§5.3.12Ἐνδοτέρω δὲ τῆς κατʼ αὐτὰς ὀρεινῆς ἄλλη ῥάχις ἐστί, μεταξὺ αὐλῶνα καταλείπουσα τὸν κατὰ Ἄλγιδον, ὑψηλὴ μέχρι τοῦ Ἀλβανοῦ ὄρους.
在这些城市所在的半山腰再往内,有另一条山脊,在中间留下了阿尔吉杜斯附近的谷地,一直高耸到阿尔巴努斯山。
ἐπὶ ταύτης δὴ τὸ Τούσκουλον ἵδρυται πόλις οὐ φαύλως κατεσκευασμένη· κεκόσμηται δὲ ταῖς κύκλῳ φυτείαις καὶ οἰκοδομίαις, καὶ μάλιστα ταῖς ὑποπιπτούσαις ἐπὶ τὸ κατὰ τὴν Ῥώμην μέρος.
就在这条山脊上,坐落着建设精美的图斯库鲁姆城;该城被周围的种植园和建筑点缀得十分美丽,尤其是那些向下延伸到朝向罗马一侧的部分。
τὸ γὰρ Τοῦσκλον ἐνταῦθα ἐστὶ λόφος εὔγεως καὶ εὔυδρος, κορυφούμενος ἠρέμα πολλαχοῦ καὶ δεχόμενος βασιλείων κατασκευὰς ἐκπρεπεστάτας.
因为这里的图斯库鲁姆是一座土地肥沃、水源充足的山丘,在许多地方缓缓起伏形成山顶,并容纳了极尽奢华的宫殿式建筑。
συνεχῆ δʼ ἐστὶ καὶ τὰ τῷ Ἀλβανῷ ὄρει ὑποπίπτοντα, τὴν αὐτήν τε ἀρετὴν ἔχοντα καὶ κατασκευήν.
而阿尔巴努斯山脚下的区域也与此相连,拥有同样的优良品质和建筑结构。
ἐφεξῆς δʼ ἐστὶ πεδία, τὰ μὲν πρὸς τὴν Ῥώμην συνάπτοντα καὶ τὰ προάστεια αὐτῆς, τὰ δὲ πρὸς τὴν θάλατταν· τὰ μὲν οὖν πρὸς τὴν θάλατταν ἧττόν ἐστιν ὑγιεινά, τὰ δὲ ἄλλα εὐάγωγά τε καὶ παραπλησίως ἐξησκημένα.
接下来的便是平原,一部分与罗马及其郊区相接,另一部分则通往海边;朝向海边的那部分较不健康,而其余部分则易于耕作且同样修整得极好。
μετὰ δὲ τὸ Ἀλβανὸν Ἀρικία ἐστὶ πόλις ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ· στάδιοι δʼ εἰσὶν ἐκ τῆς Ῥώμης ἑκατὸν ἑξήκοντα· κοῖλος δʼ ἐστὶν ὁ τόπος, ἔχει δʼ ὅμως ἐρυμνὴν ἄκραν.
在阿尔巴努斯山之后,是位于阿庇亚大道旁的阿里基亚城;它距离罗马一百六十斯塔迪翁;该地地势低洼,但仍拥有一座险要的卫城。
ὑπέρκειται δʼ αὐτῆς τὸ μὲν Λανούιον, πόλις Ῥωμαίων, ἐν δεξιᾷ τῆς Ἀππίας ὁδοῦ, ἀφʼ ἧς ἔποπτος ἥ τε θάλαττά ἐστι καὶ τὸ Ἄντιον· τὸ δʼ Ἀρτεμίσιον, ὃ καλοῦσι νέμος, ἐκ τοῦ ἐν ἀριστερᾷ μέρους τῆς ὁδοῦ τοῖς ἐξ Ἀρικίας ἀναβαίνουσιν.
在它上方是罗马人的城市拉努维乌姆,位于阿庇亚大道的右侧,从那里可以俯瞰大海和安提乌姆;而人们称为“内莫斯”的阿尔特米西翁,则位于从阿里基亚上山的人们所走道路的左侧。
τῆς δʼ Ἀρικίνης τὸ ἱερὸν λέγουσιν ἀφίδρυμά τι τῆς Ταυροπόλου· καὶ γάρ τι βαρβαρικὸν κρατεῖ καὶ Σκυθικὸν περὶ τὸ ἱερὸν ἔθος.
他们说阿里基亚的神庙是陶罗波洛斯神庙的某种分灵;因为在神庙周围盛行着某种野蛮而斯基泰式的习俗。
καθίσταται γὰρ ἱερεὺς ὁ γενηθεὶς αὐτόχειρ τοῦ ἱερωμένου πρότερον δραπέτης ἀνήρ· ξιφήρης οὖν ἐστιν ἀεὶ περισκοπῶν τὰς ἐπιθέσεις, ἕτοιμος ἀμύνεσθαι.
因为担任祭司的,必须是亲手杀死了前任祭司的逃亡奴隶;因此他总是手持宝剑,环顾四周防备袭击,随时准备自卫。
τὸ δʼ ἱερὸν ἐν ἄλσει, πρόκειται δὲ λίμνη πελαγίζουσα, κύκλῳ δʼ ὀρεινὴ συνεχὴς ὀφρὺς περίκειται καὶ λίαν ὑψηλὴ καὶ τὸ ἱερὸν καὶ τὸ ὕδωρ ἀπολαμβάνουσα ἐν κοίλῳ τόπῳ καὶ βαθεῖ.
神庙位于圣林中,其前方是一片如海般宽阔的湖泊,四周环绕着连绵不断且极高的山脊崖壁,将神庙和湖水锁在深邃低洼的地方。
τὰς μὲν οὖν πηγὰς ὁρᾶν ἔστιν, ἐξ ὧν ἡ λίμνη πληροῦται· τούτων δʼ ἐστὶν ἡ Ἠγερία καλουμένη, δαίμονός τινος ἐπώνυμος· αἱ δʼ ἀπορρύσεις ἐνταῦθα μὲν ἄδηλοί εἰσιν, ἔξω δὲ δείκνυνται πόρρω πρὸς τὴν ἐπιφάνειαν ἀνέχουσαι.
现在可以看到充满湖泊的那些泉水源头;其中有被称为埃格里亚的泉水,得名于某位神女;但这里的流出通道是隐秘的,但在外面很远的地方,可以看到它们上升浮出地表。
§5.3.13πλησίον δʼ ἐστὶ τῶν χωρίων τούτων καὶ Ἀλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ Ἀρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων, καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς.
在这些地方附近还有阿尔巴努斯山,它高高耸立在阿尔特米西翁及周围山崖之上,尽管那些山崖本身已经足够高且相当陡峭。
ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Ἀρτεμίσιον.
这座山也拥有一个比阿尔特米西翁旁大得多的湖泊。
προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρότερον πόλεις τῆς Λατίνης εἰσί.
在这些地方更远的地方,是前面提到的拉丁姆城市。
μάλιστα δʼ ἐν μεσογαίᾳ τῶν Λατίνων πόλεων ἐστὶν ἡ Ἄλβα ὁμοροῦσα Μαρσοῖς· ἵδρυται δʼ ἐφʼ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον, πελαγίας τὸ μέγεθος· χρῶνται δʼ αὐτῇ μάλιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι.
在拉丁姆城市中,最处于内陆的是与马尔西人接壤的阿尔巴;它坐落在富基努斯湖附近的一座高山岗上,该湖的大小如海一般;马尔西人和所有邻近的居民主要使用这个湖。
φασὶ δʼ αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ ταπεινοῦσθαι πάλιν ὥστʼ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν, εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δʼ ἐπισυρρέουσιν, ἢ τελέως ἐκλείπουσιν αἱ πηγαὶ καὶ πάλιν συνθλίβονται, καθάπερ ἐπὶ τοῦ Ἀμενάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος· ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ.
人们说它有时甚至会蓄水到山地,然后再次下降,从而使被水淹没的地方变干,以便进行耕作,这或者是由于深处的水分零星且隐秘地转移并再次流回,或者是由于泉水完全枯竭并再次汇聚,正如人们所说流经卡塔奈的阿梅纳努斯河所发生的那样;因为它枯竭多年,然后又重新流淌。
ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ῥώμην ποτίζοντος καὶ παρὰ τἆλλα εὐδοκιμοῦντος ὕδατα.
他们记载,供水给罗马且在其他水源中名声显赫的马尔基亚水道,其源头便是来自富基努斯湖。
τῇ δὲ Ἄλβᾳ διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρήσαντο πολλάκις Ῥωμαῖοι, τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.
由于阿尔巴位于国土深处且防御坚固,罗马人经常用它来代替监狱,将需要看管的人囚禁在这里。