§8.3.19ὑπὸ τούτοις ἐστὶν ἐν τῇ παραλίᾳ δύο ἄντρα, τὸ μὲν νυμφῶν Ἀνιγριάδων τὸ δὲ ἐν ᾧ τὰ περὶ τὰς Ἀτλαντίδας καὶ τὴν Δαρδάνου γένεσιν.
在这些(帕罗雷阿泰人的山脉)之下的沿海地区有两个洞穴,一个是阿尼格里阿得斯宁芙们的洞穴,另一个是发生过关于阿特兰提斯诸女神与达耳达诺斯诞生之事[的洞穴]。
ἐνταῦθα δὲ καὶ τὰ ἄλση τό τε Ἰωναῖον καὶ τὸ Εὐρυκύδειον.
此处还有伊奥尼亚神苑和欧律库代亚神苑。
τὸ μὲν οὖν Σαμικὸν ἔστιν ἔρυμα, πρότερον δὲ καὶ πόλις Σάμος προσαγορευομένη διὰ τὸ ὕψος ἴσως, ἐπειδὴ Σάμους ἐκάλουν τὰ ὕψη· τάχα δὲ τῆς Ἀρήνης ἀκρόπολις ἦν τοῦτο, ἧς ἐν τῷ καταλόγῳ μέμνηται ὁ ποιητής
"
οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν.
萨米康如今是一处要塞,但在以前它也是一座被称为萨摩斯的城市,或许是因为它的高度,因为他们过去将高地称为“萨摩伊”;而这或许就是诗人阿雷涅的卫城,诗人在《船名录》中提及了她:“那些居住在皮洛斯和可爱的阿雷涅的人。
"
οὐδαμοῦ γὰρ σαφῶς εὑρίσκοντες ἐνταῦθα μάλιστα εἰκάζουσι τὴν Ἀρήνην, ὅπου καὶ ὁ παρακείμενος Ἄνιγρος ποταμός, καλούμενος πρότερον Μινύειος, δίδωσιν οὐ μικρὸν σημεῖον· λέγει γὰρ ὁ ποιητής
"
ἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης.
” 因为在其他任何地方都无法明确找到,所以人们推测阿雷涅特别是在这里,此处相邻的阿尼格罗斯河(先前被称为米纽埃奥斯河)也提供了不小的证据;因为诗人说:“有一条名为米纽埃奥斯的河流,在阿雷涅附近流入大海。
"
πρὸς γὰρ δὴ τῷ ἄντρῳ τῶν Ἀνιγριάδων νυμφῶν ἐστι πηγή, ὑφʼ ἧς ἕλειον καὶ τιφῶδες τὸ ὑποπῖπτον γίνεται χωρίον· ὑποδέχεται δὲ τὸ πλεῖστον τοῦ ὕδατος ὁ Ἄνιγρος βαθὺς καὶ ὕπτιος ὢν ὥστε λιμνάζειν· θινώδης δʼ ὢν ὁ τόπος ἐξ εἴκοσι σταδίων βαρεῖαν ὀσμὴν παρέχει καὶ τοὺς ἰχθῦς ἀβρώτους ποιεῖ.
” 确实,在阿尼格里阿得斯宁芙的洞穴附近有一处泉水,受其影响,其下方的土地变得泥泞和多沼泽;阿尼格罗斯河承接了大部分的水流,因其深而平缓,从而形成了湖泊;该处地方多沙,在二十斯塔德内散发着难闻的气味,并使鱼类无法食用。
μυθεύουσι δʼ οἱ μὲν ἀπὸ τοῦ τῶν τετρωμένων Κενταύρων τινὰς ἐνταῦθʼ ἀπονίψασθαι τὸν ἐκ τῆς Ὕδρας ἰόν, οἱ δʼ ἀπὸ τοῦ Μελάμποδα τοῖς ὕδασι τούτοις καθαρσίοις χρήσασθαι πρὸς τὸν τῶν Προιτίδων καθαρμόν· ἀλφοὺς δὲ καὶ λεύκας καὶ λειχῆνας ἰᾶται τὸ ἐντεῦθεν λουτρόν.
有些人神话说,这是因为一些受伤的半人马在此洗去了九头蛇的毒液,另一些人则说是因为梅兰波斯使用这些水作为净化剂来净化普罗伊托斯的女儿们;在此处沐浴可治愈皮癣、白斑和顽癣。
φασὶ δὲ καὶ τὸν Ἀλφειὸν ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας οὕτως ὠνομάσθαι.
他们还说,阿尔菲奥斯河也是因治疗皮癣(阿尔弗斯)而得名。
ἐπεὶ οὖν ἥ τε ὑπτιότης τοῦ Ἀνίγρου καὶ αἱ ἀνακοπαὶ τῆς θαλάττης μονὴν μᾶλλον ἢ ῥύσιν παρέχουσι τοῖς ὕδασι, Μινυήιόν φασιν εἰρῆσθαι πρότερον, παρατρέψαι δέ τινας τοὔνομα καὶ ἀντʼ αὐτοῦ ποιῆσαι Μινυήιον.
既然阿尼格罗斯河的平缓和海水的回涌使水流滞留而非流动,所以人们说它以前被称为“米纽埃翁”(意为滞留者),但有些人歪曲了这个名字,用“米纽埃奥斯”(米努亚斯人的)取而代之。
ἔχει δʼ ἡ ἐτυμότης καὶ ἄλλας ἀφορμάς, εἴτʼ ἀπὸ τῶν μετὰ Χλωρίδος τῆς Νέστορος μητρὸς ἐλθόντων ἐξ Ὀρχομενοῦ τοῦ Μινυείου, Μινυῶν, οἳ τῶν Ἀργοναυτῶν ἀπόγονοι ὄντες ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον ἐντεῦθεν δʼ εἰς τὴν Τριφυλίαν, καὶ ᾤκησαν περὶ τὴν Ἀρήνην ἐν τῇ χώρᾳ τῇ νῦν Αἰπασίᾳ καλουμένῃ, οὐκ ἐχούσῃ οὐκέτι τὰ τῶν Μινυῶν κτίσματα·
这一语源还有其他根据,据说其源于与内斯托尔的母亲克罗里斯一同从米努亚斯人的奥尔科梅诺斯而来的米努亚斯人。
ὧν τινὲς μετὰ Θήρα τοῦ Αὐτεσίωνος (ἦν δʼ οὗτος Πολυνείκους ἀπόγονος) πλεύσαντες εἰς τὴν μεταξὺ Κυρηναίας καὶ τῆς Κρήτης νῆσον
"
καλλίστην τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρην,
"
ὥς φησι Καλλίμαχος, ἔκτισαν τὴν μητρόπολιν τῆς Κυρήνης Θήραν, ὁμώνυμον δʼ ἀπέδειξαν τῇ πόλει καὶ τὴν νῆσον.
他们是阿尔戈英雄的后裔,从莱姆诺斯岛被驱逐到拉刻代蒙,又从那里来到特里菲利亚,并在阿雷涅周边、现被称为艾帕西亚的地区定居,该地已不再有米努亚斯人的建筑;他们中的一些人与奥特西翁之子塞拉斯(他是波吕涅克斯的后裔)一同航行到昔兰尼加与克里特岛之间的岛屿,“往昔最美,而后得名塞拉,” 正如卡利马科斯所说,他们创建了昔兰尼的母邦塞拉,并使该岛与城市同名。
§8.3.20μεταξὺ δὲ τοῦ Ἀνίγρου καὶ τοῦ ὄρους, ἐξ οὗ ῥεῖ, ὁ τοῦ Ἰαρδάνου λειμὼν δείκνυται καὶ τάφος· καὶ Ἀχαιαὶ εἰσὶ δὲ πέτραι ἀπότομοι τοῦ αὐτοῦ ὄρους, ὑπὲρ ὧν ἡ Σάμος, ὡς ἔφαμεν, γέγονε πόλις·
在阿尼格罗斯河和它流出的山脉之间,展示着雅尔达诺斯的草地和坟墓;在同一座山上还有被称为阿开阿伊的陡峭岩石,如我们所说,萨摩斯城就建在这些岩石之上。
οὐ πάνυ δὲ ὑπὸ τῶν τοὺς περίπλους γραψάντων ἡ Σάμος μνημονεύεται, τάχα μέν γε διὰ τὸ πάλαι κατεσπάσθαι, τάχα δὲ καὶ διὰ τὴν θέσιν.
然而,撰写《航海记》(沿海航行记)的人几乎没有提及萨摩斯,或许确实是因为它在很久以前就被摧毁了,或许也因为它的地理位置。
τὸ μὲν γὰρ ποσείδιον ἔστιν ἄλσος, ὡς εἴρηται, πρὸς τῇ θαλάττῃ· ὑπέρκειται δʼ αὐτοῦ λόφος ὑψηλὸς ἐπίπροσθεν ὢν τοῦ νῦν Σαμικοῦ ἐφʼ οὗ ἦν ἡ Σάμος, ὥστʼ ἐκ θαλάττης μὴ ὁρᾶσθαι.
因为波塞冬神殿如前所述是海边的一处神苑;在它之上耸立着一座高山,位于现在的萨米康之前,萨摩斯曾座落其上,因此从海上是看不见它的。
καὶ πεδίον δʼ αὐτόθι καλεῖται Σαμικόν· ἐξ οὗ πλέον ἄν τις τεκμαίροιτο ὑπάρξαι ποτὲ πόλιν τὴν Σάμον.
那里的平原也被称为萨米康;由此人们可以进一步推测,萨摩斯曾经是一座城市。
καὶ ἡ Ῥαδίνη δὲ ἣν Στησίχορος ποιῆσαι δοκεῖ (ἧς ἀρχή
"
ἄγε Μοῦσα λίγειʼ, ἄρξον ἀοιδᾶς, Ἐρατώ, νόμους
Σαμίων περὶ παίδων ἐρατᾷ φθεγγομένα λύρᾳ
"
ἐντεῦθεν λέγει τοὺς παῖδας.
斯泰西科罗斯似乎创作过《拉迪内》(其开头为:“来吧,声音清脆的缪斯埃拉托,用可爱的竖琴唱出萨摩斯青年们的旋律,开始歌唱吧”),他在此也谈到了这些青年。
ἐκδοθεῖσαν γὰρ τὴν Ῥαδίνην εἰς Κόρινθον τυράννῳ φησὶν ἐκ τῆς Σάμου πλεῦσαι πνέοντος ζεφύρου, οὐ δήπουθεν τῆς Ἰωνικῆς Σάμου· δʼ αὐτῷ ἀνέμῳ καὶ ἀρχιθέωρον εἰς Δελφοὺς ελφὸν αὐτῆς ἐλθεῖν καὶ τὸν ἀνεψιὸν ἐρῶντα αὐτῆς ἅρματι εἰς Κόρινθον ἐξορμῆσαι παρʼ αὐτήν· ὅ τε τύραννος κτείνας ἀμφοτέρους ἅρματι ἀποπέμπει τὰ σώματα, μεταγνοὺς δʼ ἀνακαλεῖ καὶ θάπτει.
因为他说,拉迪内被嫁给科林斯的僭主时,是在西风吹拂下从萨摩斯起航的,这显然不是指伊奥尼亚的萨摩斯;由于同一股风,她的兄弟也作为神圣使节前往德尔斐,而爱慕她的表兄则乘战车前往科林斯她那里;僭主杀害了他们两人,用战车送回了尸体,但后来感到后悔,又将他们召回并予以安葬。