§2.4.4̔εξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν εὖ τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος.
接下来,他纠正了埃拉托斯特尼的说法,其中有些说得好,有些则比那个人说得更糟。
ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί· ταῦτα μὲν εὖ.
因为当埃拉托斯特尼说从伊萨卡到科尔库拉为三百斯塔迪翁时,他(波利比乌斯)说有九百以上;当他(埃拉托斯特尼)把从埃皮达姆诺斯到塞萨洛尼基定为九百时,他(波利比乌斯)说是两千以上;这些说得好。
ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους· ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν.
但当埃拉托斯特尼说从马萨利亚到柱石为七千,从比利牛斯山起为六千时,他(波利比乌斯)自己说得更糟,说从马萨利亚起为九千以上,从比利牛斯山起为八千稍微少一点;因为埃拉托斯特尼说得更接近事实。
οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς.
因为现在的人们一致同意,如果有人扣除道路的起伏,整个伊比利亚从比利牛斯山到西侧的长度不会大于六千斯塔迪翁。
ὁ δʼ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δή που τὸ σὺν τοῖς σκολιώμασιν (οὐ γὰρ γεωγραφικὸν τοῦτο), ἀλλʼ ἐπʼ εὐθείας λέγων, καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον διέχουσιν ἢ χιλίους σταδίους.
然而,他(波利比乌斯)却将塔古斯河本身的长度从水源到河口定为八千斯塔迪翁,这绝对不是把弯曲算在内(因为这不是地理学的方式),而是指直线距离,可即便如此,从比利牛斯山到塔古斯河的水源的距离也超过了一千斯塔迪翁。
πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται, ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης, καὶ διότι περὶ αὐτῆς ἔσθʼ ὅπου τὰ μαχόμενα ἀποφαίνεται· ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται.
另一方面,他(波利比乌斯)正确地指出:埃拉托斯特尼对伊比利亚的事情一无所知,并且他有时关于伊比利亚发表了自相矛盾的言论;因为埃拉托斯特尼曾说直到加德伊拉其外侧都有加拉太人居住——如果那些人确实占领了欧洲向西直到加德伊拉的部分——但他却忘记了这些,在描述伊比利亚的周航时完全没有提及加拉太人。
§2.4.5τό μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται·
在阐明欧洲的长度小于利比亚和亚洲两者的总和时,他(波利比乌斯)所做的比较是不正确的。
τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς·
因为他说,柱石处的出口位于分点日落的方向,而塔奈斯川则从夏至日出的方向流来;因此,欧洲的长度确实比两者合并的长度减少了夏至日出与分点日出之间的那段距离。
τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου.
因为在朝北的半圆中,亚洲预先占领了朝向分点日出的这一部分。
χωρὶς γὰρ τοῦ περισκελοῦς ἐν πράγμασιν εὐαποδότοις καὶ ψεῦδός ἐστι τὸ ἀπὸ θερινῆς ἀνατολῆς τὸν Τάναϊν ῥεῖν·
因为,除了他在容易证论的事情上表现出的固执以外,说塔奈斯川从夏至日出的方向流来也是虚假的。
ἅπαντες γὰρ οἱ ἔμπειροι τῶν τόπων ἀπὸ τῶν ἄρκτων ῥεῖν φασιν εἰς τὴν Μαιῶτιν, ὥστε τὰ στόματα τοῦ ποταμοῦ καὶ τὸ τῆς Μαιώτιδος καὶ αὐτὸν τὸν ποταμόν, ἐφʼ ὅσον γνώριμός ἐστιν, ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι.
因为所有对该地区熟悉的人都说,它从南方流向迈奥提斯湖,因此该河的河口、迈奥提斯湖以及这条河本身(只要是为人所知的部分),都位于同一条子午线上。
§2.4.6οὐκ ἄξιοι δὲ λόγου τινὲς οἱ μὲν εἶπον ἀπὸ τῶν κατὰ τὸν Ἴστρον τόπων αὐτὸν τὰς ἀρχὰς ἔχειν καὶ ἀπὸ τῆς ἑσπέρας, οὐκ ἐνθυμηθέντες ὡς μεταξὺ ὁ Τύρας καὶ Βορυσθένης καὶ Ὕπανις μεγάλοι ποταμοὶ ῥέουσιν εἰς τὸν Πόντον, ὁ μὲν τῷ Ἴστρῳ παράλληλος οἱ δὲ τῷ Τανάιδι·
至于不值一提的一些人,则说这条河发源于伊斯特罗斯附近地区,也就是从西方而来,他们没有考虑到在两者之间,有图拉斯、博里斯泰内斯和许帕尼斯等大河注入蓬托斯,一者与伊斯特罗斯河平行,另一些则与塔奈斯川平行。
οὔτε δὲ τοῦ Τύρα τῶν πηγῶν κατωπτευμένων οὔτε τοῦ Βορυσθένους οὔτε τοῦ Ὑπάνιος, πολὺ ἂν εἴη ἀγνωστότερα τὰ ἐκείνων ἀρκτικώτερα· ὥσθʼ ὁ διʼ ἐκείνων ἄγων ἐπὶ τὴν Μαιῶτιν τὸν Τάναϊν, εἶτʼ ἐπιστρέφων ἐπʼ αὐτήν (αἱ γὰρ ἐκβολαὶ φανερῶς ἐν τοῖς προσαρκτίοις μέρεσι τῆς λίμνης δείκνυνται καὶ τούτοις τοῖς ἑωθινωτάτοις), πλαστὸς ἄν τις εἴη καὶ ἀπέραντος λόγος.
既然图拉斯河的水源、博里斯泰内斯河的水源以及许帕尼斯河的水源都尚未被实地察明,那么比那些地方更靠北的区域显然更加不为人所知;因此,那种引导塔奈斯川穿过这些地区到达迈奥提斯湖,然后再折回该湖的论调(因为该河的河口显然被指明是在该湖的北部,而且是其中最偏东的部分),将是一个虚构且没有终结的谬说。
ὡς δʼ αὕτως ἀπέραντος καὶ ὁ διὰ τοῦ Καυκάσου πρὸς ἄρκτον φήσας ῥεῖν, εἶτʼ ἐπιστρέφειν εἰς τὴν Μαιῶτιν· εἴρηται γὰρ καὶ τοῦτο.
同样没有终结的说法是,有人声称它穿过高加索向北流去,然后再折回迈奥提斯湖;因为这也是有人说过的。
ἀπὸ μέντοι τῆς ἀνατολῆς οὐδεὶς εἴρηκε τὴν ῥύσιν· καὶ γὰρ εἰ ἔρρει οὕτως, οὐκ ἂν ὑπεναντίως τῷ Νείλῳ καὶ τρόπον τινὰ κατὰ διάμετρον ῥεῖν αὐτὸν ἀπεφαίνοντο οἱ χαριέστεροι, ὡς ἂν ἐπὶ ταὐτοῦ μεσημβρινοῦ ἢ παρακειμένου τινὸς τῆς ῥύσεως οὔσης ἑκατέρῳ ποταμῷ.
然而,关于它从东方流出的说法,从来没有人提过;因为即使它确实是这样流的,那些更优雅的学者也不会断言它与尼罗河相反,并且在某种程度上以对角线的方式流动,就好像这两条河各自的流向位于同一条或相邻的子午线上。