§6.1.7ἀπὸ δὲ τοῦ Ῥηγίου πλέοντι πρὸς ἕω Λευκοπέτραν καλοῦσιν ἄκραν ἀπὸ τῆς χρόας ἐν πεντήκοντα σταδίοις, εἰς ἣν τελευτᾶν φασι τὸ Ἀπέννινον ὄρος.
从雷吉翁向东航行五十斯塔德,有一处因其颜色而被人们称为白岩(Leucopetra)的海岬,据说亚平宁山脉便终结于此。
ἐντεῦθεν δὲ Ἡράκλειον, ὃ δὴ τελευταῖον ἀκρωτήριον νεύει πρὸς μεσημβρίαν· κάμψαντι γὰρ εὐθὺς ὁ πλοῦς λιβὶ μέχρι πρὸς ἄκραν Ἰαπυγίαν· εἶτʼ ἐκκλίνει πρὸς ἄρκτον ἀεὶ καὶ μᾶλλον καὶ πρὸς τὴν ἑσπέραν ἐπὶ τὸν κόλπον τὸν Ἰόνιον.
从那里再往前是赫拉克莱翁(Heracleium),这确实是最后一个朝向南方的岬角;因为对于绕过该岬角的人来说,航程立即顺着西南风一直延伸到伊阿庇吉亚角(Cape Iapygia);随后航线不断折向北方,并越来越偏向西方,直抵伊奥尼亚湾。
μετὰ δὲ τὸ Ἡράκλειον ἄκρα τῆς Λοκρίδος ἣ καλεῖται Ζεφύριον, ἔχουσα τοῖς ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ οὗ καὶ τοὔνομα.
在赫拉克莱翁之后是洛克里斯地区被称为泽菲里翁(Zephyrium)的海岬,它拥有一个防避西风的港口,其名称也由此而来。
εἶθʼ ἡ πόλις οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι, Λοκρῶν ἄποικοι τῶν ἐν τῷ Κρισαίῳ κόλπῳ, μικρὸν ὕστερον τῆς Κρότωνος καὶ Συρακουσσῶν κτίσεως ἀποικισθέντες ὑπὸ Εὐάνθους· Ἔφορος δʼ οὐκ εὖ τῶν Ὀπουντίων Λοκρῶν ἀποίκους φήσας.
随后是东洛克里人(Epizephyrian Locrians)的城市,他们是克里萨湾洛克里人的殖民者,在克罗托内和叙拉古建城后不久,由埃万特斯(Evanthes)率领在此殖民;但埃福罗斯说他们是奥蓬蒂亚洛克里人的殖民者,这是不对的。
ἔτη μὲν οὖν τρία ἢ τέτταρα ᾤκουν ἐπὶ τῷ Ζεφυρίῳ· καὶ ἔστιν ἐκεῖ κρήνη Λοκρία, ὅπου οἱ Λοκροὶ ἐστρατοπεδεύσαντο.
他们起初在泽菲里翁居住了三四年;那里有一口被称为洛克里亚(Locria)的泉水,洛克里人曾在此扎营。
εἶτα μετήνεγκαν τὴν πόλιν συμπραξάντων καὶ Συρακουσσίων.
后来,在叙拉古人的协助下,他们迁移了城市。
ἅμα γὰρ οὗτοι ἐν οἷς εἰσὶ δʼ ἀπὸ Ῥηγίου μέχρι Λοκρῶν ἑξακόσιοι στάδιοι.
因为与此同时,这些人,在他们之中……。 此外,从雷吉翁到洛克里有六百斯塔德。
ἵδρυται δʼ ἡ πόλις ἐπʼ ὀφρύος ἣν Ἐπῶπιν καλοῦσι.
该城建在被称为埃波皮斯(Epopis)的丘陵脊部。
§6.1.8πρῶτοι δὲ νόμοις ἐγγράπτοις χρήσασθαι πεπιστευμένοι εἰσί· καὶ πλεῖστον χρόνον εὐνομηθέντας Διονύσιος ἐκπεσὼν ἐκ τῆς Συρακουσσίων ἀνομώτατα πάντων διεχρήσατο, ὅς γε προεγάμει μὲν παρεισιὼν εἰς τὸ δωμάτιον τὰς νυμφοστοληθείσας, συναγαγὼν δὲ τὰς ὡραίας παρθένους περιστερὰς κολοπτέρους ἐν τοῖς συμποσίοις ἠφίει, κἀκείνας ἐκέλευσε θηρεύειν γυμνάς, τινὰς δὲ καὶ σανδάλια ὑποδουμένας ἄζυγα, τὸ μὲν ὑψηλὸν τὸ δὲ ταπεινόν, περιδιώκειν τὰς φάσσας τοῦ ἀπρεποῦς χάριν.
他们被公认为是最早使用成文法的人;尽管他们在极长的时间里享有良好的法治,但被赶出叙拉古的狄奥尼修斯却以最无法无天的方式虐待了他们。 他会闯入新娘的卧房,在婚礼前将她们强暴;并在宴会上聚集妙龄处女,释放剪去羽翅的鸽子,命令她们赤身裸体去捕获它们;他还让一些处女穿着不合脚的鞋子(一只高一只低),去追逐野鸽,以此取乐和羞辱她们。
δίκας μέντοι ἔτισεν, ἐπειδὴ πάλιν εἰς τὴν Σικελίαν ἐπανῆλθεν ἀναληψόμενος τὴν ἀρχήν· καταλύσαντες γὰρ οἱ Λοκροὶ τὴν φρουρὰν ἠλευθέρωσαν σφᾶς καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παιδίων κύριοι κατέστησαν·
然而,当他再次回到西西里试图夺回政权时,他遭到了报应;因为洛克里人消灭了他的守备队,解放了自己,并控制了他的妻子和孩子。
δύο δʼ ἦσαν αἱ θυγατέρες καὶ τῶν υἱῶν ὁ νεώτερος ἤδη μειράκιον· ἅτερος γὰρ Ἀπολλοκράτης συνεστρατήγει τῷ πατρὶ τὴν κάθοδον.
他们有两个女儿,儿子中较年轻的一个当时已是青年;因为另一个儿子阿波罗克拉特斯当时正随父亲一同远征以图复辟。
πολλὰ δὲ δεομένῳ τῷ Διονυσίῳ καὐτῷ καὶ Ταραντίνοις ὑπὲρ αὐτοῦ προέσθαι τὰ σώματα ἐφʼ οἷς ἂν ἐθελήσωσιν οὐκ ἔδοσαν, ἀλλὰ πολιορκίαν ὑπέμειναν καὶ πόρθησιν τῆς χώρας, τὸν δὲ θυμὸν εἰς τὰς θυγατέρας τὸν πλεῖστον ἐξέχεαν· καταπορνευθείσας γὰρ ἐστραγγάλησαν, εἶτα καύσαντες τὰ σώματα κατήλεσαν τὰ ὀστᾶ καὶ κατεπόντωσαν.
尽管狄奥尼修斯本人以及塔拉斯人代表他百般恳求,愿意以任何条件换回他们的家人,但洛克里人绝不答应,反而忍受了围城之苦和领土被蹂躏的代价,将大部分愤怒宣泄在两个女儿身上;因为他们将她们肆意凌辱后勒死,接着焚烧了她们的尸体,将骨头磨碎并投入海中。
τῆς δὲ τῶν Λοκρῶν νομογραφίας μνησθεὶς Ἔφορος, ἣν Ζάλευκος συνέταξεν ἔκ τε τῶν Κρητικῶν νομίμων καὶ Λακωνικῶν καὶ ἐκ τῶν Ἀρεοπαγιτικῶν, φησὶν ἐν τοῖς πρώτοις καινίσαι τοῦτο τὸν Ζάλευκον ὅτι, τῶν πρότερον τὰς ζημίας τοῖς δικασταῖς ἐπιτρεψάντων ὁρίζειν ἐφʼ ἑκάστοις τοῖς ἀδικήμασιν, ἐκεῖνος ἐν τοῖς νόμοις διώρισεν, ἡγούμενος τὰς μὲν γνώμας τῶν δικαστῶν οὐχὶ τὰς αὐτὰς εἶναι περὶ τῶν αὐτῶν, δεῖν εἶναι τὰς αὐτάς· ἐπαινεῖ καὶ τὸ ἁπλουστέρως αὐτὸν περὶ τῶν συμβολαίων διατάξαι.
埃福罗斯在提到洛克里人的立法(由扎勒乌科斯根据克里特、拉刻代蒙以及阿雷奥帕戈斯议会的习惯法编纂而成)时,说扎勒乌科斯在最先创新的事物中包括了这一点:以往人们将每种罪行的惩罚决定权交由法官裁量,而他则在法律中予以明文规定,因为他认为法官对同一事物的看法并不一致,但它们应当是一致的;埃福罗斯还赞扬了他以更简明的方式规范了契约。
Θουρίους δʼ ὕστερον ἀκριβοῦν θέλοντας πέρα τῶν Λοκρῶν ἐνδοξοτέρους μὲν γενέσθαι, χείρονας δέ· εὐνομεῖσθαι γὰρ οὐ τοὺς ἐν τοῖς νόμοις ἅπαντα φυλαττομένους τὰ τῶν συκοφαντῶν, ἀλλὰ τοὺς ἐμμένοντας τοῖς ἁπλῶς κειμένοις.
但后来,想要比洛克里人更为严密细致的图里伊人(Thurians),虽然变得更加有名,却变得更糟了;因为那些遵守简明制定的法律的人,而不是在法律中防范密告者一切诡计的人,才能享有良好的法治。
τοῦτο δὲ καὶ Πλάτων εἴρηκεν ὅτι παρʼ οἷς πλεῖστοι νόμοι καὶ δίκαι παρὰ τούτοις καὶ βίοι μοχθηροί, καθάπερ καὶ παρʼ οἷς ἰατροὶ πολλοὶ καὶ νόσους εἰκὸς εἶναι πολλάς.
柏拉图也曾说过:在法律和诉讼最多的地方,生活也最痛苦,正如医生多的地方,疾病也很可能多一样。