§8.3.31Διωνομάσθη δὲ ἡ Πισᾶτις τὸ μὲν πρῶτον διὰ τοὺς ἡγεμόνας δυνηθέντας πλεῖστον, Οἰνόμαόν τε καὶ Πέλοπα τὸν ἐκεῖνον διαδεξάμενον καὶ τοὺς παῖδας αὐτοῦ πολλοὺς γενομένους· καὶ ὁ Σαλμωνεὺς δʼ ἐνταῦθα βασιλεῦσαι λέγεται· εἰς γοῦν ὀκτὼ πόλεις μεριζομένης τῆς Πισάτιδος, μία τούτων λέγεται καὶ ἡ Σαλμώνη.
皮萨蒂斯地区起初因其极有权势的首领而闻名,即奥诺玛俄斯和继承他的珀罗普斯,以及他的众多子嗣;据说萨尔摩纽斯也曾在此称王;无论如何,当皮萨蒂斯被划分为八座城市时,其中之一也被称为萨尔摩涅。
διὰ ταῦτά τε δὴ καὶ τὸ ἱερὸν τὸ Ὀλυμπίασι διατεθρύληται σφόδρα ἡ χώρα.
正是因为这些以及奥林匹亚的圣殿,该地区才非常声名远扬。
δεῖ δὲ τῶν παλαιῶν ἱστοριῶν ἀκούειν οὕτως ὡς μὴ ὁμολογουμένων σφόδρα· οἱ γὰρ νεώτεροι πολλὰ καινίζουσιν, ὥστε καὶ τἀναντία λέγειν, οἷον τὸν μὲν Αὐγέαν τῆς Πισάτιδος ἄρξαι τὸν δʼ Οἰνόμαον καὶ τὸν Σαλμωνέα τῆς Ἠλείας· ἔνιοι δʼ εἰς ταὐτὸ συνάγουσι τὰ ἔθνη.
然而,人们应当在不完全一致的前提下来听取古老的历史;因为后来的作家们引入了许多新奇的说法,以至于甚至说出相反的话,例如,奥革阿斯统治了皮萨蒂斯,而奥诺玛俄斯和萨尔摩纽斯统治了埃利斯;有些人则将这些部族合二为一。
δεῖ δὲ τοῖς ὁμολογουμένοις ὡς ἐπὶ πολὺ ἀκολουθεῖν, ἐπεὶ οὐδὲ τοὔνομα τὴν Πισᾶτιν ἐτυμολογοῦσιν ὁμοίως· οἱ μὲν γὰρ ἀπὸ Πίσης ὁμωνύμου τῇ κρήνῃ πόλεως, τὴν δὲ κρήνην Πῖσαν εἰρῆσθαι, οἷον πίστραν, ὅπερ ἐστὶ ποτίστρα· τὴν δὲ πόλιν ἱδρυμένην ἐφʼ ὕψους δεικνύουσι μεταξὺ δυεῖν ὀροῖν, Ὄσσης καὶ Ὀλύμπου, ὁμωνύμων τοῖς ἐν Θετταλίᾳ.
然而,应当遵循大部分达成共识的说法,因为甚至连皮萨蒂斯这个名字的词源解释也不尽相同;有人认为它得名于与泉水同名的皮萨城,并说该泉水被称为皮萨,类似于“皮斯特拉”,意思是牲畜饮水处;他们指出该城坐落于两座山之间的高处,即奥萨山和奥林匹斯山,与色萨利的山同名。
τινὲς δὲ πόλιν μὲν οὐδεμίαν γεγονέναι Πῖσαν φασίν (εἶναι γὰρ ἂν μίαν τῶν ὀκτώ), κρήνην δὲ μόνην, ἣν νῦν καλεῖσθαι Βῖσαν, Κικυσίου πλησίον πόλεως μεγίστης τῶν ὀκτώ· Στησίχορον δὲ καλεῖν πόλιν τὴν χώραν Πῖσαν λεγομένην, ὡς ὁ ποιητὴς τὴν Λέσβον Μάκαρος πόλιν.
但也有人说皮萨城根本不存在(因为若存在,它将是八城之一),而只有一个泉水,现在被称为毕萨,靠近八城中最大的城市奇丘西翁;并且说斯特西科罗斯将被称为皮萨的地区称为“城市”,就像诗人将莱斯博斯岛称为“马克耳的城市”一样。
Εὐριπίδης δʼ ἐν Ἴωνι
"
Εὔβοιʼ Ἀθήναις ἐστί τις γείτων πόλις
"
καὶ ἐν Ῥαδαμάνθυι
"
οἳ γῆν ἔχουσʼ Εὐβοΐδα πρόσχωρον πόλιν· "
Σοφοκλῆς δʼ ἐν Μυσοῖς
"
Ἀσία μὲν ἡ σύμπασα κλῄζεται, ξένε,
πόλις δὲ Μυσῶν Μυσία προσήγορος. "
欧里庇得斯在《伊翁》中说: “尤波亚是雅典的一个邻近城市,” 在《拉达曼提斯》中也说: “他们占领着尤波亚之地,一个邻近城市;” 索福克勒斯在《米西亚人》中说: “外邦人啊,整个亚洲确实都被这样称呼,但米西亚人的城市被称为米西亚。
§8.3.32ἡ δὲ Σαλμώνη πλησίον ἐστὶ τῆς ὁμωνύμου κρήνης ἐξ ἧς ῥεῖ ὁ Ἐνιπεύς· ἐμβάλλει δʼ εἰς τὸν Ἀλφειόν.
” 萨尔摩涅靠近同名的泉水,埃尼培乌斯河便发源于此;它汇入阿尔斐俄斯河。
τούτου δʼ ἐρασθῆναι τὴν Τυρώ φασιν
"
ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο.
据说堤洛曾爱上这条河: “她爱上了神圣的埃尼培乌斯河。
"
ἐνταῦθα γὰρ βασιλεῦσαι τὸν πατέρα αὐτῆς τὸν Σαλμωνέα, καθάπερ καὶ Εὐριπίδης ἐν Αἰόλῳ φησί.
” 因为她的父亲萨尔摩纽斯曾在这里统治,正如欧里庇得斯在《埃俄罗斯》中也这样说。
ἐγγὺς δὲ τῆς Σαλμώνης Ἡράκλεια, καὶ αὕτη μία τῶν ὀκτώ, διέχουσα περὶ τετταράκοντα σταδίους τῆς Ὀλυμπίας, κειμένη δὲ παρὰ τὸν Κυθήριον ποταμόν, οὗ τὸ τῶν Ἰωνιάδων νυμφῶν ἱερὸν τῶν πεπιστευμένων θεραπεύειν νόσους τοῖς ὕδασι.
萨尔摩涅附近有赫拉克勒亚,这也是八城之一,距离奥林匹亚约四十斯塔德,坐落在居特里俄斯河畔,那里有伊奥尼亚得斯宁芙的神殿,人们相信她们能用其泉水治疗疾病。
παρὰ δὲ τὴν Ὀλυμπίαν ἐστὶ καὶ ἡ Ἄρπινα, καὶ αὕτη τῶν ὀκτώ, διʼ ἧς ῥεῖ ποταμὸς Παρθενίας ὡς εἰς Ἡραίαν ἰόντων· αὐτοῦ δʼ ἔστι καὶ τὸ Κικύσιον τῶν ὀκτὼ καὶ τὸ Δυσπόντιον κατὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν ἐν πεδίῳ κείμενον· ἐξελείφθη δέ, καὶ ἀπῆραν οἱ πλείους εἰς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν· καὶ ἡ Φολόη δʼ ὑπέρκειται τῆς Ὀλυμπίας ἐγγυτάτω, ὄρος Ἀρκαδικόν, ὥστε τὰς ὑπωρείας τῆς Πισάτιδος εἶναι.
奥林匹亚附近还有阿尔皮纳,这也是八城之一,在前往赫拉亚的途中,帕尔特尼亚斯河穿过该城;在那里还有八城之一的奇丘西翁,以及位于从埃利斯到奥林匹亚道路旁平原上的迪斯蓬提翁;但它已被废弃,大多数居民迁往埃庇达姆诺斯和阿波罗尼亚;福洛埃也耸立在奥林匹亚紧上方,它是一座阿卡迪亚的山,因此其山麓组成了皮萨蒂斯的一部分。
καὶ πᾶσα δʼ ἡ Πισᾶτις καὶ τῆς Τριφυλίας τὰ πλεῖστα ὁμορεῖ τῇ Ἀρκαδίᾳ· διὰ δὲ τοῦτο καὶ Ἀρκαδικὰ εἶναι δοκεῖ τὰ πλεῖστα τῶν Πυλιακῶν ἐν καταλόγῳ φραζομένων χωρίων· οὐ μέντοι φασὶν οἱ ἔμπειροι· τὸν γὰρ Ἐρύμανθον εἶναι τὸν ὁρίζοντα τὴν Ἀρκαδίαν τῶν εἰς Ἀλφειὸν ἐμπιπτόντων ποταμῶν, ἔξω δʼ ἐκείνου τὰ χωρία ἱδρῦσθαι ταῦτα.
而且,整个皮萨蒂斯和特里菲利亚的大部分地区都与阿卡迪亚接壤;因此,在《船名表》中提到的皮洛斯大部分地点似乎属于阿卡迪亚;然而,有经验的人并不这么说;因为他们说,在汇入阿尔斐俄斯河的河流中,厄律曼托斯河是划分阿卡迪亚边界的河流,而这些地点坐落在该河之外。