Humanitext Reader

斯特拉波 · 地理学 §2.2.1-2.2.3

波塞多尼乌斯的地带划分学说及其批评

第 64 段,共 577 段 · 希腊语

内容简介

斯特拉博转而审查波塞多尼乌斯的观点,讨论其对巴门尼德和亚里士多德地球地带划分的批评,并介绍了波塞多尼乌斯自己将地球划分为五带和七带的精细学说。

§2.2.1ἴδωμεν δὲ καὶ Ποσειδώνιον ἅ φησιν ἐν τοῖς περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως τὰ δὲ μαθηματικώτερον.
我们且来看看波塞多尼乌斯在《关于大洋》中说了些什么;因为他在此书中似乎大部分是在进行地理学描述,有的合适,有的则更偏向数学。
οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ μὲν νῦν τὰ δʼ ἐν τοῖς καθʼ ἕκαστα ὡς ἂν ὑποπίπτῃ, μέτρου τινὸς ἐχομένους.
因此,判定他所说的一些事情并不是不合适的,有的是在现在,有的则是在具体部分中随着它们被提及,只要我们保持一定的分寸。
ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι σφαιροειδῆ καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι τὰ ἀκόλουθα τῇ ὑποθέσει ταύτῃ· τούτων δʼ ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν εἶναι.
那么,假定整个地球和宇宙一样呈球状,并接受由此假设产生的一系列结论,乃是与地理学相契合的事情之一;在这些结论中,也包括地球是由五个带组成这一观点。
§2.2.2φησὶ δὴ ὁ Ποσειδώνιος τῆς εἰς πέντε ζώνας διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην· ἀλλʼ ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην ὑπερπίπτουσαν ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις· Ἀριστοτέλη δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, τὰς δὲ μεταξὺ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν εὐκράτους.
波塞多尼乌斯说,划分五个地带的始祖是巴门尼德;但他说此人(巴门尼德)所显示的灼热带宽度几乎是两倍,越过了两条回归线的每一条而向外延伸至温带;而亚里士多德则将回归线之间的区域本身称为灼热带,而将回归线与极圈之间的区域称为温带。
ἀμφοτέροις δʼ ἐπιτιμᾷ δικαίως· διακεκαυμένην γὰρ λέγεσθαι τὸ ἀοίκητον διὰ καῦμα· τῆς δὲ μεταξὺ τῶν τροπικῶν πλέον ἢ τὸ ἥμισυ τοῦ πλάτους οὐκ οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχαζομένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστὶν ὃ διαιρεῖ ἐφʼ ἑκάτερα ὁ ἰσημερινός, τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ ἐστὶν ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ πεντακισχίλιοι, τὸ δʼ ἐνθένδε ἕως τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης, τρισχίλιοι.
而波塞多尼乌斯对这两者的批评都是合理的;因为所谓“灼热带”是指因炎热而无法居住的区域;而对于根据埃及以远的埃塞俄比亚人进行推测的人来说,回归线之间区域的宽度有超过一半是无法居住的,如果赤道向两侧划分的确实是(回归线之间)总宽度的一半,而在这一半之中,从作为夏至回归线边界的塞涅到美罗埃是五千(斯塔德),从那里到作为灼热带起点的肉桂产地平行圈是三千。
τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι μετρητόν, πλεῖταί τε γὰρ καὶ ὁδεύεται· τὸ δʼ ἑξῆς μέχρι τοῦ ἰσημερινοῦ λόγῳ δείκνυται κατὰ τὴν ὑπʼ Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς ὅτι ἐστὶ σταδίων ὀκτακισχιλίων ὀκτακοσίων· ὃν δὴ λόγον ἔχει τὰ μύρια ἑξακισχίλια ὀκτακόσια πρὸς τὰ ὀκτακισχίλια, τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διάστημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος.
那么,这一整段距离都是可以测量的,因为既有航运,也有陆路旅行;而接下来的直到赤道的部分,根据埃拉托斯特尼所作的地球测量,通过推算被证明是八千八百斯塔德;一万六千八百对八千所具有的比率,也就是回归线之间的距离对灼热带宽度所具有的比率。
κἂν τῶν νεωτέρων δὲ ἀναμετρήσεων εἰσάγηται ἡ ἐλαχίστην ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν ἢ μικρῷ τοῦ ἡμίσους μείζονα, ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς.
即使采用较新测量中将地球算得最小的那个数据(即波塞多尼乌斯所认可的约十八万斯塔德),它也显示灼热带大约只占回归线之间区域的一半,或者比一半稍微大一点,但绝不是完全相等和相同的。
τοῖς τε ἀρκτικοῖς οὔτε παρὰ πᾶσιν οὖσιν οὔτε τοῖς αὐτοῖς πανταχοῦ τίς ἂν διορίζοι τὰς εὐκράτους, αἵπερ εἰσὶν ἀμετάπτωτοι;
而且,极圈既非对所有人存在,又非到处都相同,谁能用它们来定义那恒常不变的温带呢?
τὸ μὲν οὖν μὴ παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον· δεῖ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι πᾶσι, πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος.
极圈并非对所有人存在这一事实,对于反驳而言并无意义;因为它们必须存在于所有居住在温带的人那里,也只有针对这些人,温带才被称为温带。
τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν, καλῶς εἴληπται.
但极圈并非到处都以相同的方式存在,而是会有所变化这一观点,倒是被正确地把握了。
§2.2.3αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας πέντε μέν φησιν εἶναι χρησίμους πρὸς τὰ οὐράνια, τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς, ἑτεροσκίους δὲ τὰς ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον δὲ τὴν μεταξὺ τῶν τροπικῶν· πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο ἄλλας στενὰς τὰς ὑπὸ τοῖς τροπικοῖς, καθʼ ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν.
但他自己划分地带时,说有五个地带对于天体现象是有用的,而在这些地带中,在两极之下直到以回归线为极圈的区域之间的两个为周影带,紧邻这两个直到居住在回归线之下的人们之间的两个为单影带,而回归线之间的区域为双影带;但对于人类事务,他说除了这些之外,还有回归线之下的另外两个狭窄地带,在这些地带太阳大约有半个月的时间位于头顶,并且它们被回归线一分为二。
ἔχειν γάρ τι ἴδιον τὰς ζώνας ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι πλησίον ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν, μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι· διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλατύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέφεσθαι· καὶ τοὺς ἰχθυοφάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν.
因为他说这些地带具有某种独特性,它们特别干燥且多沙,除了西非尔和某些被烧焦的、麦子般的果实外,其余皆不结果实;因为附近没有大山能让云朵撞击并产生降雨,也没有河流流经;因此,这里孕育出卷发、卷角、厚唇和扁鼻的生物,因为它们的肢体末端发生了收缩;而且食鱼族也居住在这些地带。
ὅτι δὲ ταῦτʼ ἴδια τῶν ζωνῶν τούτων, δηλοῦν φησὶ τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρατότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυδροτέραν.
他说,这些特征是这些地带所特有的,这一事实由以下情况表明:居住在它们更南边的人们拥有更温和的气候,其土地也更肥沃、水源更充足。

词汇与语法注释

  1. §2.2.1ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι — 此处的结构为 ἔστιν τι(是……之一)搭配部分属格 τῶν... οἰκείων(属于……的事物),并以带冠词的不定式短语 τὸ... ὑποθέσθαι(假定地球……)作为主语。译为“将整个地球假定为……是与地理学相契合的事情之一”。
  2. §2.2.2ὃν δὴ λόγον ἔχει τὰ μύρια ἑξακισχίλια ὀκτακόσια πρὸς τὰ ὀκτακισχίλια — 文本写道“一万六千八百对八千的比率”,但从数学逻辑一致性来看(赤道到回归线的半宽为16800斯塔德,而赤道到肉桂产地即灼热带半宽为8800斯塔德),抄本中可能脱落了“八百(ὀκτακόσια)”,原本应为“16800对8800的比率”。
  3. §2.2.2τοῖς τε ἀρκτικοῖς ... τίς ἂν διορίζοι — 这是一个修辞性疑问句,使用表示手段或标准的与格 τοῖς ἀρκτικοῖς(用极圈),以及表示潜在或可能的 ἄν 搭配希求法(τίς ἂν διορίζοι,“谁能定义呢?”)。
  4. §2.2.3μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς — 意为“直到那些将回归线作为极圈的(纬度圈或地方)”。在极圈处,夏至回归线与地平线重合,因此被称为“以回归线为极圈”,实际上指的就是极圈(纬度约66.5度)。

引用这一段

斯特拉波, 地理学 §2.2.1-2.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.2.1-2.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。