有图里亚特湾,其中有一个名为里翁的小镇,与泰纳隆相对。
Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν φασίν, Αἴπειαν δὲ τὴν Μεθώνην, οἱ δὲ τὴν μεταξὺ Ἀσίνην τῶν Μεσσηνίων πόλεων οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη καὶ ταύτην δέ τινες Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ.
至于安塞亚,有人说它就是图里亚本身,而埃佩亚则是梅索内;另一些人则说它是美塞尼亚城市中处于中间位置的阿西内,它最适合被称为“牧草深茂的地方”,在它靠近海边的地方有科罗内城,有些人说这里也被诗人称为佩达索斯。
" πᾶσαι δʼ ἐγγὺς ἁλός, " Καρδαμύλη μὲν ἐπʼ αὐτῇ, Φαραὶ δʼ ἀπὸ πέντε σταδίων, ὕφορμον ἔχουσα θερινόν, αἱ δʼ ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάττης διαστήμασι.
“而且都靠近大海,”卡尔达米莱紧临海边,而法赖距离海边有五斯塔德,并拥有一个夏季停泊处;其他城市距离大海的距离各不相同。
§8.4.6πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον ὁ Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς· ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην νενομίκασι πρότερον·
在科罗内附近,大约在海湾的中部,帕米索斯河注入海中,该河将这座城市和接下来的城市置于其右侧;这些城市中,最西端的是皮洛斯和基帕里西亚,而埃拉纳位于这两者之间(有些人曾错误地认为它就是以前的阿雷内)。
Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀ.
而该河将图里亚和法赖置于左侧。
μέγιστος δʼ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἢ ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης· ἀφέστηκέ τε τῆς νῦν Μεσσηνίων πόλεως ὁ ποταμὸς σταδίους πεντήκοντα.
它是地峡以内最大的河流,尽管它从水源流出不超过一百斯塔德,却带着充足的水流经美塞尼亚平原和所谓的马卡里亚;该河距离如今的美塞尼亚人城市有五十斯塔德。
ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου· τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν, προειρήκαμεν.
还有另一条较小的帕米索斯激流,流经拉科尼亚的莱乌克特隆,在菲利普时代,美塞尼亚人曾就此与拉刻代蒙人发生诉讼;至于被一些人称为阿马托斯的帕米索斯河,我们此前已经谈过。

词汇与语法注释

  1. 8.4.4ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις — 与格复数 ἀρξαμένοις 是地理描述中常用的关系与格,意为“对于从……出发的人”。
  2. 8.4.4τοὺς νῦν Βοιωτοὺς καλουμένους — 在 Θαλάμας 之后的这一阳性宾格短语是对居民的同位语说明,解释说因为佩洛普斯从波奥蒂亚带来了人,所以他们被称为“波奥蒂亚人”。
  3. 8.4.5ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων — 这是一个属格独立结构,其中现在分词主动态属格复数 ἰόντων 的主语被省略,泛指一般旅人(“当人们前往安达尼亚时”)。
  4. 8.4.6Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀ. — 手稿中的 ἐν ἀ. 是 ἐν ἀριστερᾷ(“在左侧”)的缩写,与前文的 ταύτην μὲν ἐν δεξιᾷ ἔχων(“将其置于右侧”)相对应,省略了分词 ἔχων。

引用这一段

斯特拉波, 地理学 §8.4.4-8.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.4.4-8.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。