§3.3.7̔́απαντες δʼ οἱ ὄρειοι λιτοὶ ὑδροπόται χαμαιεῦναι βαθεῖαν κατακεχυμένοι τὴν κόμην γυναικῶν δίκην· μιτρωσάμενοι δὲ τὰ μέτωπα μάχονται.
所有山民都生活简朴,喝水,睡在地上,像女人一样留着披肩长发;他们额头上缠着发带进行战斗。
τραγοφαγοῦσι δὲ μάλιστα, καὶ τῷ Ἄρει τράγον θύουσι καὶ τοὺς αἰχμαλώτους καὶ ἵππους· ποιοῦσι δὲ καὶ ἑκατόμβας ἑκάστου γένους ἑλληνικῶς.
他们主要吃山羊肉,并向阿瑞斯献祭山羊、俘虏和马匹;他们还按照希腊人的方式,为每种牺牲献上百牛祭。
τελοῦσι δὲ καὶ ἀγῶνας γυμνικοὺς καὶ ὁπλιτικοὺς καὶ ἱππικούς, πυγμῇ καὶ δρόμῳ καὶ ἀκροβολισμῷ καὶ τῇ σπειρηδὸν μάχῃ.
他们还举行体育、重装步兵和骑马竞技,包括拳击、赛跑、轻兵冲突以及方阵式战斗。
οἱ δʼ ὄρειοι τὰ δύο μέρη τοῦ ἔτους δρυοβαλάνῳ χρῶνται ξηράναντες καὶ κόψαντες, εἶτα ἀλέσαντες καὶ ἀρτοποιησάμενοι ὥστʼ ἀποτίθεσθαι εἰς χρόνον.
山民在一年中的三分之二时间里,靠着烘干并捣碎、然后磨碎并制成面包的橡子为生,以便储存起来供日后之用。
χρῶνται δὲ καὶ ζύθει· οἴνῳ δὲ σπανίζονται, τὸν δὲ γινόμενον ταχὺ ἀναλίσκουσι κατευωχούμενοι μετὰ τῶν συγγενῶν· ἀντʼ ἐλαίου δὲ βουτύρῳ χρῶνται.
他们也饮用啤酒;但葡萄酒稀少,产出的酒很快就在与亲属的宴饮中消费殆尽;他们不用橄榄油,而是用黄油。
καθήμενοί τε δειπνοῦσι περὶ τοὺς τοίχους καθέδρας οἰκοδομητὰς ἔχοντες, προκάθηνται δὲ καθʼ ἡλικίαν καὶ τιμήν· περιφορητὸν δὲ τὸ δεῖπνον.
他们围着墙壁坐在砌好的石凳上用餐,按年龄和尊卑依次就座;食物是轮流传送的。
ξυλίνοις δὲ ἀγγείοις χρῶνται, καθάπερ καὶ οἱ Κελτοί.
他们使用木制器皿,就像凯尔特人一样。
καὶ παρὰ πότον ὀρχοῦνται πρὸς αὐλὸν καὶ σάλπιγγα χορεύοντες, ἀλλὰ καὶ ἀναλλόμενοι καὶ ὀκλάζοντες· ἐν Βαστητανίᾳ δὲ καὶ γυναῖκες ἀναμὶξ ἀνδράσιν ἀντιλαμβανόμεναι τῶν χειρῶν.
在饮酒时,他们伴着笛声和军号声起舞,跳着队舞,同时也不断跃起和蹲下;在巴斯泰塔尼亚,妇女们也和男子混在一起,手拉手跳舞。
μελανείμονες ἅπαντες τὸ πλέον ἐν σάγοις, ἐν οἷσπερ καὶ στιβαδοκοιτοῦσι, αἱ γυναῖκες δʼ ἐν ἐνδύμασι καὶ ἀνθίναις ἐσθήσεσι διάγουσιν.
他们绝大多数人都穿黑衣,穿着粗毛斗篷,他们也睡在这种斗篷铺成的草垫上;妇女们则穿着外衣和花纹鲜艳的衣服生活。
ἀντὶ δὲ νομίσματος οἱ λίαν ἐν βάθει φορτίων ἀμοιβῇ χρῶνται ἢ τοῦ ἀργυροῦ ἐλάσματος ἀποτέμνοντες διδόασι.
为了代替货币,居住在极深内陆的人们进行货物物物交换,或者从银板上切下碎块来支付。
τοὺς δὲ θανατουμένους καταπετροῦσι, τοὺς δὲ πατραλοίας ἔξω τῶν ὅρων καταλεύουσι.
被处死的人会被扔下悬崖,而弑父者则在国境之外被用石头砸死。
γαμοῦσι δʼ ὥσπερ οἱ Ἕλληνες.
他们的结婚习俗和希腊人一样。
τοὺς δὲ ἀρρώστους, ὥσπερ οἱ Ἀσσύριοι τὸ παλαιόν, προτιθέασιν εἰς τὰς ὁδοὺς τοῖς πεπειραμένοις τοῦ πάθους ὑποθήκης χάριν.
对于病人,他们像古时亚述人那样,将其安置在道路旁,以便向那些经历过相同病症的人寻求建议。
διφθερίνοις τε πλοίοις ἐχρῶντο ἕως ἐπὶ Βρούτου διὰ τὰς πλημμυρίδας καὶ τὰ τενάγη, νυνὶ δὲ καὶ τὰ μονόξυλα ἤδη σπάνια.
由于潮汐和沼泽浅滩,直到布鲁图斯时代,他们都使用皮革船,但现在甚至连独木舟都已十分罕见。
ἅλες πορφυροῖ, τριφθέντες δὲ λευκοί.
他们的盐是紫色的,但磨碎后会变白。
ἔστι δὲ τῶν ὀρείων ὁ βίος οὗτος, ὧνπερ ἔφην, λέγω δὲ τοὺς τὴν βόρειον πλευρὰν ἀφορίζοντας τῆς Ἰβηρίας, Καλλαϊκοὺς καὶ Ἄστουρας καὶ Καντάβρους μέχρι Ὀυασκώνων καὶ τῆς Πυρήνης· ὁμοειδεῖς γὰρ ἁπάντων οἱ βίοι.
这就是我所说的山民的生活方式——我是指那些界定伊比利亚北侧的人们,即卡莱科伊人、阿斯图里亚斯人和直到瓦斯科内斯人及比利牛斯山脉的坎塔布里人;因为所有这些人的生活方式都极其相似。
ὀκνῶ δὲ τοῖς ὀνόμασι πλεονάζειν φεύγων τὸ ἀηδὲς τῆς γραφῆς, εἰ μή τινι πρὸς ἡδονῆς ἐστιν ἀκούειν Πλευταύρους καὶ Βαρδυήτας καὶ Ἀλλότριγας καὶ ἄλλα χείρω καὶ ἀσημότερα τούτων ὀνόματα.
但我不想过多罗列他们的名字,以避免行文令人不快,除非有人以听到普莱陶里人、巴迪埃塔人、阿洛特里加人以及比这些更难听、更无名的名字为乐。
§3.3.8τὸ δὲ δυσήμερον καὶ ἀγριῶδες οὐκ ἐκ τοῦ πολεμεῖν συμβέβηκε μόνον ἀλλὰ καὶ διὰ τὸν ἐκτοπισμόν· καὶ γὰρ ὁ πλοῦς ἐπʼ αὐτοὺς μακρὸς καὶ αἱ ὁδοί, δυσεπίμικτοι δʼ ὄντες ἀποβεβλήκασι τὸ κοινωνικὸν καὶ τὸ φιλάνθρωπον.
他们那阴沉和粗野的脾性不仅源于长期的战争,也源于地处偏远;因为去往那里的航路和陆路都很漫长,由于难以相处,他们丧失了社交性和人情味。
ἧττον δὲ νῦν τοῦτο πάσχουσι διὰ τὴν εἰρήνην καὶ τὴν τῶν Ῥωμαίων ἐπιδημίαν· ὅσοις δʼ ἧττον τοῦτο συμβαίνει, χαλεπώτεροί εἰσι καὶ θηριωδέστεροι.
然而,现在由于和平以及罗马人的进驻,他们受此影响较小;但凡是较少经历这一进程的人,就更加难以对付和野蛮。
τοιαύτης δʼ οὔσης καὶ ἀπὸ τῶν τόπων λυπρότητος ἐνίοις καὶ τῶν ὀρῶν, εἰκὸς ἐπιτείνεσθαι τὴν τοιαύτην ἀτοπίαν. ἀλλὰ νῦν, ὡς εἶπον, πέπαυται πολεμοῦντα πάντα·
而且,既然某些人的地区和山脉如此贫瘠,这种怪诞自然会加剧。
τούς τε γὰρ συνέχοντας ἔτι νῦν μάλιστα τὰ λῃστήρια Καντάβρους καὶ τοὺς γειτονεύοντας αὐτοῖς κατέλυσεν ὁ Σεβαστὸς Καῖσαρ, καὶ ἀντὶ τοῦ πορθεῖν τοὺς τῶν Ῥωμαίων συμμάχους στρατεύουσι νῦν ὑπὲρ τῶν Ῥωμαίων οἵ τε Κωνιακοὶ καὶ οἱ πρὸς ταῖς πηγαῖς τοῦ Ἴβηρος οἰκοῦντες Πληντουίσοι.
但现在,正如我所说,所有的战争都已平息;因为奥古斯都·凯撒降服了坎塔布里人及其邻人,直到现在他们还是最常进行掠夺的人;而科尼亚科人以及居住在埃布罗河源头附近的普伦图伊索人,不仅不再掠夺罗马的同盟者,现在反而为罗马人效力征战。
ὅ τʼ ἐκεῖνον διαδεξάμενος Τιβέριος τριῶν ταγμάτων στρατιωτικὸν ἐπιστήσας τοῖς τόποις, τὸ ἀποδειχθὲν ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος, οὐ μόνον εἰρηνικοὺς ἀλλὰ καὶ πολιτικοὺς ἤδη τινὰς αὐτῶν ἀπεργασάμενος τυγχάνει.
继任他的提比略在这些地区驻扎了三个军团的兵力(即奥古斯都·凯撒所指定的兵力),目前不仅使他们保持和平,甚至已经使其中一些人变得开化和文明。