Humanitext Reader

斯特拉波 · 地理学 §4.3.3

赫尔维蒂人与莱茵河水系

第 133 段,共 577 段 · 希腊语

内容简介

本段记述了赫尔维蒂人的领土与莱茵河源头,驳斥了阿西尼乌斯·波里奥关于莱茵河长度及弯曲的错误地理观点,并介绍了高卢的河流航运以及凯撒对赫尔维蒂人的征服。

§4.3.3τὴν δʼ ἐπὶ τῷ Ῥήνῳ πρῶτοι τῶν ἁπάντων οἰκοῦσιν Ἐλουήττιοι, παρʼ οἷς εἰσιν αἱ πηγαὶ τοῦ ποταμοῦ ἐν τῷ Ἀδούλᾳ ὄρει.
在所有人中,赫尔维蒂人最早居住在莱茵河畔的土地上,该河的源头就在他们境内阿杜拉山中。
τοῦτο δʼ ἐστὶ μέρος τῶν Ἄλπεων, ὅθεν καὶ ὁ Ἀδούας εἰς τἀναντία μέρη ῥεῖ τὰ πρὸς τὴν ἐντὸς Κελτικὴν καὶ πληροῖ τὴν Λάριον λίμνην, πρὸς ᾗ ἔκτισται τὸ Κῶμον, εἶτʼ ἐνθένδε εἰς τὸν Πάδον συμβάλλει, περὶ ὧν ὕστερον ἐροῦμεν.
这座山是阿尔卑斯山脉的一部分,阿杜阿斯河也从那里向相反的方向流去,即流向内凯尔特地区,并注入拉里乌斯湖,科蒙城就建在湖畔,河水从那里汇入帕杜斯河,关于这些我们稍后会讨论。
καὶ ὁ Ῥῆνος δὲ εἰς ἕλη μεγάλα καὶ λίμνην ἀναχεῖται μεγάλην, ἧς ἐφάπτονται καὶ Ῥαιτοὶ καὶ Ὀυινδολικοὶ τῶν Ἀλπείων τινὲς καὶ τῶν ὑπεραλπείων.
莱茵河也注入一片巨大的沼泽和一个大湖,雷蒂人和温德利基人也与该湖接壤,他们是阿尔卑斯山内外的某些部落。
φησὶ δὲ τὸ μῆκος αὐτοῦ σταδίων ἑξακισχιλίων Ἀσίνιος, οὐκ ἔστι δέ· ἀλλʼ ἐπʼ εὐθείας μὲν τοῦ ἡμίσους ὀλίγον ἂν ὑπερβάλλοι, τοῖς δὲ σκολιώμασι καὶ χίλιοι προστεθέντες ἱκανῶς ἂν ἔχοιεν·
阿西尼乌斯说它的长度是六千斯塔迪亚,但事实并非如此;因为如果走直线,它只会稍微超过其一半,而即使因为弯曲而增加一千斯塔迪亚,也已经足够了。
καὶ γὰρ ὀξύς ἐστι, διὰ τοῦτο δὲ καὶ δυσγεφύρωτος καὶ διὰ πεδίων ὕπτιος φέρεται τὸ λοιπὸν καταβὰς ἀπὸ τῶν ὀρῶν· πῶς οὖν οἷόν τε μένειν ὀξὺν καὶ βίαιον, εἰ τῷ ὑπτιασμῷ προσδοίημεν καὶ σκολιότητας πολλὰς καὶ μακράς;
因为它水流湍急,因此也难以架桥,而且从山上流下后,其余的路程是在平原上平缓地流淌;那么,如果我们除了平缓之外,再假设它有许多长长的弯曲,它又怎么可能保持湍急和凶猛呢?
φησὶ δὲ καὶ δίστομον εἶναι μεμψάμενος τοὺς πλείω λέγοντας·
他还说它有两个入海口,并指责了那些说有更多入海口的人。
ἐγκυκλοῦνται μὲν δή τινα χώραν ταῖς σκολιότησι καὶ οὗτος καὶ ὁ Σηκοάνας, οὐ τοσαύτην.
固然,这条河和塞科阿纳斯河都因其弯曲而包围了某片土地,但并没有那么多。
ἀμφότεροι δὲ ῥέουσιν ἐπὶ τὰς ἄρκτους ἀπὸ τῶν νοτίων μερῶν· πρόκειται δʼ αὐτῶν ἡ Βρεττανική, τοῦ μὲν Ῥήνου καὶ ἐγγύθεν ὥστε καθορᾶσθαι τὸ Κάντιον, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον τῆς νήσου, τοῦ δὲ Σηκοάνα μικρὸν ἀπωτέρω· ἐνταῦθα δὲ καὶ τὸ ναυπήγιον συνεστήσατο Καῖσαρ ὁ θεὸς πλέων εἰς τὴν Βρεττανικήν.
两条河都从南方流向北方;不列颠就位于它们前方——距离莱茵河非常近,甚至可以看到该岛东端的坎提乌姆,但距离塞科阿纳斯河则稍远一些;神圣的凯撒在起航前往不列颠时,就是在这里建造了船厂。
τοῦ δὲ Σηκοάνα τὸ πλεόμενον ὑπὸ τῶν ἐκ τοῦ Ἄραρος δεχομένων τὰ φορτία μικρῷ πλέον ἐστὶν ἢ τὸ τοῦ Λίγηρος καὶ τὸ τοῦ Γαρούνα· τὸ δὲ ἀπὸ Λουγδούνου μέχρι τοῦ Σηκοάνα χιλίων σταδίων ἐστίν, ἔλαττον δʼ ἢ διπλάσιον τούτου ἀπὸ τῶν εἰσβολῶν τοῦ Ῥοδανοῦ μέχρι Λουγδούνου.
对于那些从阿拉尔河接收货物的人来说,塞科阿纳斯河的可航行部分仅比利格尔河和加鲁纳河的可航行部分稍长一些;而从卢格杜努姆到塞科阿纳斯河的距离是一千斯塔迪亚,从罗达诺斯河口到卢格杜努姆的距离则不到这个数字的两倍。
φασὶ δὲ καὶ πολυχρύσους τοὺς Ἐλουηττίους, μηδὲν μέντοι ἧττον ἐπὶ λῃστείαν τραπέσθαι τὰς τῶν Κίμβρων εὐπορίας ἰδόντας· ἀφανισθῆναι δʼ αὐτῶν τὰ δύο φῦλα τριῶν ὄντων κατὰ στρατείας.
据说赫尔维蒂人虽然富有黄金,但在看到辛布里人的财富后,仍旧转向了劫掠;在他们的三个部落中,有两个在军事远征中被消灭了。
ὅμως δʼ ἐκ τῶν λοιπῶν τὸ τῶν ἐπιγόνων πλῆθος ἐδήλωσεν ὁ πρὸς Καίσαρα τὸν θεὸν πόλεμος, ἐν ᾧ περὶ τετταράκοντα μυριάδες σωμάτων διεφθάρησαν, τοὺς δὲ λοιποὺς σώζεσθαι μεθῆκεν εἰς ὀκτακισχιλίους, ὅπως μὴ τοῖς Γερμανοῖς ὁμόροις οὖσιν ἔρημον τὴν χώραν ἀφῇ.
然而,剩余部分所繁衍的子孙之多,在与神圣凯撒的战争中展露无遗。 在那场战争中,约有四十万人丧生,而凯撒允许剩下的八千人存活下来,以免让邻近的日耳曼人面对一片荒凉空旷的土地。

词汇与语法注释

  1. §4.3.3τὴν δʼ ἐπὶ τῷ Ῥήνῳ — 阴性宾格冠词 τὴν 修饰省略的名词(如 χώραν“土地”),用作动词 οἰκοῦσιν 的直接宾语。
  2. §4.3.3τοῦ ἡμίσους ὀλίγον ἂν ὑπερβάλλοι — τοῦ ἡμίσους 是比较属格,指前文提到的六千斯塔迪亚的一半。带有 ἄν 的希求法(ὑπερβάλλοι ἄν,潜在希求法)表示在假设直线距离时的可能性。
  3. §4.3.3τοῦ δὲ Σηκοάνα τὸ πλεόμενον ὑπὸ τῶν ἐκ τοῦ Ἄραρος δεχομένων τὰ φορτία — τὸ πλεόμενον 是被动分词的名词化(意为“可航行部分”)。τοῦ δὲ Σηκοάνα 是部分属格,限定该名词化分词。介词短语 ὑπὸ τῶν... δεχομένων 表示施事者。
  4. §4.3.3τοὺς δὲ λοιποὺς σώζεσθαι μεθῆκεν — 动词 μεθῆκεν(μεθίημι 的不定过去时,意为“允许”)带宾格加不定式结构(τοὺς... λοιποὺς σώζεσθαι)以表示允许或使役:“他允许剩下的人存活”。

引用这一段

斯特拉波, 地理学 §4.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。