§17.1.5οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῷ τὸ πλέον, οἱ δʼ ὕστερον αὐτόπται γενηθέντες ᾔσθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης, καὶ μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην κατʼ ὀλίγον τὴν πλημμυρίδα·
且说,古代人大多凭借推测,而后来亲眼目睹的人则认识到,当上埃塞俄比亚,特别是在最偏远的山区被雨水冲刷时,尼罗河因夏季的雨水而满溢,而当雨水停止时,洪水便逐渐退去。
τοῦτο δʼ ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον κόλπον μέχρι τῆς κινναμωμοφόρου καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ εἴ τινες ἄλλαι χρεῖαι παρώξυνον ἐκεῖσε ἄνδρας προχειρίζεσθαι τοὺς τῆς Αἰγύπτου βασιλέας τοὺς Πτολεμαϊκούς.
这一事实对于那些航行于阿拉伯湾直至出产肉桂地区的人,以及那些被派遣去捕猎大象的人,以及如果有什么其他需要促使埃及的普托米乌斯王朝国王们派人前往该地的人来说,变得尤为清楚。
οὗτοι γὰρ ἐφρόντισαν τῶν τοιούτων, διαφερόντως δʼ ὁ Φιλάδελφος ἐπικληθείς, φιλιστορῶν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος διαγωγὰς ἀεί τινας καὶ τέρψεις ζητῶν καινοτέρας.
因为这些国王关注这类事情,尤其是被称为爱姐(费拉德尔甫斯)的国王,他热爱探究,并且由于身体虚弱,总是寻求一些新颖的消遣和娱乐。
οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων· καίπερ οἰκεῖοι σοφίας γεγονότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθʼ ὧν ἦν αὐτοῖς ὁ πλείων βίος· ὥστε καὶ θαυμάζειν ἄξιον καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι τῆς κινναμωμοφόρου, καὶ ὑπομνήματα τῆς στρατείας αὐτοῦ καὶ νῦν ἔτι δείκνυται στῆλαι καὶ ἐπιγραφαί.
然而,过去的国王们并不怎么关心这类事情,尽管他们自己和那些与他们共度大部分生活的祭司都深谙智慧;因此,无论是因为这个原因,还是因为塞索斯特里斯曾遍历整个埃塞俄比亚直至出产肉桂的地区,且他的远征纪念物——石柱和铭文至今仍被展示,这都是令人惊异的事情。
Καμβύσης τε τὴν Αἴγυπτον κατασχὼν προῆλθε καὶ μέχρι τῆς Μερόης μετὰ τῶν Αἰγυπτίων· καὶ δὴ καὶ τοὔνομα τῇ τε νήσῳ καὶ τῇ πόλει τοῦτο παρʼ ἐκείνου τεθῆναί φασιν, ἐκεῖ τῆς ἀδελφῆς ἀποθανούσης αὐτῷ Μερόης· οἱ δὲ γυναῖκά φασι· τὴν ἐπωνυμίαν οὖν ἐχαρίσατο αὐτῇ τιμῶν τὴν ἄνθρωπον, θαυμαστὸν οὖν πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων ἱστορία τοῖς τότε, καὶ ταῦτα τῶν ἱερέων φιλοπραγμονέστερον ἀναφερόντων εἰς τὰ ἱερὰ γράμματα καὶ ἀποτιθεμένων, ὅσα μάθησιν περιττὴν ἐπιφαίνει.
坎比塞斯在占领埃及后,也与埃及人一起推进到了美罗埃;实际上,人们说岛屿和城市的这个名字都是由他命名的,因为他的姐妹美罗埃死在那个地方(也有人说是他的妻子);因此,他将这个名字赠予了她,以此向该女子表示敬意。 那么,令人惊奇的是,在有这些契机的情况下,关于雨水的记录对于当时的人来说竟然没有完全明确,而且是在祭司们相当勤勉地将凡是表现出超凡知识的事情都记录在神圣书册中并保存起来的情况下。
εἰ γὰρ ἄρα, τοῦτʼ ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῇ Θηβαΐδι καὶ τῇ περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι· τὸ δʼ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν, μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε.
因为如果确实需要探究,他们本应当探究至今仍在探究的问题,即究竟为什么是在夏天,而不是在冬天,并且是在最南端的地区下雨,而在底比斯和塞恩周围却不下雨;但他们不应当探究上涨是否源于雨水,也不需要波塞多尼奥斯所提到的那类证人。
φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος) ἐκεῖνον δὲ παρʼ ἄλλου, τὸν δὲ παρʼ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον
ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο.
因为他说,卡利斯提尼声称自己从亚里士多德那里得到了关于夏季雨水作为起因的说法,而亚里士多德是从萨索斯人色拉叙阿尔克斯(他是古代自然哲学家之一)那里得到的,色拉叙阿尔克斯是从另一个人那里得到的,而那个人又是从称尼罗河为“从天而降”的荷马那里得到的:“又回到了从天而降的埃及河中。
ἀλλʼ ἐῶ ταῦτα πολλῶν εἰρηκότων ὧν ἀρκέσει δύο μηνῦσαι τοὺς ποιήσαντας καθʼ ἡμᾶς τὸ περὶ τοῦ Νείλου βιβλίον, Εὔδωρόν τε καὶ Ἀρίστωνα τὸν ἐκ τῶν περιπάτων· πλὴν γὰρ τῆς τάξεως τά γε ἄλλα καὶ τῇ φράσει καὶ τῇ ἐπιχειρήσει ταὐτά ἐστι κείμενα παρʼ ἀμφοτέροις.
”但由于许多人都谈过这些事,我就不再赘述,其中只需提及在我们的时代撰写了关于尼罗河之书的两个人就足够了,即欧多罗斯和逍遥学派的阿里斯顿;因为除了叙述顺序之外,其他所有内容,无论在文体还是在论证上,在两人的著作中都是完全相同的。
ἐγὼ γοῦν ἀπορούμενος ἀντιγράφων εἰς τὴν ἀντιβολὴν ἐκ θατέρου θάτερον ἀντέβαλον· πότερος δʼ ἦν ὁ τἀλλότρια ὑποβαλλόμενος, ἐν Ἄμμωνος εὕροι τις ἄν.
至少我在缺少用于对照的抄本时,甚至通过一部著作来校对另一部;至于他们中谁是那个剽窃他人作品的人,人们在阿蒙神庙中或许能找到答案。
Εὔδωρος δʼ ᾐτιᾶτο τὸν Ἀρίστωνα· ἡ μέντοι φράσις Ἀριστώνειος μᾶλλόν ἐστιν.
欧多罗斯指责阿里斯顿,然而其文体却更具阿里斯顿的特色。
οἱ μὲν οὖν ἀρχαῖοι τὸ οἰκούμενον αὐτὸ καὶ ποτιζόμενον ὑπὸ τοῦ Νείλου μόνον Αἴγυπτον ἐκάλουν ἀπὸ τῶν περὶ Συήνην τόπων ἀρξάμενοι μέχρι τῆς θαλάττης, οἱ δʼ ὕστερον μέχρι νῦν προσέλαβον ἐκ μὲν τῶν πρὸς ἕω μερῶν μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ Νείλου σχεδόν τι πάντα (οἱ δʼ Αἰθίοπες οὐ πάνυ χρῶνται τῇ Ἐρυθρᾷ θαλάττῃ), ἐκ δὲ τῶν ἑσπερίων τὰ μέχρι τῶν αὐάσεων καὶ ἐν τῇ παραλίᾳ τὰ ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι Καταβαθμοῦ καὶ τῆς Κυρηναίων ἐπικρατείας.
那么,古代人只把被尼罗河居住和灌溉的土地本身称为埃及,从塞恩周围地区开始直到大海,但后世直至现在的人则并入了东侧阿拉伯湾和尼罗河之间的几乎所有地区(尽管埃塞俄比亚人并不怎么利用红海),在西侧则并入了直到奥司的地区,在沿海地区则并入了从卡诺布斯河口直到卡塔巴斯莫斯以及基rene人领地之间的地区。
οἵ τε γὰρ ἀπὸ τοῦ Πτολεμαίου βασιλεῖς ἴσχυσαν τοσοῦτον, οἵ γε καὶ τὴν Κυρηναίαν αὐτὴν κατέσχον καὶ διενείμαντο πρὸς τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, Ῥωμαῖοί τε οἱ διαδεξάμενοι τὴν ἐκείνων ἐπαρχίαν κρίναντες τὴν Αἴγυπτον ἐν τοῖς αὐτοῖς ὅροις διεφύλαξαν.
因为从普托米乌斯开始的国王们非常强大,他们甚至占领了基rene自身,并将其与埃及和塞浦路斯分割统治,而继承他们省份的罗马人裁定在同样的边界内保留埃及,从而维持了这一状态。
αὐάσεις δʼ οἱ Αἰγύπτιοι καλοῦσι τὰς οἰκουμένας χώρας περιεχομένας κύκλῳ μεγάλαις ἐρημίαις ὡς ἂν νήσους πελαγίας· πολὺ δὲ τοῦτʼ ἔστι κατὰ τὴν Λιβύην, τρεῖς δʼ εἰσὶν αἱ πρόσχωροι τῇ Αἰγύπτῳ καὶ ὑπʼ αὐτῇ τεταγμέναι.
埃及人将四周被辽阔荒漠包围的居住地区称为“奥司”,犹如公海中的岛屿;这在利比亚有很多,但有三个与埃及相邻并归其管辖。