§3.1.5ταῦτα μὲν οὖν οὕτως ἔχειν ἐγχωρεῖ καὶ δεῖ πιστεύειν· ἃ δὲ τοῖς πολλοῖς καὶ χυδαίοις ὁμοίως εἴρηκεν, οὐ πάνυ.
因此,这些事情确实有可能是这样的,且应当予以相信;但至于他与大众及庸俗之人所说的相同之处,则绝非如此。
λέγειν γὰρ δή φησι Ποσειδώνιος τοὺς πολλοὺς μείζω δύνειν τὸν ἥλιον ἐν τῇ παρωκεανίτιδι μετὰ ψόφου παραπλησίως ὡσανεὶ σίζοντος τοῦ πελάγους κατὰ σβέσιν αὐτοῦ διὰ τὸ ἐμπίπτειν εἰς τὸν βυθόν.
因为波塞多尼乌斯说,大众声称太阳在大洋沿岸地区落山时显得更大,并伴有声音,仿佛海面因太阳落入深渊熄灭而发出声响。
ψεῦδος δʼ εἶναι καὶ τοῦτο καὶ τὸ παραχρῆμα νύκτα ἀκολουθεῖν μετὰ τὴν δύσιν· οὐ γὰρ παραχρῆμα, μικρὸν δʼ ὕστερον, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πελάγεσι τοῖς μεγάλοις.
他还说,这既是一个谎言,落日后立即夜幕降临也是谎言;因为并非立即,而是稍后,正如在其他大洋中一样。
ὅπου μὲν γὰρ εἰς ὄρη δύεται, πλείω τὸν μετὰ δύσιν χρόνον τῆς ἡμέρας συμβαίνειν ἐκ τοῦ παραφωτισμοῦ, ἐκεῖ δὲ πλείω μὲν οὐκ ἐπακολουθεῖν, μὴ μέντοι μηδὲ παραχρῆμα συνάπτειν τὸ σκότος, καθάπερ καὶ ἐν τοῖς μεγάλοις πεδίοις.
因为在落入山峦的地方,由于余光的缘故,日落后的白昼时间往往更长,而在那里(大洋)虽然没有更长的时间延续,但黑暗也不会立即接踵而至,就像在广阔的平原上一样。
τὴν δὲ τοῦ μεγέθους φαντασίαν αὔξεσθαι μὲν ὁμοίως κατά τε τὰς δύσεις καὶ τὰς ἀνατολὰς ἐν τοῖς πελάγεσι διὰ τὸ τὰς ἀναθυμιάσεις πλείους ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι· διὰ δὲ τούτων ὡς διʼ ὑάλων κλωμένην τὴν ὄψιν πλατυτέρας δέχεσθαι τὰς φαντασίας, καθάπερ καὶ διὰ νέφους ξηροῦ καὶ λεπτοῦ βλέπουσαν δυόμενον ἢ ἀνατέλλοντα τὸν ἥλιον ἢ τὴν σελήνην, ἡνίκα καὶ ἐνερευθὲς φαίνεσθαι τὸ ἄστρον.
他说,日落和日出时在海上太阳见其体积增大,同样是因为从水分中蒸发出了更多的水汽;通过这些水汽,视线如同通过玻璃一样折射,从而接收到更宽的物像,正如透过干燥而稀薄的云层观看落日或初升的太阳或月亮一样,此时该天体也显得发红。
τὸ δὲ ψεῦδος ἐλέγξαι φησὶ τριάκονθʼ ἡμέρας διατρίψας ἐν Γαδείροις καὶ τηρήσας τὰς δύσεις.
他说,自己在加代拉度过了三十天,并观察了日落,从而揭穿了这一谎言。
ὁ δέ γε Ἀρτεμίδωρος ἑκατονταπλασίονά φησι δύεσθαι τὸν ἥλιον καὶ αὐτίκα νύκτα καταλαμβάνειν.
然而阿特米多罗斯却说,太阳落山时会变大百倍,并且夜幕立刻降临。
ὡς μὲν οὖν αὐτὸς εἶδε τοῦτο ἐν τῷ ἱερῷ ἀκρωτηρίῳ, οὐχ ὑποληπτέον προσέχοντας τῇ ἀποφάσει αὐτοῦ· ἔφη γὰρ νύκτωρ μηδένα ἐπιβαίνειν, ὥστʼ οὐδὲ δυομένου ἡλίου οὐδεὶς ἂν ἐπιβαίνοι, εἴπερ εὐθὺς ἡ νὺξ καταλαμβάνει.
因此,如果注意他的断言,就不应相信他自己曾在圣角亲眼见过这一现象;因为他说过夜间无人涉足该地,因此,如果夜幕确实立刻降临,那么在日落时也绝不会有人涉足。
ἀλλʼ οὐδʼ ἐν ἄλλῳ τόπῳ τῆς παρωκεανίτιδος· καὶ γὰρ τὰ Γάδειρα ἐπὶ τῷ ὠκεανῷ, καὶ ὁ Ποσειδώνιος ἀντιμαρτυρεῖ καὶ ἄλλοι πλείους.
在临近大洋的其他任何地方也并非如此;因为加代拉也位于大洋之上,而波塞多尼乌斯及其他许多人都作出了相反的见证。
§3.1.6τῆς δὲ συνεχοῦς τῷ ἱερῷ ἀκρωτηρίῳ παραλίας ἡ μὲν ἐστὶν ἀρχὴ τοῦ ἑσπερίου πλευροῦ τῆς Ἰβηρίας μέχρι τῆς ἐκβολῆς τοῦ Τάγου ποταμοῦ, ἡ δὲ τοῦ νοτίου μέχρι ἄλλου ποταμοῦ τοῦ Ἄνα καὶ τῆς ἐκβολῆς αὐτοῦ.
在与圣角相连的海岸线中,一部分是伊比利安西侧的起点,直至塔古斯河的河口;另一部分是南侧的起点,直至另一条河——阿纳斯河及其河口。
φέρεται δʼ ἀπὸ τῶν ἑῴων μερῶν ἑκάτερος, ἀλλʼ ὁ μὲν ἐπʼ εὐθείας εἰς τὴν ἑσπέραν ἐκδίδωσι πολὺ μείζων ὢν θατέρου, ὁ δʼ Ἄνας πρὸς νότον ἐπιστρέφει τὴν μεσοποταμίαν ἀφορίζων, ἣν Κελτικοὶ νέμονται τὸ πλέον καὶ τῶν Λυσιτανῶν τινὲς ἐκ τῆς περαίας τοῦ Τάγου μετοικισθέντες ὑπὸ Ῥωμαίων·
两河均自东方流来,但其中一条(塔古斯河)笔直向西注入,比另一条大得多,而阿纳斯河则折向南方,界定了两河之间的地区。
ἐν δὲ τοῖς ἄνω μέρεσι καὶ Καρπητανοὶ καὶ Ὠρητανοὶ καὶ Ὀυεττώνων συχνοὶ νέμονται.
凯尔特人占领了这一地区的大部分,还有一些卢西塔尼亚人,他们是由罗马人从塔古斯河对岸迁徙而来的;在上游地区,也有许多卡佩塔尼亚人、奥雷塔尼亚人和韦托内斯人居住。
αὕτη μὲν οὖν ἡ χώρα μετρίως ἐστὶν εὐδαίμων, ἡ δʼ ἐφεξῆς πρὸς ἕω κειμένη καὶ νότον ὑπερβολὴν οὐκ ἀπολείπει πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην ἀρετῆς χάριν καὶ τῶν ἐκ γῆς καὶ θαλάττης ἀγαθῶν.
这一地区固然适度富饶,但紧邻其向东和向南延伸的地区,若与整个居住世界相比,其土地的优越以及来自陆地和海洋的物产之丰饶,无以复加。
αὕτη δʼ ἐστὶν ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός, ἀπὸ τῶν αὐτῶν μερῶν τὴν ἀρχὴν ἔχων ἀφʼ ὧνπερ καὶ ὁ Ἄνας καὶ ὁ Τάγος, μέσος πως ἀμφοῖν τούτων ὑπάρχων κατὰ μέγεθος· παραπλησίως μέντοι τῷ Ἄνᾳ κατʼ ἀρχὰς ἐπὶ τὴν ἑσπέραν ῥυεὶς εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ κατὰ τὴν αὐτὴν ἐκδίδωσι τούτῳ παραλίαν.
这便是拜蒂斯河流经的地区,该河源于与阿纳斯河和塔古斯河相同的区域,在大小上介于两者之间;然而,它最初像阿纳斯河一样向西流,随后折向南方,并在同一海岸注入。
καλοῦσι δʼ ἀπὸ μὲν τοῦ ποταμοῦ Βαιτικήν, ἀπὸ δὲ τῶν ἐνοικούντων Τουρδητανίαν· τοὺς δʼ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδούλους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες οἱ δʼ ἑτέρους· ὧν ἐστι καὶ Πολύβιος συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους·
他们因该河而称其为拜蒂卡,因居民而称其为图尔德塔尼亚;并将那里的居民称为图尔德塔尼亚人和图尔杜利亚人,有些人认为他们是同一民族,有些人则认为是不同的民族;其中也有波利比乌斯,他说图尔杜利亚人居住在图尔德塔尼亚人的北面。
νυνὶ δʼ ἐν αὐτοῖς οὐδεὶς φαίνεται διορισμός.
但如今在他们之间看不出任何区别。
σοφώτατοι δʼ ἐξετάζονται τῶν Ἰβήρων οὗτοι καὶ γραμματικῇ χρῶνται καὶ τῆς παλαιᾶς μνήμης ἔχουσι συγγράμματα καὶ ποιήματα καὶ νόμους ἐμμέτρους ἑξακισχιλίων ἐπῶν, ὥς φασι·
这些人被视为伊比利安人中最有智慧的,他们使用文字,并拥有关于古老记忆的著作、诗歌,以及他们所说的六千行韵文法律。
καὶ οἱ ἄλλοι δʼ Ἴβηρες χρῶνται γραμματικῇ, οὐ μιᾷ δʼ ἰδέᾳ· οὐδὲ γὰρ γλώττῃ μιᾷ.
其他伊比利安人也使用文字,但形式不一,因为他们的语言也并不统一。
τείνει δὲ ἡ χώρα αὕτη ἡ ἐντὸς τοῦ Ἄνα πρὸς ἕω μὲν μέχρι τῆς Ὠρητανίας, πρὸς νότον δὲ μέχρι τῆς παραλίας τῆς ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα μέχρι στηλῶν.
阿纳斯河以内的这一地区,向东延伸至奥雷塔尼亚,向南延伸至从阿纳斯河口到柱石的海岸。
ἀνάγκη δὲ διὰ πλειόνων περὶ αὐτῆς εἰπεῖν καὶ τῶν σύνεγγυς τόπων, ὅσα συντείνει πρὸς τὸ μαθεῖν τὴν εὐφυΐαν τῶν τόπων καὶ τὴν εὐδαιμονίαν.
因此,有必要对该地及邻近地区进行更详细的叙述,以有助于了解这些地方的自然禀赋和富庶。