Humanitext Reader

斯特拉波 · 地理学 §7.fragments.48-7.fragments.54

赫布罗斯河与色雷斯切尔松尼苏斯

第 235 段,共 577 段 · 希腊语

内容简介

本节记述了色雷斯各部落的兵力与赫布罗斯河周边的地理、萨莫色雷斯的传说与卡贝里神群,以及色雷斯切尔松尼苏斯半岛的地理特征和主要城市。

§7.fragments.48ἔστι δʼ ἡ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσιν ἐθνῶν συνεστῶσα· δύναται δὲ στέλλειν καίπερ οὖσα περισσῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους ἱππέας, πεζῶν δὲ καὶ εἴκοσι μυριάδας.
整个色雷斯由二十二个部落组成;尽管它已极度疲惫,但仍能派出一万五千名骑兵和二十万名步兵。
μετὰ δὲ τὴν Μαρώνειαν Ὀρθαγόρεια πόλις καὶ τὰ περὶ Σέρριον, παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθρᾴκων πολίχνιον Τέμπυρα καὶ ἄλλο Χαράκωμα, οὗ πρόκειται ἡ Σαμοθρᾴκη νῆσος, καὶ Ἴμβρος οὐ πολὺ ἄπωθεν ταύτης· πλέον δʼ ἢ διπλάσιον ἡ Θάσος.
马罗尼亚之后是城市奥尔塔戈雷亚和塞里翁周边地区,这是一段险峻的航线,还有萨莫色雷斯人的小镇滕皮拉以及另一个被称为哈拉科马的小镇,其前方横卧着萨莫色雷斯岛,因布罗斯岛距离它也不远;而萨索斯岛的大小则是其两倍以上。
ἀπὸ δὲ Χαρακώματος Δορίσκος, ὅπου ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆθος.
从哈拉科马出发是多里斯科斯,薛西斯曾在此测量其军队的数量。
εἶθʼ Ἕβρος ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν εἴκοσι· τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφείλοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφίλιππον.
接着是赫布罗斯河,至库普塞拉有一百二十斯塔迪翁的溯航航道;他说这是马其顿的边界,罗马人从珀尔修斯手中,以及后来从伪腓力手中夺取了这片土地。
Παῦλος μὲν οὖν ὁ τὸν Περσέα ἑλὼν συνάψας τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Ἀμφιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πελαγόσι.
捕获珀尔修斯的保卢斯,将伊庇鲁斯诸部落也并入马其顿,将该地区划分为四个部分,并分别划归安菲波利斯、塞萨洛尼基、佩拉和佩拉戈内斯人。
παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέναι ἔτι ἀνωτέρω, εἶτʼ ἔσχατοι Βέσσοι· μέχρι γὰρ δεῦρο ὁ ἀνάπλους.
沿着赫布罗斯河居住着科尔皮洛伊人,更往上是布雷奈人,最后是最深处的贝索伊人;因为溯航最远可达此处。
ἅπαντα δὲ τὰ ἔθνη λῃστρικὰ ταῦτα, μάλιστα δʼ οἱ Βέσσοι, οὓς λέγει γειτονεύειν Ὀδρύσαις καὶ Σαπαίοις.
所有这些部落都好劫掠,尤其是贝索伊人,他说他们与奥德里萨人和萨派伊人接壤。
ἀστῶν δὲ βασίλειον ἦν Βιζύη.
阿斯托伊人的王宫是比济埃。
Ὀδρύσας δὲ καλοῦσιν ἔνιοι πάντας τοὺς ἀπὸ Ἕβρου καὶ Κυψέλων μέχρι Ὀδησσοῦ τῆς παραλίας ὑπεροικοῦντας, ὧν ἐβασίλευσεν Ἀμάδοκος καὶ Κερσοβλέπτης καὶ Βηρισάδης καὶ Σεύθης καὶ Κότυς.
但有些人将从赫布罗斯河和库普塞拉直到沿海奥德索斯之上方居住的所有人都称为奥德里萨人,阿马多科斯、凯尔索布莱普特斯、贝里萨德斯、塞乌特斯和科蒂斯曾统治过他们。
E. §7.fragments.49ὅτι ὁ νῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος.
E. 现今在色雷斯被称为里吉尼亚的河流,以前被称为埃里贡。
Epit. §7.fragments.50ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκη Σάμος πρίν.
Epit. 雅西翁和达尔达诺斯兄弟曾居住在萨莫色雷斯;但当雅西翁因对德墨忒尔犯下的罪行而被雷击死后,达尔达诺斯便离开萨莫色雷斯,来到伊达山脚下居住,将该城命名为达尔达尼亚,并向特洛伊人传授了萨莫色雷斯的秘仪;萨莫色雷斯以前被称为萨摩斯。
Epit. §7.fragments.51ὅτι τοὺς ἐν τῇ Σαμοθρᾴκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις, οὐδʼ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους οἵτινές εἰσι, καθάπερ τοὺς Κύρβαντας καὶ Κορύβαντας, ὡς δʼ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους.
Epit. 许多人说在萨莫色雷斯受尊崇的神明与卡贝里神群相同,尽管他们自己也无法说明卡贝里究竟是谁,就像对待基尔班特斯和科里班特斯,以及库雷特斯和伊达的达克蒂洛伊一样。
E. §7.fragments.52πρὸς δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος ἐν τῷ Μέλανι κόλπῳ κεῖται, κτίσμα Μιτυληναίων καὶ Κυμαίων, ἔτι δὲ πρότερον Ἀλωπεκοννησίων· εἶτʼ ἄκρα Σαρπηδών· εἶθʼ ἡ Χερρόνησος ἡ Θρᾳκία καλουμένη, ποιοῦσα τήν τε Προποντίδα καὶ τὸν Μέλανα κόλπον καὶ τὸν Ἑλλήσποντον·
E. 在具有双河口的赫布罗斯河出海口附近,坐落着梅拉斯湾内的城市埃诺斯,它是米蒂利尼人和库墨人的定居点,更早则是阿洛佩孔内索斯人的定居点;接着是萨尔佩东岬角;接着是被称为色雷斯切尔松尼苏斯的半岛,它形成了普罗蓬蒂斯海、梅拉斯湾和赫勒斯滂海峡。
ἄκρα γὰρ ἔκκειται πρὸς εὐρόνοτον, συνάπτουσα τὴν Εὐρώπην πρὸς τὴν Ἀσίαν ἑπτασταδίῳ πορθμῷ τῷ κατὰ Ἄβυδον καὶ Σηστόν, ἐν ἀριστερᾷ μὲν τὴν Προποντίδα ἔχουσα, ἐν δεξιᾷ δὲ τὸν Μέλανα κόλπον καλούμενον οὕτως ἀπὸ τοῦ Μέλανος ἐκδιδόντος εἰς αὐτόν, καθάπερ Ἡρόδοτος καὶ Εὔδοξος·
因为该半岛向东南延伸,在阿比多斯和塞斯托斯处通过一条七斯塔迪翁宽的海峡将欧洲与亚洲连接起来,其左侧为普罗蓬蒂斯海,右侧为梅拉斯湾(因梅拉斯河流入其中而得名,正如希罗多德和欧多克索斯所述)。
εἴρηκε δέ, φησίν, ὁ Ἡρόδοτος μὴ ἀνταρκέσαι τὸ ῥεῖθρον τῇ Ξέρξου στρατιᾷ τοῦτο· ἰσθμῷ δὲ κλείεται τετταράκοντα σταδίων ἡ λεχθεῖσα ἄκρα ἐν μέσῳ μὲν οὖν τοῦ ἰσθμοῦ Λυσιμάχεια πόλις ἵδρυται ἐπώνυμος τοῦ κτίσαντος βασιλέως·
他说,希罗多德曾提到过,这条溪流无法满足薛西斯军队的需要;而上述半岛被一个四十斯塔迪翁宽的地峡所封闭。
ἑκατέρωθεν δʼ ἐπὶ μὲν τῷ Μέλανι κόλπῳ Καρδία κεῖται μεγίστη τῶν ἐν τῇ Χερρονήσῳ πόλεων, Μιλησίων καὶ Κλαζομενίων κτίσμα, ὕστερον δὲ καὶ Ἀθηναίων· ἐν δὲ τῇ Προποντίδι Πακτύη.
在地峡的中部建立了以建城之王命名的城市利西马基亚;在其两侧,位于梅拉斯湾的一侧坐落着卡尔迪亚(半岛中最大的城市,由米利都人和克拉佐门奈人建立,后来也由雅典人建立),而普罗蓬蒂斯海的一侧则是帕克蒂埃。
μετὰ δὲ Καρδίαν Δράβος καὶ Λίμναι· εἶτʼ Ἀλωπεκόννησος, εἰς ἣν τελευτᾷ μάλιστα ὁ Μέλας κόλπος· εἶτʼ ἄκρα μεγάλη Μαζουσία· εἶτʼ ἐν κόλπῳ Ἐλαιοῦς, ὅπου τὸ Πρωτεσιλάειον, καθʼ ὃ τὸ Σίγειον ἀπὸ τετταράκοντα σταδίων ἐστίν, ἄκρα τῆς Τρῳάδος·
卡尔迪亚之后是德拉博斯和利姆奈;接着是阿洛佩孔内索斯,梅拉斯湾基本在此处结束;接着是巨大的马祖西亚岬角;接着在湾内是埃劳斯,那里有普罗特西拉奥斯神庙,与之相对四十斯塔迪翁远的地方是西盖翁,即特罗阿德的岬角。
καὶ σχεδὸν τοῦτʼ ἔστι τὸ νοτιώτατον ἄκρον τῆς Χερρονήσου, σταδίους μικρῷ πλείους τῶν τετρακοσίων ἀπὸ Καρδίας· καὶ οἱ λοιποὶ δʼ ἐπὶ θάτερον μέρος τοῦ ἰσθμοῦ μικρῷ τοῦ διαστήματος τούτου πλείους περιπλέοντι.
这几乎是切尔松尼苏斯的最南端,距离卡尔迪亚略多于四百斯塔迪翁;而对于地峡另一侧的其他居民来说,绕航此处所得的距离也比这个距离稍多一些。
E. §7.fragments.53ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος τρεῖς ποιεῖ θαλάσσας· Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσποντον ἐξ ἀνατολῶν καὶ τὸν Μέλανα κόλπον ἐκ νότου, ὅπου καὶ ὁ Μέλας ποταμὸς ἐκβάλλει, ὁμώνυμος τῷ κόλπῳ.
E. 色雷斯的切尔松尼苏斯形成了三片海域:北为普罗蓬蒂斯海,东为赫勒斯滂,南为梅拉斯湾,与该湾同名的梅拉斯河亦流入此处。
Epit. §7.fragments.54ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερρονήσου τρεῖς πόλεις κεῖνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῇ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογαίᾳ Λυσιμάχεια· μῆκος τοῦ ἰσθμοῦ στάδια τετταράκοντα.
Epit. 在切尔松尼苏斯的地峡上坐落着三座城市:靠近梅拉斯湾的是卡尔迪亚,靠近普罗蓬蒂斯海的是帕克蒂埃,靠近内陆的是利西马基亚;地峡的长度为四十斯塔迪翁。
Epit.
Epit.

词汇与语法注释

  1. §7.fragments.48καίπερ οὖσα — 连词 `καίπερ` 与分词 `οὖσα` 连用表示让步(“尽管是……”)。分词的主语是主句的主语 `ἡ Θρᾴκη`(阴性单数),并在主格上保持一致。
  2. §7.fragments.48ἣν ἀφείλοντο Περσέα — 动词 `ἀφαιρέομαι`(夺取)支配双宾格,即被夺取的事物(关系代词 `ἣν`,指代马其顿)和被夺取的人(`Περσέα`,指珀尔修斯)均用宾格(对格)。
  3. §7.fragments.51οὐδʼ αὐτοὺς ἔχοντες λέγειν — 动词 `ἔχω` 后接不定式(此处为 `λέγειν`)时,表示“能够”(能力或可能)。`αὐτούς` 是强意代词,用以强调分词 `ἔχοντες` 的逻辑主语(“甚至他们自己也无法说明”)。
  4. §7.fragments.52μὴ ἀνταρκέσαι — 不定式 `ἀνταρκέσαι` 用于间接引语的“宾格加不定式”结构中,因此否定词使用 `μὴ` 而非 `οὐ`。动词 `ἀνταρκέω`(意为“足够”、“抵御”)支配与格(`τῇ Ξέρξου στρατιᾷ`)。

引用这一段

斯特拉波, 地理学 §7.fragments.48-7.fragments.54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.48-7.fragments.54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。