§8.4.1ἡ δὲ Μεσσηνία συνεχής ἐστι τῇ Ἠλείᾳ, περινεύουσα τὸ πλέον ἐπὶ τὸν νότον καὶ τὸ Λιβυκὸν πέλαγος.
美塞尼亚与埃利斯相连,大部分向南延伸并临接利比亚海。
αὕτη δʼ ἐπὶ μὲν τῶν Τρωικῶν ὑπὸ Μενελάῳ ἐτέτακτο, μέρος οὖσα τῆς Λακωνικῆς, ἐκαλεῖτο δʼ ἡ χώρα Μεσσήνη· τὴν δὲ νῦν ὀνομαζομένην πόλιν Μεσσήνην, ἧς ἀκρόπολις ἡ Ἰθώμη ὑπῆρξεν, οὔπω συνέβαινεν ἐκτίσθαι·
在特洛伊战争时期,该地作为拉科尼卡的一部分受梅内劳斯统治,当时被称为美塞涅;但如今被称为美塞涅的城市(其卫城曾是伊托梅)在当时尚未建立。
μετὰ δὲ τὴν Μενελάου τελευτήν, ἐξασθενησάντων τῶν διαδεξαμένων τὴν Λακωνικήν, οἱ Νηλεῖδαι τῆς Μεσσηνίας ἐπῆρχον.
梅内劳斯死后,由于继承拉科尼卡统治的人势力衰微,涅琉斯子嗣统治了美塞尼亚。
καὶ δὴ κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τότε γενηθέντα μερισμὸν τῆς χώρας ἦν Μέλανθος βασιλεὺς τῶν Μεσσηνίων καθʼ αὑτοὺς ταττομένων, πρότερον δʼ ὑπήκοοι ἦσαν τοῦ Μενελάου.
而在赫拉克勒斯后裔回归及当时进行的土地分配时期,美兰托斯是独立组织的美塞尼亚人的国王,而在此之前他们是梅内劳斯的臣民。
σημεῖον δέ· ἐκ γὰρ τοῦ Μεσσηνιακοῦ κόλπου καὶ τοῦ συνεχοῦς Ἀσιναίου λεγομένου ἀπὸ τῆς Μεσσηνιακῆς Ἀσίνης αἱ ἑπτὰ ἦσαν πόλεις, ἃς ὑπέσχετο δώσειν ὁ Ἀγαμέμνων τῷ Ἀχιλλεῖ
"
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν,
"
οὐκ ἂν τάς γε μὴ προσηκούσας μήτʼ αὐτῷ μήτε τῷ ἀδελφῷ ὑποσχόμενος.
有一个证据:因为在美塞尼亚湾以及因美塞尼亚的阿西内而被称为阿西内湾的相邻海湾,有阿伽门农许诺给阿喀琉斯的七座城市: “卡尔达米莱、埃诺佩,以及草木茂盛的希雷,神圣的费赖与牧草深茂的安塞亚,美丽的埃佩亚,以及葡萄丰茂的佩达索斯,” 因为如果这些城市既不属于他自己,也不属于他的兄弟,他绝不会许诺赠送。
ἐκ δὲ τῶν Φηρῶν καὶ συστρατεύσαντας τῷ Μενελάῳ δηλοῖ ὁ ποιητής, τὸν δὲ καὶ συγκαταλέγει τῷ Λακωνικῷ καταλόγῳ, ἱδ ἐν τῷ Μεσσηνιακῷ κόλπῳ.
诗人也表明有人从费赖出发与梅内劳斯一同参战,并且他还将其中一个列入拉科尼卡的目录中,该地位于美塞尼亚湾。
ἔστι δʼ ἡ Μεσσήνη μετὰ Τριφυλίαν· κοινὴ δʼ ἐστὶν ἀμφοῖν ἄκρα, μεθʼ ἣν τὸ Κορυφάσιον· ὑπέρκειται δʼ ὄρος ἐν ἑπτὰ σταδίοις τὸ Αἰγαλέον τούτου τε καὶ τῆς θαλάττης.
美塞涅位于特里菲利亚之后;两地共有一个岬角,其后是科里法西翁;在这之上及海面上方七斯塔德处矗立着埃加莱翁山。
§8.4.2ἡ μὲν οὖν παλαιὰ Πύλος ἡ Μεσσηνιακὴ ὑπὸ τῷ Αἰγαλέῳ πόλις ἦν, κατεσπασμένης δὲ ταύτης ἐπὶ τῷ Κορυφασίῳ τινὲς αὐτῶν ᾤκησαν· προσέκτισαν δʼ αὐτὴν Ἀθηναῖοι τὸ δεύτερον ἐπὶ Σικελίαν πλέοντες μετʼ Εὐρυμέδοντος ἐπὶ Στρατοκλέους, ἐπιτείχισμα τοῖς Λακεδαιμονίοις.
那么,古老的美塞尼亚皮洛斯是位于埃加莱翁山下的一座城市,但在其被毁之后,其中一些人移居到了科里法西翁;阿修尼人在斯特拉托克勒斯执政官任内、与欧里梅敦一同航行前往西西里时,第二次在此增建,作为针对拉拉米多尼亚人的防御要塞。
αὐτοῦ δʼ ἐστὶ καὶ ἡ Κυπαρισσία ἡ Μεσσηνιακὴ καὶ ἡ καὶ ἡ προκειμένη πλησίον τοῦ Πύλου Σφαγία νῆσος, ἡ δʼ αὐτὴ καὶ Σφακτηρία λεγομένη, περὶ ἣν ἀπέβαλον ζωγρίᾳ Λακεδαιμόνιοι τριακοσίους ἐξ ἑαυτῶν ἄνδρας ὑπʼ Ἀθηναίων ἐκπολιορκηθέντας.
美塞尼亚的基帕里西亚也位于此地,还有位于皮洛斯前方的斯法吉亚岛(该岛亦被称为斯法克特里亚),在它周围,拉拉米多尼亚人失去了被阿修尼人包围并生擒的三百名本国士兵。
κατὰ δὲ τὴν παραλίαν ταύτην τῶν Κυπαρισσιέων πελάγιαι πρόκεινται δύο νῆσοι προσαγορευόμεναι Στροφάδες, τετρακοσίους ἀπέχουσαι μάλιστά πως τῆς ἠπείρου σταδίους ἐν τῷ Λιβυκῷ καὶ μεσημβρινῷ πελάγει.
在基帕里西亚人的这段海岸线外,有两个位于公海中的岛屿,被称为斯特罗法德斯岛,在利比亚海和南部海域中,距离大陆大约四百斯塔德。
φησὶ δὲ Θουκυδίδης ναύσταθμον ὑπάρξαι τῶν Μεσσηνίων ταύτην τὴν Πύλον· διέχει δὲ Σπάρτης τετρακοσίους.
修昔底德说,这个皮洛斯曾是美塞尼亚人的海军基地;它距离斯巴达四百斯塔德。
§8.4.3ἑξῆς δʼ ἐστὶ Μεθώνη· ταύτην δʼ εἶναί φασι τὴν ὑπὸ τοῦ ποιητοῦ Πήδασον προσαγορευομένην, μίαν τῶν ἑπτὰ ὧν ὑπέσχετο τῷ Ἀχιλλεῖ ὁ Ἀγαμέμνων·
紧接着是梅索内;人们说这就是诗人所称的佩达索斯,是阿伽门农许诺给阿喀琉斯的七座城市之一。
ἐνταῦθα Ἀγρίππας τὸν τῶν Μαυρουσίων βασιλέα τῆς Ἀντωνίου στάσεως ὄντα Βόγον κατὰ τὸν πόλεμον τὸν Ἀκτιακὸν διέφθειρε, λαβὼν ἐξ ἐπίπλου τὸ χωρίον.
在亚克兴战争期间,阿格里帕通过海上袭击攻占了该地,并在此处杀死了属于安东尼派系的摩尔人国王波戈斯。