§7.3.10περί τε τῶν Μυσῶν δίκαιός ἐστιν ὑποσχεῖν λόγον τῶν ἐν τοῖς ἔπεσι λεγομένων Ἀπολλόδωρος, πότερʼ ἡγεῖται καὶ τούτους εἶναι πλάσμα, ὅταν φῇ ὁ ποιητὴς
"
Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν,
"
ἢ τοὺς ἐν τῇ Ἀσίᾳ δέχεται.
关于史诗中所提到的缪索伊人,阿波罗多洛斯理应给出一个解释:当诗人说 “以及近战的缪索伊人和高贵的食乳者” 时,他是否认为这些人也是虚构的,还是他接受了那些在亚洲的人。
τοὺς μὲν οὖν ἐν τῇ Ἀσίᾳ δεχόμενος παρερμηνεύσει τὸν ποιητήν, ὡς προείρηται, πλάσμα λέγων, ὡς μὴ ὄντων ἐν τῇ Θρᾴκῃ Μυσῶν, παρὰ τὰ ὄντα.
如果他接受在亚洲的人,正如前文所说,他将误解诗人,并因认为色雷斯没有缪索伊人而称其为虚构,这违背了事实。
ἔτι γὰρ ἐφʼ ἡμῶν Αἴλιος Κάτος μετῴκισεν ἐκ τῆς περαίας τοῦ Ἴστρου πέντε μυριάδας σωμάτων παρὰ τῶν Γετῶν, ὁμογλώττου τοῖς Θρᾳξὶν ἔθνους, εἰς τὴν Θρᾴκην·
因为甚至在我们的时代,埃利乌斯·卡图斯就将五万名盖特人(这是一个与色雷斯人同语言的部族)从伊斯特河对岸迁徙到了色雷斯。
καὶ νῦν οἰκοῦσιν αὐτόθι Μοισοὶ καλούμενοι, ἤτοι καὶ τῶν πρότερον οὕτω καλουμένων, ἐν δὲ τῇ Ἀσίᾳ Μυσῶν μετονομασθέντων, ἢ ὅπερ οἰκειότερόν ἐστι τῇ ἱστορίᾳ καὶ τῇ ἀποφάσει τοῦ ποιητοῦ, τῶν ἐν τῇ Θρᾴκῃ Μυσῶν καλουμένων πρότερον.
如今他们住在那里,被称为莫伊索伊人,这要么是因为他们以前就如此称呼、后来在亚洲改名为缪索伊人,要么是——这更符合历史和诗人的陈述——以前在色雷斯他们就被称为缪索伊人。
περὶ μὲν δὴ τούτων ἅλις· ἐπάνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν.
关于这些已经说得足够了,我将回到接下来的巡历。
§7.3.11τῶν δὴ Γετῶν τὰ μὲν παλαιὰ ἀφείσθω, τὰ δʼ εἰς ἡμᾶς ἤδη τοιαῦτα ὑπῆρξε.
关于盖特人,其古老的历史且置之不理,而到了我们这个时代的状况如下。
Βοιρεβίστας ἀνὴρ Γέτης, ἐπιστὰς ἐπὶ τὴν τοῦ ἔθνους ἐπιστασίαν, ἀνέλαβε κεκακωμένους τοὺς ἀνθρώπους ὑπὸ συχνῶν πολέμων καὶ τοσοῦτον ἐπῆρεν ἀσκήσει καὶ νήψει καὶ τῷ προσέχειν τοῖς προστάγμασιν, ὥστʼ ὀλίγων ἐτῶν μεγάλην ἀρχὴν κατεστήσατο καὶ τῶν ὁμόρων τοὺς πλείστους ὑπέταξε τοῖς Γέταις·
盖特人波伊雷比斯塔斯在执掌该部族的领导权后,重振了因频频战争而疲惫不堪的人民,并通过训练、节制和服从命令使他们极大地提升。 结果,他在短短几年内建立了一个伟大的帝国,并将大多数邻近的部族臣服于盖特人。
ἤδη δὲ καὶ Ῥωμαίοις φοβερὸς ἦν, διαβαίνων ἀδεῶς τὸν Ἴστρον καὶ τὴν Θρᾴκην λεηλατῶν μέχρι Μακεδονίας καὶ τῆς Ἰλλυρίδος, τούς τε Κελτοὺς τοὺς ἀναμεμιγμένους τοῖς τε Θρᾳξὶ καὶ τοῖς Ἰλλυριοῖς ἐξεπόρθησε, Βοίους δὲ καὶ ἄρδην ἠφάνισε τοὺς ὑπὸ Κριτασίρῳ καὶ Ταυρίσκους.
他甚至已经让罗马人感到畏惧,他肆无忌惮地渡过伊斯特河,洗劫色雷斯直至马其顿和伊利里亚,并扫荡了与色雷斯人及伊利里亚人混居的凯尔特人,彻底消灭了克里塔西罗斯手下的波伊人以及陶里斯基人。
πρὸς δὲ τὴν εὐπείθειαν τοῦ ἔθνους συναγωνιστὴν ἔσχε Δεκαίνεον ἄνδρα γόητα, πεπλανημένον κατὰ τὴν Αἴγυπτον καὶ προσημασίας ἐκμεμαθηκότα τινάς, διʼ ὧν ὑπεκρίνετο τὰ θεῖα·
为了获得该部族的服从,他得到了一个名叫德凯内乌斯的术士作为协力者。 德凯内乌斯曾在埃及游历,学会了某些预兆的技艺,并借此假托神意。
καὶ διʼ ὀλίγου καθίστατο θεός, καθάπερ ἔφαμεν περὶ τοῦ Ζαμόλξεως διηγούμενοι.
在短时间内,他被奉为神明,正如我们在讲述扎莫尔克西斯时所说的那样。
τῆς δʼ εὐπειθείας σημεῖον· ἐπείσθησαν γὰρ ἐκκόψαι τὴν ἄμπελον καὶ ζῆν οἴνου χωρίς.
他们顺从的一个证据是:他们被说服砍掉葡萄藤,在没有葡萄酒的情况下生活。
ὁ μὲν οὖν Βοιρεβίστας ἔφθη καταλυθεὶς ἐπαναστάντων αὐτῷ τινων πρὶν ἢ Ῥωμαίους στεῖλαι στρατείαν ἐπʼ αὐτόν· οἱ δὲ διαδεξάμενοι τὴν ἀρχὴν εἰς πλείω μέρη διέστησαν.
然而,在罗马人对他发起远征之前,波伊雷比斯塔斯就被一些起义者推翻了;而继承政权的人则分裂为若干个部分。
καὶ δὴ καὶ νῦν, ἡνίκα ἔπεμψεν ἐπʼ αὐτοὺς στρατείαν ὁ Σεβαστὸς Καῖσαρ, εἰς πέντε μερίδας, τότε δὲ εἰς τέτταρας διεστῶτες ἐτύγχανον·
事实上,就在不久前,当奥古斯都·凯撒对他们发起远征时,他们分裂成了五个部分,而在当时则恰好是四个部分。
οἱ μὲν οὖν τοιοῦτοι μερισμοὶ πρόσκαιροι καὶ ἄλλοτʼ ἄλλοι.
当然,这种划分是暂时的,随时都在变化。
§7.3.12γέγονε δὲ καὶ ἄλλος τῆς χώρας μερισμὸς συμμένων ἐκ παλαιοῦ·
该地区还有另一种自古以来一直存在的划分:因为他们将一些人称为达基亚人,将另一些人称为盖特人。
τοὺς μὲν γὰρ Δακοὺς προσαγορεύουσι τοὺς δὲ Γέτας, Γέτας μὲν τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ πρὸς τὴν ἕω, Δακοὺς δὲ τοὺς εἰς τἀναντία πρὸς τὴν Γερμανίαν καὶ τὰς τοῦ Ἴστρου πηγάς, οὓς οἶμαι Δάους καλεῖσθαι τὸ παλαιόν·
盖特人是指那些朝向庞统斯海和东方的人,而达基亚人则是指那些朝向相反方向、即德国和伊斯特河源头的人。 我认为,这些人古时候被称为达奥伊人。
ἀφʼ οὗ καὶ παρὰ τοῖς Ἀττικοῖς ἐπεπόλασε τὰ τῶν οἰκετῶν ὀνόματα Γέται καὶ Δᾶοι.
正因为如此,在雅典人中,家奴的名字盖塔斯和达奥斯非常盛行。
τοῦτο γὰρ πιθανώτερον ἢ ἀπὸ τῶν Σκυθῶν οὓς καλοῦσι Δάας· πόρρω γὰρ ἐκεῖνοι περὶ τὴν Ὑρκανίαν, καὶ οὐκ εἰκὸς ἐκεῖθεν κομίζεσθαι ἀνδράποδα εἰς τὴν Ἀττικήν.
因为这比从被称为达哈伊的塞人那里衍生出来更为可信;因为后者远在希尔卡尼亚周围,不太可能从那里将奴隶运送到阿提卡。
ἐξ ὧν γὰρ ἐκομίζετο, ἢ τοῖς ἔθνεσιν ἐκείνοις ὁμωνύμους ἐκάλουν τοὺς οἰκέτας, ὡς Λυδὸν καὶ Σύρον, ἢ τοῖς ἐπιπολάζουσιν ἐκεῖ ὀνόμασι προσηγόρευον, ὡς Μάνην ἢ Μίδαν τὸν Φρύγα, Τίβιον δὲ τὸν Παφλαγόνα.
因为人们要么根据这些奴隶被带出来的国家,用那些部族的名字来称呼奴隶(如吕底亚人或叙利亚人),要么用那些地方流行的名字来称呼他们(如弗里吉亚人的马内斯或米达斯,以及帕弗拉戈尼亚人的蒂比奥斯)。
ἐπὶ τοσοῦτον δʼ ὑπὸ τοῦ Βοιρεβίστα τὸ ἔθνος ἐξαρθὲν ἐταπεινώθη τελέως ὑπό τε τῶν στάσεων καὶ τῶν Ῥωμαίων· ἱκανοὶ δʼ ὅμως εἰσὶν ἔτι καὶ νῦν στέλλειν τέτταρας μυριάδας.
然而,这个曾被波伊雷比斯塔斯提升到如此高度的民族,因内乱和罗马人而彻底衰落;尽管如此,他们直到现在仍有能力派兵四万。