Humanitext Reader

斯特拉波 · 地理学 §2.1.18-2.1.19

皮亚斯对北方的观测与戴马科斯的印度记述

第 51 段,共 577 段 · 希腊语

内容简介

喜帕恰斯引用皮亚斯关于北方纬度和气候极限的天文观测,同时记录了埃拉托斯特尼对戴马科斯在印度地理学上的无知(尤其是关于赤道、回归线和天象的误解)的批评,以及喜帕恰斯对此不合理的反驳。

§2.1.18φησὶ δὲ ὁ Ἵππαρχος κατὰ τὸν Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν, ταῖς δὲ χειμεριναῖς τροπαῖς πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις ἐννέα, ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξακισχιλίοις καὶ τριακοσίοις (οὓς ἐκεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει, ἐγὼ δʼ οἶμαι Βρεττανοὺς εἶναι, βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πεντακοσίοις) πολὺ μᾶλλον τοῦτο συμβαίνειν.
喜帕恰斯说,在博留斯提尼斯和凯尔特地区,在整个夏夜中,太阳的光芒都在西向东旋转中微弱地照耀着,而在冬至时,太阳的最大高度只有九肘;在距离马萨利亚六千三百斯塔迪翁的地方(喜帕恰斯仍认为那是凯尔特地区,但我认为是不列颠,比凯尔特地区靠北两千五百斯塔迪翁),这种情况发生得更为显著。
ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετεωρίζεται πήχεις ἕξ, τέτταρας δʼ ἐν τοῖς ἀπέχουσι Μασσαλίας ἐνακισχιλίους σταδίους καὶ ἑκατόν, ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέκεινα, οἳ κατὰ τὸν ἡμέτερον λόγον πολὺ ἂν εἶεν ἀρκτικώτεροι τῆς Ἰέρνης.
在冬日里,太阳升起六肘,而在距离马萨利亚九千一百斯塔迪翁的地方则升起四肘,在更远的地方则不足三肘,根据我们的论点,这些地方应该比伊尔内偏北得多。
οὗτος δὲ Πυθέᾳ πιστεύων κατὰ τὰ ἀρκτικώτερα τῆς Βρεττανικῆς τὴν οἴκησιν ταύτην τίθησι, καί φησιν εἶναι τὴν μακροτάτην ἐνταῦθα ἡμέραν ὡρῶν ἰσημερινῶν δέκα ἐννέα, ὀκτωκαίδεκα δὲ ὅπου τέτταρας ὁ ἥλιος μετεωρίζεται πήχεις· οὕς φησιν ἀπέχειν τῆς Μασσαλίας ἐνακισχιλίους καὶ ἑκατὸν σταδίους, ὥσθʼ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι τούτων εἰσίν.
但他信任皮亚斯,将这一居住地放在不列颠的偏北部分,并说那里最长的一天为十九个平太阳时,而在太阳升起四肘的地方则为十八小时;他说那里距离马萨利亚九千一百斯塔迪翁,因此最南端的不列颠人比这些地方还要靠北。
ἤτοι οὖν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου εἰσὶ τοῖς πρὸς τῷ Καυκάσῳ Βακτρίοις ἢ ἐπί τινος πλησιάζοντος· εἴρηται γὰρ ὅτι κατὰ τοὺς περὶ Δηίμαχον συμβήσεται βορειοτέρους εἶναι τῆς Ἰέρνης τοὺς πρὸς τῷ Καυκάσῳ Βακτρίους σταδίοις τρισχιλίοις ὀκτακοσίοις· προστεθέντων δὲ τούτων τοῖς ἀπὸ Μασσαλίας εἰς Ἰέρνην, γίνονται μύριοι δισχίλιοι πεντακόσιοι.
因此,他们要么与靠近考卡苏斯的巴克特拉人处于同一纬度上,要么处于非常接近的纬度上;因为已经说过,根据戴马科斯及其追随者的说法,靠近考卡苏斯的巴克特拉人将比伊尔内偏北三千八百斯塔迪翁;如果将这些加入从马萨利亚到伊尔内的距离中,总共就是一万二千五百斯塔迪翁。
τίς οὖν ἱστόρηκεν ἐν τοῖς ἐκεῖ τόποις (λέγω δὲ τοῖς περὶ Βάκτρα) τοῦτο τὸ μῆκος τῶν μεγίστων ἡμερῶν ἢ τὸ ἔξαρμα τοῦ ἡλίου τὸ κατὰ τὰς μεσουρανήσεις ἐν ταῖς χειμεριναῖς τροπαῖς;
那么,有谁在那些地方(我指的是巴克特拉周围)记录过这最长日子的长度,或者在冬至正午时太阳的仰角呢?
ὀφθαλμοφανῆ γὰρ πάντα ταῦτα ἰδιώτῃ καὶ οὐ δεόμενα μαθηματικῆς σημειώσεως, ὥστε συνέγραψαν ἂν πολλοὶ καὶ τῶν παλαιῶν τῶν τὰ Περσικὰ ἱστορούντων καὶ τῶν ὕστερον μέχρι καὶ εἰς ἡμᾶς.
因为这些对任何外行人来说都是显而易见的,不需要数学观测,所以古代撰写波斯历史的许多人以及后来的直到我们时代的人,都应该会记录下来。
πῶς δʼ ἂν ἡ λεχθεῖσα εὐδαιμονία τῶν τόπων ὡμολόγητο τοῖς τοιούτοις ἐν τῷ οὐρανῷ φαινομένοις;
而且,这些地方所声称的繁荣,又如何能与这样的天象相协调呢?
ἐκ δὲ τῶν εἰρημένων δῆλον ὡς καὶ σοφῶς ἀντιλέγει πρὸς τὴν ἀπόδειξιν, ὡς ἰσοδυναμούντων τῶν ζητουμένων λαμβάνοντος πρὸς τὸ ἀποδεῖξαι τὸ ζητούμενον.
从所说的话来看,很明显,他(喜帕恰斯)对该证明作出了聪明的反驳,指出他在证明所求之物时,把所求之物本身当作了等值的假设。
§2.1.19πάλιν δʼ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου καὶ ἄπειρον τῶν τοιούτων· οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν, Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν· μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν· ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι·
¦p.100 再者,当他(埃拉托斯特尼)想要指出戴马科斯是个外行并且在这些事情上毫无经验时;因为戴马科斯认为印度介于秋分和冬至之间,并反驳了美加斯提尼,后者说在印度南部,大熊座和小熊座会隐去,影子会落向相反方向;戴马科斯说这两者在印度的任何地方都不会发生;埃拉托斯特尼断言这些话是在无知中说出来的。
τό τε γὰρ τὴν φθινοπωρινὴν τῆς ἐαρινῆς διαφέρειν οἴεσθαι κατὰ τὴν διάστασιν τὴν πρὸς τὰς τροπὰς ἀμαθές, τοῦ τε κύκλου τοῦ αὐτοῦ ὄντος καὶ τῆς ἀνατολῆς· τοῦ τε διαστήματος τοῦ ἐπὶ τῆς γῆς τροπικοῦ ἀπὸ τοῦ ἰσημερινοῦ, ὧν μεταξὺ τίθησι τὴν Ἰνδικὴν ἐκεῖνος, δειχθέντος ἐν τῇ ἀναμετρήσει πολὺ ἐλάττονος τῶν δισμυρίων σταδίων, συμβῆναι ἂν καὶ κατʼ αὐτὸν ἐκεῖνον, ὅπερ αὐτὸς νομίζει, οὐχ ὃ ἐκεῖνος· δυεῖν μὲν γὰρ ἢ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν μεταξὺ τοσούτου διαστήματος, ὅσων δʼ αὐτὸς εἴρηκε, πεσεῖν ἄν·
因为认为秋分线与春分线在到回归线的距离上有所不同是无知的,因为该圆圈和日出的位置是相同的;而且既然陆地上回归线到赤道的距离(戴马科斯将印度置于这两者之间)在测量中已被证明远小于两万斯塔迪翁,那么即使按照他自己的假设,也会发生他自己所认为的事情,而不是戴马科斯所认为的事情;因为如果印度有两万或三万斯塔迪翁,它甚至无法落入如此狭窄的距离之间,但如果它是像他自己说的那样大,它就会落入其中。
τῆς δʼ αὐτῆς ἀγνοίας εἶναι καὶ τὸ μηδαμοῦ τῆς Ἰνδικῆς ἀποκρύπτεσθαι φάσκειν τὰς ἄρκτους μηδὲ τὰς σκιὰς ἀντιπίπτειν, ὅτε γε καὶ πεντακισχιλίους προελθόντι ἀπʼ Ἀλεξανδρείας εὐθὺς συμβαίνειν ἄρχεται·
同样无知的是,声称在印度的任何地方大熊座都不会隐去,影子也不会落向相反方向,因为对于一个从亚历山大里亚仅向前走五千斯塔迪翁的人来说,这立刻就开始发生了。
ταῦτα δὴ εἰπόντος, εὐθύνει πάλιν οὐκ εὖ ὁ Ἵππαρχος, πρῶτον ἀντὶ τοῦ χειμερινοῦ τροπικοῦ τὸν θερινὸν δεξάμενος, εἶτʼ οὐκ οἰόμενος δεῖν μάρτυρι χρῆσθαι τῶν μαθηματικῶν ἀναστρολογήτῳ ἀνθρώπῳ, ὥσπερ τοῦ Ἐρατοσθένους προηγουμένως τὴν ἐκείνου μαρτυρίαν ἐγκρίνοντος, ἀλλʼ οὐ κοινῷ τινι ἔθει χρωμένου πρὸς τοὺς ματαιολογοῦντας.
在埃拉托斯特尼说了这些之后,喜帕恰斯又作出了不当的指责,首先他用夏回归线代替了冬回归线,其次他认为不应该使用一个不懂天文学的人作为证人,仿佛埃拉托斯特尼是在首要地认可那个人的证言,而不是对那些信口开河的人使用了一种通用的方法。
εἷς γάρ τις τῶν πρὸς τοὺς ματαίως ἀντιλέγοντας ἐλέγχων ἐστίν, ὅταν αὐτὴν τὴν ἐκείνων ἀπόφασιν, ὁποία ποτέ ἐστι, δείξωμεν ἡμῖν συνηγοροῦσαν.
因为对于那些虚妄反驳之人,反驳的方法之一就是展示他们自己的断言,无论那是什么,都在为我们作证。

词汇与语法注释

  1. §2.1.18πήχεις — “肘”(Pechys)在古希腊天文学中被用作天球上的角度测量单位,一肘约等于两度。此处用于测量冬至时太阳的子午线高度。
  2. §2.1.18ὥσθʼ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι τούτων εἰσίν. — 连接词 ὥστε 在此处表示逻辑结论。如果遵循喜帕恰斯(或皮亚斯)的假设,距离马萨利亚9100斯塔迪翁的位置(冬至太阳高度为4肘,最长日为18小时的地方)应该位于不列颠北部,但这会导致逻辑上的矛盾,即连最南方的不列颠人都将位于该点以北。
  3. §2.1.19δυεῖν μὲν γὰρ ἢ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν — 带不定式的宾格句结构,其中 οὖσαν 是表示条件或让步意义(“如果印度是……”)的分词,修饰其主语 τὴν Ἰνδικὴν,并与不定词 πεσεῖν(依赖于 οἴεσθαι)连用。整句构成一个假设性论证:“如果印度有两万或三万斯塔迪翁,它根本不可能落入如此狭窄的区间内。”

引用这一段

斯特拉波, 地理学 §2.1.18-2.1.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.18-2.1.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。