Humanitext Reader

斯特拉波 · 地理学 §7.3.4-7.3.5

驳阿比伊人解与盖塔先知扎莫尔克西斯

第 205 段,共 577 段 · 希腊语

内容简介

斯特拉波驳斥了波塞多尼乌斯将“阿比伊人”解释为独身无妻者的观点,他通过引用梅南德斯的喜剧说明了盖塔人多妻的习俗以及女性在宗教中的主导角色。随后,他讲述了盖塔人备受尊崇的预言家扎莫尔克西斯的历史,解释了他们禁食有生命之物的毕达哥拉斯式习惯的起源。

§7.3.4τὸ μὲν οὖν τὴν γραφὴν κινεῖν ἐκ τοσούτων ἐτῶν εὐδοκιμήσασαν περιττὸν ἴσως· πολὺ γὰρ πιθανώτερον ὠνομάσθαι μὲν ἐξ ἀρχῆς Μυσούς, μετωνομάσθαι δὲ ὡς νῦν.
因此,修改流传多年、备受推崇的文本或许是多余的;因为更令人信服的是,他们从一开始就被称为“米西亚人”,后来才改名为现在这个名字。
τοὺς ἀβίους δὲ τοὺς χήρους οὐ μᾶλλον ἢ τοὺς ἀνεστίους καὶ τοὺς ἁμαξοίκους δέξαιτʼ ἄν τις· μάλιστα γὰρ περὶ τὰ συμβόλαια καὶ τὴν τῶν χρημάτων κτῆσιν συνισταμένων τῶν ἀδικημάτων, τοὺς οὕτως ἀπʼ ὀλίγων εὐτελῶς ζῶντας δικαιοτάτους εὔλογον κληθῆναι·
而人们接受“阿比伊人”为“无妻者”,并不比接受其为“无家者”和“大车居住者”更有道理;因为既然不公主要发生在契约和财产占有方面,那么对于这些依靠极少的东西过着简朴生活的人,称其为“最公正的”也是合情合理的。
ἐπεὶ καὶ οἱ φιλόσοφοι τῇ σωφροσύνῃ τὴν δικαιοσύνην ἐγγυτάτω τιθέντες τὸ αὔταρκες καὶ τὸ λιτὸν ἐν τοῖς πρώτοις ἐζήλωσαν· ἀφʼ οὗ καὶ προεκπτώσεις τινὰς αὐτῶν παρέωσαν ἐπὶ τὸν κυνισμόν.
实际上,哲学家们也将正义置于最接近节制的位置,首先追求自足与简朴;由此,他们中的一些人甚至向犬儒派产生了一些偏差。
τὸ δὲ χήρους γυναικῶν οἰκεῖν οὐδεμίαν τοιαύτην ἔμφασιν ὑπογράφει, καὶ μάλιστα παρὰ τοῖς Θρᾳξὶ καὶ τούτων τοῖς Γέταις.
但是在没有女人的情况下生活并不能暗示出任何此类意义,尤其是在色雷斯人中,特别是在盖塔人中间。
ὅρα δʼ ἃ λέγει Μένανδρος περὶ αὐτῶν οὐ πλάσας, ὡς εἰκός, ἀλλʼ ἐξ ἱστορίας λαβών " πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δʼ οἱ Γέται ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι ἐκεῖθεν εἶναι τὸ γένος) οὐ σφόδρʼ ἐγκρατεῖς ἐσμέν.
且看梅南德斯对他们的描述,他想必不是凭空捏造,而是取材于历史: “所有的色雷斯人,尤其是盖塔人,我们所有人(因为我自豪地宣称自己的家族源自那里)都不是非常克己的。
" καὶ ὑποβὰς μικρὸν τῆς περὶ τὰς γυναῖκας ἀκρασίας τίθησι τὰ παραδείγματα· " γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς, εἰ μὴ δέκʼ ἢ ἕνδεκα γυναῖκας δώδεκά τʼ ἢ πλείους τινές· ἂν τέτταρας δʼ ἢ πέντε γεγαμηκὼς τύχῃ καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος ἄνυμφος οὗτος ἐπικαλεῖτʼ ἐν τοῖς ἐκεῖ.
” 在稍后一些地方,他举出了他们在女人方面缺乏克己的例子: “因为我们中没有一个人娶妻少于十个或十一个,有些人甚至娶十二个或更多;但如果有人碰巧在仅娶了四、五个妻子的情况下死去了,他在那里的人们中间就会被称为未唱婚礼歌的、可怜的、无妻之人。
" ταῦτα γὰρ ὁμολογεῖται μὲν καὶ παρὰ τῶν ἄλλων, οὐκ εἰκὸς δὲ τοὺς αὐτοὺς ἅμα μὲν ἄθλιον νομίζειν βίον τὸν μὴ μετὰ πολλῶν γυναικῶν, ἅμα δὲ σπουδαῖον καὶ δίκαιον τὸν τῶν γυναικῶν χῆρον.
” 因为这些事在其他人中也是公认的,但同样的人一方面认为不娶多个妻子的生活是可怜的,另一方面又认为无妻的生活是崇高和正义的,这显然是不合常理的。
τὸ δὲ δὴ καὶ θεοσεβεῖς νομίζειν καὶ καπνοβάτας τοὺς ἐρήμους γυναικῶν σφόδρα ἐναντιοῦται ταῖς κοιναῖς ὑπολήψεσιν.
况且,把那些远离女人的人视为敬神者和“烟行者”,这与常人的观念大相径庭。
ἅπαντες γὰρ τῆς δεισιδαιμονίας ἀρχηγοὺς οἴονται τὰς γυναῖκας· αὗται δὲ καὶ τοὺς ἄνδρας προκαλοῦνται πρὸς τὰς ἐπὶ πλέον θεραπείας τῶν θεῶν καὶ ἑορτὰς καὶ ποτνιασμούς· σπάνιον δʼ εἴ τις ἀνὴρ καθʼ αὑτὸν ζῶν εὑρίσκεται τοιοῦτος.
因为所有人都认为女人是迷信的主导者;正是她们驱使男人进行更广泛的神明崇拜、节日和祈愿;而很少发现有什么独居的男人是这样的。
ὅρα δὲ πάλιν τὸν αὐτὸν ποιητὴν ἃ λέγει εἰσάγων τὸν ἀχθόμενον ταῖς περὶ τὰς θυσίας τῶν γυναικῶν δαπάναις καὶ λέγοντα " ἐπιτρίβουσι δʼ ἡμᾶς οἱ θεοί, μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα ἄγειν ἑορτήν ἐστʼ ἀνάγκη.
再看看同一位诗人是如何借一个因女人们在祭祀上的花费而感到苦恼的角色之口说道: “神明毁灭了我们,尤其是我们这些成了家的人;因为我们总是必须举办某种节日。
" τὸν δὲ μισογύνην αὐτὰ ταῦτα αἰτιώμενον " ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας, ἐκυμβάλιζον δʼ ἑπτὰ θεράπαιναι κύκλῳ, αἱ δʼ ὠλόλυζον.
” 而那个讨厌女人的人则指责这些同样的事: “我们一天祭祀五次,七个女仆在周围敲击着钹,其他女人则发出呼喊。
" τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζεσθαι παράλογόν τι ἐμφαίνει· τὸ δʼ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ ἀπιστητέον καὶ ἐκ τῆς ἄλλης ἱστορίας.
” 因此,盖塔人中未婚者被视为特别敬虔,这显得有些不可思议;但从波塞多尼乌斯所言以及其他历史记载来看,这个民族对神明之事的崇敬具有强大影响力,这一点是不容置疑的。
§7.3.5λέγεται γάρ τινα τῶν Γετῶν ὄνομα Ζάμολξιν δουλεῦσαι Πυθαγόρᾳ καί τινα τῶν οὐρανίων παρʼ ἐκείνου μαθεῖν, τὰ δὲ καὶ παρʼ Αἰγυπτίων πλανηθέντα καὶ μέχρι δεῦρο· ἐπανελθόντα δʼ εἰς τὴν οἰκείαν σπουδασθῆναι παρὰ τοῖς ἡγεμόσι καὶ τῷ ἔθνει προλέγοντα τὰς ἐπισημασίας, τελευτῶντα δὲ πεῖσαι τὸν βασιλέα κοινωνὸν τῆς ἀρχῆς αὐτὸν λαβεῖν ὡς τὰ παρὰ τῶν θεῶν ἐξαγγέλλειν ἱκανόν·
因为据说盖塔人中一个名叫扎莫尔克西斯的人曾是毕达哥拉斯的奴隶,并从他那里学到了一些天文学知识,有些事则是游历埃及人那里学得的,并一直流传至今;当他回到故土后,因为能预言星象而受到统治者和整个民族的器重;最后,他甚至说服国王接纳他作为治理国家的伙伴,认为他有能力传达神明的旨意。
καὶ κατʼ ἀρχὰς μὲν ἱερέα κατασταθῆναι τοῦ μάλιστα τιμωμένου παρʼ αὐτοῖς θεοῦ, μετὰ ταῦτα δὲ καὶ θεὸν προσαγορευθῆναι, καὶ καταλαβόντα ἀντρῶδές τι χωρίον ἄβατον τοῖς ἄλλοις ἐνταῦθα διαιτᾶσθαι, σπάνιον ἐντυγχάνοντα τοῖς ἐκτὸς πλὴν τοῦ βασιλέως καὶ τῶν θεραπόντων·
起初,他被任命为他们中最受崇敬的神明的祭司,但此后,他甚至被称为神。 他占领了一处他人无法进入的洞穴,并在那里生活,除了国王和仆人之外,极少与外界的人接触。
συμπράττειν δὲ τὸν βασιλέα ὁρῶντα τοὺς ἀνθρώπους προσέχοντας ἑαυτῷ πολὺ πλέον ἢ πρότερον, ὡς ἐκφέροντι τὰ προστάγματα κατὰ συμβουλὴν θεῶν.
国王也予以配合,因为他看到人们比以前更加服从自己,认为他是根据神明的建议来发布政令的。
τουτὶ δὲ τὸ ἔθος διέτεινεν ἄχρι καὶ εἰς ἡμᾶς, ἀεί τινος εὑρισκομένου τοιούτου τὸ ἦθος, ὃς τῷ μὲν βασιλεῖ σύμβουλος ὑπῆρχε, παρὰ δὲ τοῖς Γέταις ὠνομάζετο θεός· καὶ τὸ ὄρος ὑπελήφθη ἱερόν, καὶ προσαγορεύουσιν οὕτως· ὄνομα δʼ αὐτῷ Κωγαίονον ὁμώνυμον τῷ παραρρέοντι ποταμῷ.
这一习俗甚至一直延续到我们的时代,总能找到这样性格的人,他作为国王的谋士,在盖塔人中被称为神;那 opinion座山也被认为是神圣的,他们也如此称呼它;它的名字是科盖奥农,与在旁流过的河流同名。
καὶ δὴ ὅτε Βυρεβίστας ἦρχε τῶν Γετῶν, ἐφʼ ὃν ἤδη παρεσκευάσατο Καῖσαρ ὁ θεὸς στρατεύειν, Δεκαίνεος εἶχε ταύτην τὴν τιμήν, καί πως τὸ τῶν ἐμψύχων ἀπέχεσθαι Πυθαγόρειον τοῦ Ζαμόλξιος ἔμεινε παραδοθέν.
的确,当布雷比斯塔斯统治盖塔人时——神圣的恺撒当时已准备向他开战——德凯内奥斯享有这一荣誉,而源自扎莫尔克西斯的毕达哥拉斯式的禁食有生命之物的习惯,也不知怎地被流传并保留了下来。

词汇与语法注释

  1. §7.3.4τοὺς ἀβίους δὲ τοὺς χήρους οὐ μᾶλλον ἢ τοὺς ἀνεστίους — “οὐ μᾶλλον A ἤ B”的句型。将“阿比伊人”接受为“无妻者”(A),并不比将其接受为“无家者”(B1)和“车居者”(B2)更有道理。这支持了斯特拉波的论点,即比起单纯将他们解释为禁欲的独身者,将其解释为过着简朴、漂泊生活的人,更能与哲学家关于自足和正义的观点保持一致。
  2. §7.3.4παρέωσαν — 动词 παρωθέω(推开、推过)的第三人称复数不定过去时。此处表示一些哲学家在追求自足和简朴的过程中,推至极端甚至产生了向犬儒派的偏差。
  3. §7.3.4εἰσάγων τὸν ἀχθόμενον... καὶ λέγοντα — 双重分词结构。主语诗人(梅南德斯)的现在分词 εἰσάγων(引入)引导宾语“感到苦恼的人”(τὸν ἀχθόμενον),并与现在分词 λέγοντα(说道)并列,用作引入喜剧台词的引导句。
  4. §7.3.5τὰ δὲ καὶ παρʼ Αἰγυπτίων πλανηθέντα — 此处的“τὰ δὲ”(其他一些事物)与前文的“τινα τῶν οὐρανίων”(某些天文学知识)相对照,并与扎莫尔克西斯求学过程中的“游历”(πλανηθέντα)相联系。中性复数分词 πλανηθέντα(源自 πλανάω)描述了他为了从埃及人那里收集知识而进行的漫长旅程。

引用这一段

斯特拉波, 地理学 §7.3.4-7.3.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.3.4-7.3.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。