Humanitext Reader

斯特拉波 · 地理学 §2.4.3

驳波利比乌斯的距离测算与已知世界的长度

第 71 段,共 577 段 · 希腊语

内容简介

作者根据波利比乌斯自己提到的距离数据反驳了其计算,并给出了关于已知世界总长度的普遍地理共识及其细目。此外,作者利用纬线和子午线的几何关系,指出了波利比乌斯设定垂线长度的错误,以及他对萨丁尼亚和利比亚地势认识的不准确。

§2.4.3Ἀλλʼ ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα· οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ ὃ σὺ δοκεῖς ἀποδεῖξαι·
“但是,亲爱的波利比乌斯啊,”有人可能会说,“正如经验从你搬出的那些亲口所说的话中,为这种谎言提供了明白无误的驳斥——即从伯罗奔尼撒到雷乌卡斯是七百斯塔迪翁,从那里到科尔库拉也是同等的距离,再从那里到凯劳尼亚山脉也是同等的距离,而在右侧到伊阿庇吉亚,又从凯劳尼亚山脉沿伊利里亚海岸线为六千一百五十斯塔迪翁——同样地,另外那两个说法也都是谎言,无论是狄凯阿科斯所说的从海峡到柱石为七千斯塔迪翁,还是你以为自己已经证明的那个数值。
ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων, συμφωνεῖ δὲ τοῦτο καὶ τῇ ἀποφάσει τῇ περὶ τοῦ μήκους τῆς οἰκουμένης. μάλιστα γὰρ εἶναί φασι μυριάδων ἑπτά·
因为大多数人都一致认为通过公海的距离是一万二千斯塔迪翁,而这也与关于已知世界长度的断言相吻合。
τούτου δὲ τὸ ἑσπέριον τμῆμα τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῶν ἄκρων τῆς Ἰβηρίας, ἅπερ δυσμικώτατά ἐστι, μικρὸν ἀπολείπειν τῶν τρισμυρίων.
因为他们说,已知世界最大长度为七万斯塔迪翁;其中从伊苏斯湾直到伊比利亚最西端岬角(即最西边的部分)的西部部分,仅比三万斯塔迪翁稍微少一点。
συντιθέασι δʼ οὕτως· ἀπὸ μὲν τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας πεντακισχιλίους, ἐνθένδʼ ἐπὶ Σαλμώνιον τῆς Κρήτης, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον, χιλίους, αὐτῆς δὲ τῆς Κρήτης μῆκος πλείους ἢ δισχιλίους ἐπὶ Κριοῦ μέτωπον, ἐντεῦθεν δʼ ἐπὶ Πάχυνον τῆς Σικελίας τετρακισχιλίους καὶ πεντακοσίους, καὶ ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείους ἢ χιλίους, εἶτα τὸ δίαρμα τὸ ἐπὶ στήλας ἀπὸ πορθμοῦ μυρίους δισχιλίους, ἀπὸ στηλῶν δὲ ἐπὶ τὰ τελευταῖα τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἰβηρίας περὶ τρισχιλίους.
他们是这样合算的:从伊苏斯湾到罗得斯海域为五千斯塔迪翁,从那里到克里特的东端萨尔莫尼翁岬角为一千斯塔迪翁,克里特岛本身的长度直到克里乌·梅托蓬(公羊额)岬角为两千以上,从那里到西西里的帕库诺斯岬角为四千五百,从帕库诺斯到海峡为一千以上,然后从海峡到柱石的航道为一万二千,从柱石到伊比利亚圣角的最远端约为三千。
καὶ ἡ κάθετος δὲ οὐ καλῶς εἴληπται, εἴπερ ἡ μὲν Νάρβων ἐπὶ τοῦ αὐτοῦ παραλλήλου σχεδόν τι ἵδρυται τῷ διὰ Μασσαλίας, αὕτη τε τῷ διὰ Βυζαντίου, καθάπερ καὶ Ἵππαρχος πείθεται, ἡ δὲ διὰ τοῦ πελάγους ἐπὶ τοῦ αὐτοῦ ἐστι τῷ διὰ πορθμοῦ καὶ τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς Ῥοδίας εἰς Βυζάντιον ὡς ἂν ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων ἀμφοῖν περὶ πεντακισχιλίους, ὡς εἰρήκασι, σταδίους· τοσοῦτοι γὰρ ἂν εἶεν καὶ οἱ τῆς εἰρημένης καθέτου.
而且,垂线也没有正确设定,如果纳尔邦确实与通过马萨利亚的纬线几乎在同一平行线上,而后者又与通过拜占庭的纬线相同(正如希帕科斯也相信的那样),而通过公海的直线又与通过海峡和罗得斯的纬线相同,且从罗得斯到拜占庭(既然两者几乎位于同一子午线上)的距离如他们所说约为五千斯塔迪翁;因为上述垂线的斯塔迪翁数也将是这么大。
ἐπεὶ δὲ καὶ τὸ μέγιστον δίαρμα τοῦ πελάγους τούτου τὸ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην πεντακισχιλίων που σταδίων λέγουσιν ἀπὸ τοῦ μυχοῦ τοῦ Γαλατικοῦ κόλπου, δοκεῖ μοι πεπλανημένως λέγεσθαι τοῦτο, ἢ πολὺ τὴν Λιβύην κατὰ τοῦτο τὸ μέρος προσνεύειν ἐπὶ τὴν ἄρκτον καὶ συνάπτειν τῷ διὰ τῶν στηλῶν παραλλήλῳ.
既然他们还说这片海域从欧洲到利比亚的最大宽度是从加拉提亚湾最深处算起约为五千斯塔迪翁,在我看来,这要么说错了,要么利比亚在这一部分必须大大向北倾斜并与通过柱石的平行线相接。
καὶ τοῦτο οὐκ εὖ λέγεται τὸ πλησίον τῆς Σαρδόνος τὴν λεχθεῖσαν κάθετον τελευτᾶν· οὐ γὰρ παραπλήσιον, ἀλλὰ πολὺ δυσμικώτερον εἶναι τὸ δίαρμα τοῦτο τῆς Σαρδόνος, ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῷ μεταξὺ πρὸς τῷ Σαρδονίῳ τὸ Λιγυστικὸν πέλαγος· καὶ τῆς παραλίας δὲ τὰ μήκη πεπλεόνασται, πλὴν οὐκ ἐπὶ τοσοῦτόν γε.
同样,说上述垂线在萨尔多(萨丁尼亚)附近结束也是不妥当的;因为这条航线并不在萨尔多附近,而是比它偏西得多,在两者之间的空间中,除了萨尔多尼亚海,几乎将整个利古里亚海都隔开了;此外,沿岸线的长度也被夸大了,只是没有达到那么极端的程度。 ”

词汇与语法注释

  1. 2.4.3ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός — 由 ὥσπερ 引导的从句以 ἡ πεῖρα(经验)为主语,以 τὸν ἔλεγχον(驳斥)为宾语。该从句与以 οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα 开头的句子的主句相呼应。从句中列出的一系列距离,在语法上以省略动词的方式作宾语,以此说明波利比乌斯自己的论点是如何自相矛盾的。
  2. 2.4.3τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων — 不定式短语 εἶναι... 作为同位语,具体解释了前一个关系从句 ὃ Δικαίαρχος εἶπε(狄凯阿科斯所说的话)的内容。属格 σταδίων ἑπτακισχιλίων 作为性质或数量/度量属格,表示从海峡到柱石的距离为七千斯塔迪翁。
  3. 2.4.3καὶ ἡ κάθετος δὲ οὐ καλῶς εἴληπται — 句首的 καὶ...δέ 引入了一个新的几何学论点。条件连词 εἴπερ 引导一个表示既定事实的条件从句(“如果确实……”/“既然……”),该从句涉及马萨利亚、拜占庭、罗得斯和海峡的纬线与子午线位置关系,以此证明波利比乌斯的垂线设定在几何上存在矛盾。
  4. 2.4.3ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῷ μεταξὺ πρὸς τῷ Σαρδονίῳ τὸ Λιγυστικὸν πέλαγος — 中性现在分词 ἀπολαμβάνον 修饰前句的主语 τὸ δίαρμα(航道)。介词短语 πρὸς τῷ Σαρδονίῳ 搭配与格,表示“除萨尔多尼亚海之外”(表示追加),而 τὸ Λιγυστικὸν πέλαγος(利古里亚海)则是分词 ἀπολαμβάνον 的直接宾语。

引用这一段

斯特拉波, 地理学 §2.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。