§7.3.13ῥεῖ δὲ διʼ αὐτῶν Μάρισος ποταμὸς εἰς τὸν Δανούιον, ᾧ τὰς παρασκευὰς ἀνεκόμιζον οἱ Ῥωμαῖοι τὰς πρὸς τὸν πόλεμον·
马里索斯河流经他们的土地,注入达努比奥斯河,罗马人曾利用这条河运送战争物资。
καὶ γὰρ τοῦ ποταμοῦ τὰ μὲν ἄνω καὶ πρὸς ταῖς πηγαῖς μέρη μέχρι τῶν καταρακτῶν Δανούιον προσηγόρευον, ἃ μάλιστα διὰ τῶν Δακῶν φέρεται, τὰ δὲ κάτω μέχρι τοῦ Πόντου τὰ παρὰ τοὺς Γέτας καλοῦσιν Ἴστρον·
因为人们将这条河的上游、即靠近源头直至急流的部分(该部分主要流经达基亚人)称为达努比奥斯,而将靠近盖特人的下游、直至庞统斯海的部分称为伊斯特罗斯。
ὁμόγλωττοι δʼ εἰσὶν οἱ Δακοὶ τοῖς Γέταις.
达基亚人与盖特人使用相同的语言。
παρὰ μὲν οὖν τοῖς Ἕλλησιν οἱ Γέται γνωρίζονται μᾶλλον διὰ τὸ συνεχεῖς τὰς μεταναστάσεις ἐφʼ ἑκάτερα τοῦ Ἴστρου ποιεῖσθαι καὶ τοῖς Μοισοῖς ἀναμεμῖχθαι· καὶ τὸ τῶν Τριβαλλῶν δʼ ἔθνος, Θρᾳκικὸν ὄν, τὸ αὐτὸ πέπονθε τοῦτο.
因此,盖特人在希腊人中更为人所知,因为他们不断在伊斯特罗斯河两岸迁徙,并与莫伊索伊人相混杂;而特里巴洛伊人这一色雷斯部族也经历了同样的事情。
μεταναστάσεις γὰρ δέδεκται, τῶν πλησιοχώρων εἰς τοὺς ἀσθενεστέρους ἐξαναστάντων, τῶν μὲν ἐκ τῆς περαίας Σκυθῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν ἐπικρατούντων πολλάκις, ὥστε καὶ ἐπιδιαβαίνειν τοῖς ἐξελαθεῖσι καὶ καταμένειν τινὰς αὐτῶν ἢ ἐν ταῖς νήσοις ἢ ἐν τῇ Θρᾴκῃ· τῶν δʼ ἐκ θατέρου μέρους ὑπʼ Ἰλλυριῶν μάλιστα κατισχυομένων.
因为他们接纳了这些迁徙,近邻中强者将弱者驱逐,对岸的塞人、巴斯达奈人和萨夫罗马泰人常常占上风,甚至渡河追击被驱逐者,其中一些人留在了岛屿上或色雷斯;而另一侧的人则主要被伊利里亚人所压制。
αὐξηθέντες δʼ οὖν ἐπὶ πλεῖστον οἵ τε Γέται οἵ τε Δακοί, ὥστε καὶ εἰκοσιμυριάδας ἐκπέμπειν στρατείας, νῦν ὅσον εἰς τέτταρας μυριάδας συνεσταλμένοι τυγχάνουσι, καὶ ἐγγὺς μὲν ἥκουσι τοῦ ὑπακούειν Ῥωμαίων, οὔπω δʼ εἰσὶν ὑποχείριοι τελέως διὰ τὰς ἐκ τῶν Γερμανῶν ἐλπίδας πολεμίων ὄντων τοῖς Ῥωμαίοις.
无论如何,盖特人和达基亚人曾极度强大,以至于能派出二十万人的大军,现在他们已经缩减到大约四万人,几乎要顺从罗马人,但由于寄希望于作为罗马人敌人的日耳曼人,他们还没有完全被降服。
§7.3.14μεταξὺ δὲ τῆς Ποντικῆς θαλάττης τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται πεδιὰς πᾶσα καὶ ἄνυδρος, ἐν ᾗ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστάσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψῃ διαλυθῆναι· συνῆκε δʼ ὀψὲ καὶ ἀνέστρεψε.
在从伊斯特罗斯河到提拉斯河的庞统斯海之间,还延伸着盖特人的荒野,那里全是一片干旱的平原。 希斯塔斯佩斯之子大流士在渡过伊斯特罗斯河进攻塞人时被困于此,全军面临因干渴而灭亡的危险;他很晚才意识到这一点并撤退。
Λυσίμαχος δʼ ὕστερον στρατεύσας ἐπὶ Γέτας καὶ τὸν βασιλέα Δρομιχαίτην οὐκ ἐκινδύνευσε μόνον, ἀλλὰ καὶ ἑάλω ζωγρίᾳ· πάλιν δʼ ἐσώθη τυχὼν εὐγνώμονος τοῦ βαρβάρου, καθάπερ εἶπον πρότερον.
后来,利西马科斯对盖特人及其国王德罗米凯特斯发起远征,不仅面临危险,甚至被活捉;但他因遇到宽容的蛮族而再次获救,正如我之前所说。
§7.3.15πρὸς δὲ ταῖς ἐκβολαῖς μεγάλη νῆσός ἐστιν ἡ Πεύκη· κατασχόντες δʼ αὐτὴν Βαστάρναι Πευκῖνοι προσηγορεύθησαν· εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι πολὺ ἐλάττους, αἱ μὲν ἀνωτέρω ταύτης αἱ δὲ πρὸς τῇ θαλάττῃ.
河口附近有一个大岛叫佩乌克;占领该岛的巴斯达奈人被称为佩乌基诺伊人;还有其他一些小得多的岛屿,有的在该岛上游,有的靠近大海。
ἑπτάστομος γάρ ἐστι· μέγιστον δὲ τὸ ἱερὸν στόμα καλούμενον, διʼ οὗ σταδίων ἀνάπλους ἐπὶ τὴν Πεύκην ἑκατὸν εἴκοσιν, ἧς κατὰ τὸ κάτω μέρος ἐποίησε τὸ ζεῦγμα Δαρεῖος· δύναιτο δʼ ἂν ζευχθῆναι καὶ κατὰ τὸ ἄνω.
因为该河有七个河口;最大的是被称为圣河口的那一个,通过它可以向上航行一百二十斯塔迪翁到达佩乌克岛,大流士在它的下流部分建造了浮桥;但也可以在它的上流部分建造。
τοῦτο δὲ καὶ πρῶτόν ἐστι στόμα ἐν ἀριστερᾷ εἰσπλέοντι εἰς τὸν Πόντον· τὰ δʼ ἑξῆς ἐν παράπλῳ τῷ ἐπὶ τὸν Τύραν· διέχει δʼ ἀπʼ αὐτοῦ τὸ ἕβδομον στόμα περὶ τριακοσίους σταδίους.
对于乘船进入庞统斯海的人来说,这也是左手边的第一个河口;其余的河口在前往提拉斯河的航行中相继出现;第七个河口距离它大约三百斯塔迪翁。
γίνονται οὖν μεταξὺ τῶν στομάτων νησῖδες.
因此,在河口之间形成了小岛。
τὰ μὲν δὴ τρία στόματα τὰ ἐφεξῆς τῷ ἱερῷ στόματί ἐστι μικρά, τὰ δὲ λοιπὰ τοῦ μὲν πολὺ ἐλάττονα τῶν δὲ μείζονα· Ἔφορος δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον.
紧邻圣河口的三个河口很小,其余的河口比它小得多,但比其他河口大;而埃福罗斯说伊斯特罗斯河有五个河口。
ἐντεῦθεν δʼ ἐπὶ Τύραν ποταμὸν πλωτὸν ἐνακόσιοι στάδιοι· ἐν δὲ τῷ μεταξὺ δύο λίμναι μεγάλαι, ἡ μὲν ἀνεῳγμένη πρὸς τὴν θάλατταν ὥστε καὶ λιμένι χρῆσθαι, ἡ δʼ ἄστομος.
从那里到可航行的提拉斯河有九百斯塔迪翁;在中间有两个大湖,一个向大海敞开,甚至可以作港口使用,另一个则没有出口。
§7.3.16ἐπὶ δὲ τῷ στόματι τοῦ Τύρα πύργος ἐστὶ Νεοπτολέμου καλούμενος καὶ κώμη Ἑρμώνακτος λεγομένη.
在提拉斯河口有被称为涅奥普托勒莫斯之塔的地方,和被称为赫尔莫纳克斯的村庄。
ἀναπλεύσαντι δὲ ἑκατὸν τετταράκοντα σταδίους ἐφʼ ἑκάτερα πόλεις, ἡ μὲν Νικωνία ἡ δʼ ἐν ἀριστερᾷ Ὀφιοῦσσα· οἱ δὲ προσοικοῦντες τῷ ποταμῷ πόλιν φασὶν ἀνιόντι ἑκατὸν καὶ εἴκοσι σταδίους.
向上航行一百四十斯塔迪翁,两岸都有城市,一侧是尼科尼亚,左侧是奥菲乌萨;而居住在河流附近的人说,向上走一百二十斯塔迪翁有一座城市。
διέχει δὲ τοῦ στόματος ἡ νῆσος ἡ Λευκὴ δίαρμα πεντακοσίων σταδίων, ἱερὰ τοῦ Ἀχιλλέως, πελαγία.
从河口出发,在公海上航行五百斯塔迪翁的地方是莱乌克岛,这是阿喀琉斯的圣地。