§2.1.20νυνὶ μὲν οὖν ὑποθέμενοι τὰ νοτιώτατα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην, ὅπερ εἰρήκασι πολλοὶ καὶ πεπιστεύκασιν, ἐπεδείξαμεν τὰ συμβαίνοντα ἄτοπα.
现在,通过假设印度最南端与美罗埃周边地区处于同一纬度——这是许多人说过并相信的——我们已经展示了由此产生的荒谬结果。
ἐπεὶ δὲ ὁ Ἵππαρχος οὐδὲν ἀντειπὼν τῇ ὑποθέσει ταύτῃ νυνὶ μετὰ ταῦτα ἐν τῷ δευτέρῳ ὑπομνήματι οὐ συγχωρεῖ, σκεπτέον καὶ τοῦτον τὸν λόγον.
但是,既然喜帕恰斯对这一假设未作任何反驳,现在在此之后,在他的第二部备忘录中又不予承认,因此我们也必须审视这一论点。
φησὶ τοίνυν ἀνταιρόντων ἀλλήλοις ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένων, ἐπειδὰν τὸ μεταξὺ ᾖ μέγα διάστημα, μὴ δύνασθαι γνωσθῆναι αὐτὸ τοῦτο ὅτι εἰσὶν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου οἱ τόποι, ἄνευ τῆς τῶν κλιμάτων συγκρίσεως τῆς κατὰ θάτερον τὸν τόπον.
他说,当地方处于同一纬度并彼此相对时,只要它们之间的距离很大,如果不将其中一个地方的纬度进行比较,就不可能知道这些地方处于同一纬度这一事实。
τὸ μὲν οὖν κατὰ Μερόην κλίμα Φίλωνά τε τὸν συγγράψαντα τὸν εἰς Αἰθιοπίαν πλοῦν ἱστορεῖν, ὅτι πρὸ πέντε καὶ τετταράκοντα ἡμερῶν τῆς θερινῆς τροπῆς κατὰ κορυφὴν γίνεται ὁ ἥλιος, λέγειν δὲ καὶ τοὺς λόγους τοῦ γνώμονος πρός τε τὰς τροπικὰς σκιὰς καὶ τὰς ἰσημερινάς, αὐτόν τε Ἐρατοσθένη συμφωνεῖν ἔγγιστα τῷ Φίλωνι, τὸ δʼ ἐν τῇ Ἰνδικῇ κλίμα μηδένα ἱστορεῖν, μηδʼ αὐτὸν Ἐρατοσθένη.
关于美罗埃周边的纬度,撰写了《埃塞俄比亚航行记》的菲隆记录道,在夏至前四十五天,太阳会到达天顶,并且他还说明了圭表在夏至和春秋分时的影长比例,而埃拉托斯特尼本人也记录了与菲隆非常一致的数据;但是关于印度的纬度,却没有任何人记录,甚至埃拉托斯特尼本人也没有。
εἰ δὲ δὴ καὶ αἱ ἄρκτοι ἐκεῖ ἀμφότεραι, ὡς οἴεται, ἀποκρύπτονται, πιστεύων τοῖς περὶ Νέαρχον, μὴ δυνατὸν εἶναι ἐπὶ ταὐτοῦ παραλλήλου κεῖσθαι τήν τε Μερόην καὶ τὰ ἄκρα τῆς Ἰνδικῆς.
如果真的像他所认为的那样,信任尼阿库斯及其追随者,大熊座和小熊座这两者都在那里隐去,那么美罗埃与印度的极端部分就不可能处于同一纬度上。
εἰ μὲν τοίνυν περὶ τῶν ἄρκτων ἀμφοτέρων ὅτι ἀποκρύπτονται συναποφαίνεται τοῖς εἰποῦσιν Ἐρατοσθένης, πῶς περὶ τοῦ ἐν τῇ Ἰνδικῇ κλίματος οὐδεὶς ἀποφαίνεται, οὐδʼ αὐτὸς Ἐρατοσθένης;
那么,如果埃拉托斯特尼与那些声称这两者都隐去的人共同作出了断言,为什么关于印度的纬度没有任何人作出断言,甚至埃拉托斯特尼本人也没有呢?
οὗτος γὰρ ὁ λόγος περὶ τοῦ κλίματός ἐστιν.
因为这个论点是关于纬度的。
εἰ δʼ οὐ συναποφαίνεται, ἀπηλλάχθω τῆς αἰτίας.
但如果他没有共同作出断言,就应当免除他的责任。
οὐ συναποφαίνεται δέ γε, ἀλλὰ τοῦ Δηιμάχου φήσαντος μηδαμοῦ τῆς Ἰνδικῆς μήτʼ ἀποκρύπτεσθαι τὰς ἄρκτους μήτʼ ἀντιπίπτειν τὰς σκιάς, ἅπερ ὑπείληφεν ὁ Μεγασθένης, ἀπειρίαν αὐτοῦ καταγιγνώσκει, τὸ συμπεπλεγμένον νομίζων ψεῦδος, ἐν ᾧ ὁμολογουμένως καὶ κατʼ αὐτὸν τὸν Ἵππαρχον τό γε μὴ ἀντιπίπτειν τὰς σκιὰς ψεῦδος ἐμπέπλεκται.
实际上他并没有共同作出断言;相反,当戴马科斯声称在印度的任何地方熊座既不隐去、影子也不落向相反方向时,而美加斯提尼曾作此假设,他谴责了戴马科斯的无知,认为这是结合在一起的谎言,在其中,正如大家所同意的以及根据喜帕恰斯本人的看法,影子不落向相反方向这一事实确实被作为谎言结合在内。
καὶ γὰρ εἰ μὴ τῇ Μερόῃ ἀνταίρει, τῆς γε Συήνης νοτιώτερα εἶναι τὰ ἄκρα τῆς Ἰνδικῆς συγχωρῶν φαίνεται.
因为即使它不与美罗埃处于同一纬度,他显然也承认印度的极端部分比斯埃内更靠南。
§2.1.21καὶ ἐν τοῖς ἑξῆς δὲ περὶ τῶν αὐτῶν ἐπιχειρῶν ἢ ταὐτὰ λέγει τοῖς ἐξελεγχθεῖσιν ὑφʼ ἡμῶν, ἢ λήμμασι προσχρῆται ψευδέσιν, ἢ ἐπιφέρει τὸ μὴ ἀκολουθοῦν.
在接下来的部分中,当他试图对同样的事情进行论证时,他要么说出与我们所驳倒的相同的话,要么使用错误的假设,要么推导出不相干的结论。
οὔτε γὰρ τῷ ἀπὸ Βαβυλῶνος εἰς Θάψακον εἶναι σταδίους τετρακισχιλίους ὀκτακοσίους, ἐντεῦθεν δὲ πρὸς τὴν ἄρκτον ἐπὶ τὰ Ἀρμένια ὄρη χιλίους ἑκατόν, ἀκολουθεῖ τὸ ἀπὸ Βαβυλῶνος ἐπὶ τοῦ διʼ αὐτῆς μεσημβρινοῦ ἐπὶ τὰ ἀρκτικὰ ὄρη πλείους εἶναι τῶν ἑξακισχιλίων· οὔτε τὸ ἀπὸ Θαψάκου ἐπὶ τὰ ὄρη χιλίων καὶ ἑκατόν φησιν Ἐρατοσθένης, ἀλλʼ εἶναί τι λοιπὸν ἀκαταμέτρητον, ὥσθʼ ἡ ἑξῆς ἔφοδος ἐκ μὴ διδομένου λήμματος οὐκ ἂν ἐπεραίνετο· οὔτʼ ἀπεφήνατο οὐδαμοῦ Ἐρατοσθένης τὴν Θάψακον τῆς Βαβυλῶνος πρὸς ἄρκτους κεῖσθαι πλείοσιν ἢ τετρακισχιλίοις καὶ πεντακοσίοις σταδίοις.
因为,并不能因为从巴比伦到塔普萨科斯是四千八百斯塔迪翁,而从那里向北到亚美尼亚山脉是一千一百,就推导出从巴比伦沿着通过它的人子午线向北到山脉的距离会超过六千;埃拉托斯特尼也没有说从塔普萨科斯到山脉的距离是一千一百,而是说有一些未测量的剩余部分,因此他随后基于未被准予的假设所作的论述将无法得出结论;埃拉托斯特尼也从未在任何地方断言塔普萨科斯位于巴比伦以北超过四千五百斯塔迪翁的地方。
§2.1.22̔εξῆς δὲ συνηγορῶν ἔτι τοῖς ἀρχαίοις πίναξιν οὐ τὰ λεγόμενα ὑπὸ τοῦ Ἐρατοσθένους προφέρεται περὶ τῆς τρίτης σφραγῖδος, ἀλλʼ ἑαυτῷ κεχαρισμένως πλάττει τὴν ἀπόφασιν πρὸς ἀνατροπὴν εὐφυῆ.
接下来,为了继续维护古地图,他并没有提出埃拉托斯特尼关于第三个封印所说的内容,而是为了自己方便而编造了这一断言,以便进行巧妙的驳斥。
ὁ μὲν γὰρ ἀκολουθῶν τῇ θέσει τῇ προειρημένῃ τοῦ τε Ταύρου καὶ τῆς ἀπὸ στηλῶν θαλάττης, διελὼν τῇ γραμμῇ ταύτῃ τὴν οἰκουμένην δίχα καὶ καλέσας τὸ μὲν βόρειον μέρος τὸ δὲ νότιον, πειρᾶται τούτων ἑκάτερον τέμνειν πάλιν εἰς τὰ δυνατὰ μέρη· καλεῖ δὲ ταῦτα σφραγῖδας.
因为,彼(埃拉托斯特尼)遵循上述金牛山脉和从赫拉克勒斯之柱开始的海的布局,用这条线将人居世界一分为二,并称一部分为北方,另一部分为南方,并试图将其中每一部分再次分割成可能的部分;他称这些为“封印”。
καὶ δὴ τοῦ νοτίου μέρους πρώτην εἰπὼν σφραγῖδα τὴν Ἰνδικήν, δευτέραν δὲ τὴν Ἀριανήν, ἐχούσας τι εὐπερίγραφον, ἴσχυσεν ἀμφοτέρων ἀποδοῦναι καὶ μῆκος καὶ πλάτος, τρόπον δέ τινα καὶ σχῆμα, ὡς ἂν γεωμετρικός.
确实,他将印度称为南方第一封印,阿利亚纳为第二封印,因为它们的轮廓比较容易勾勒,所以他能够像几何学家一样,给出两者的长度和宽度,并在某种程度上给出它们的形状。
τὴν μὲν γὰρ Ἰνδικὴν ῥομβοειδῆ φησι διὰ τὸ τῶν πλευρῶν τὰς μὲν θαλάττῃ κλύζεσθαι τῇ τε νοτίῳ καὶ τῇ ἑῴᾳ, μὴ πάνυ κολπώδεις ᾐόνας ποιούσαις, τὰς δὲ λοιπὰς τὴν μὲν τῷ ὄρει τὴν δὲ τῷ ποταμῷ, κἀνταῦθα τοῦ εὐθυγράμμου σχήματος ὑπό τι σωζομένου· τὴν δʼ Ἀριανὴν ὁρῶν τάς γε τρεῖς πλευρὰς ἔχουσαν εὐφυεῖς πρὸς τὸ ἀποτελέσαι παραλληλόγραμμον σχῆμα, τὴν δʼ ἑσπέριον οὐκ ἔχων σημείοις ἀφορίσαι διὰ τὸ ἐπαλλάττειν ἀλλήλοις τὰ ἔθνη, γραμμῇ τινι ὅμως δηλοῖ τῇ ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὰ ἄκρα τῆς Καρμανίας τελευτώσῃ τὰ συνάπτοντα πρὸς τὸν Περσικὸν κόλπον.
因为他说印度呈菱形,这是因为其边中,有些被海冲刷,包括南海和东海,它们形成了完全没有深凹的海岸线,而其余的边,一边由山脉构成,另一边由河流构成,在这些地方直线的形状也在一定程度上得以保持;而关于阿利亚纳,他看到其至少三条边非常适合构成平行四边形,但由于各民族互相混杂,无法通过地标来界定西侧的边,尽管如此,他还是通过一条从卡斯皮亚门延伸至卡尔马尼亚极端部分并连接波斯湾的线来表示它。
ἑσπέριον μὲν οὖν καλεῖ τοῦτο τὸ πλευρόν, ἑῷον δὲ τὸ παρὰ τὸν Ἰνδόν, παράλληλα δʼ οὐ λέγει· οὐδὲ τὰ λοιπά, τό τε τῷ ὄρει γραφόμενον καὶ τὸ τῇ θαλάττῃ, ἀλλὰ μόνον τὸ μὲν βόρειον τὸ δὲ νότιον.
因此,他称这条边为西边,将沿印度河的一边称为东边,但他并没有说它们是平行的;他也没有对其余的边(无论是沿着山脉画出的边还是沿着海的边)这样说,而只是说一个是北方,另一个是南方。