Humanitext Reader

斯特拉波 · 地理学 §16.3.1-16.3.2

阿拉伯的地理边界与波斯湾的形状

第 528 段,共 577 段 · 希腊语

内容简介

该部分说明了阿拉伯地区的地理边界、过着帐篷生活的阿拉伯人的习俗,并引用埃拉托斯特尼和安德罗斯塞内斯的记载,描述了波斯湾的形状及航行距离。

§16.3.1̔υπέρκειται δὲ τῆς Ἰουδαίας καὶ τῆς κοίλης Συρίας μέχρι Βαβυλωνίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὸς νότον Ἀραβία πᾶσα χωρὶς τῶν ἐν τῇ Μεσοποταμίᾳ σκηνιτῶν.
除美索不达米亚的帐篷居住者外,整个阿拉伯地区都位于犹太和柯里叙利亚之上(之南),一直延伸到巴比伦尼亚和幼发拉底河沿岸地区。
περὶ μὲν οὖν τῆς Μεσοποταμίας καὶ τῶν νεμομένων αὐτὴν ἐθνῶν εἴρηται·
关于美索不达米亚和居住在其中的部族,已经进行了讨论。
τὰ δὲ πέραν τοῦ Εὐφράτου τὰ μὲν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ νέμονται Βαβυλώνιοι καὶ τὸ τῶν Χαλδαίων ἔθνος (εἴρηται δὲ περὶ τούτων), τὰ δʼ ἑξῆς τῆς Μεσοποταμίας μέχρι κοίλης Συρίας, τὸ μὲν πλησιάζον τῷ ποταμῷ * καὶ τὴν Μεσοποταμίαν σκηνῖται κατέχουσιν Ἄραβες, δυναστείας ἀποτετμημένοι μικρὰς ἐν λυπροῖς χωρίοις διὰ τὰς ἀνυδρίας, γεωργοῦντες μὲν ἢ οὐδὲν ἢ μικρά, νομὰς δὲ ἔχοντες παντοδαπῶν θρεμμάτων καὶ μάλιστα καμήλων·
至于幼发拉底河彼岸的地区,一方面,靠近其河口的部分由巴比伦人和迦勒底人部族居住(关于这些人已经说过了);另一方面,紧邻美索不达米亚一直到柯里叙利亚的地区,即靠近河流的部分 * 以及美索不达米亚,由帐篷居住的阿拉伯人占据,他们由于缺水而在贫瘠的土地上划分为小公国,几乎不从事或仅从事极少的农业,但拥有各种牲畜特别是骆驼的牧场。
ὑπὲρ δὲ τούτων ἔρημός ἐστι πολλή· τὰ δὲ τούτων ἔτι νοτιώτερα ἔχουσιν οἱ τὴν εὐδαίμονα καλουμένην Ἀραβίαν οἰκοῦντες.
在这些地区之上是一片广阔的荒漠;而比这些地区更靠南的地方,则由居住在被称为“幸福阿拉伯”地区的人们所占有。
ταύτης δὲ τὸ μὲν προσάρκτιον πλευρὸν ἡ λεχθεῖσά ἐστιν ἔρημος, τὸ δʼ ἑῷον ὁ Περσικὸς κόλπος, τὸ δὲ ἑσπέριον ὁ Ἀράβιος, τὸ δὲ νότιον ἡ μεγάλη θάλαττα ἡ ἔξω τῶν κόλπων ἀμφοῖν, ἣν ἅπασαν Ἐρυθρὰν καλοῦσιν.
该地区的北面是前面提到的荒漠,东面是波斯湾,西面是阿拉伯湾,南面则是两个海湾之外的大海,他们将这整个海域称为红海。
§16.3.2̔ο μὲν οὖν Περσικὸς κόλπος λέγεται καὶ ἡ κατὰ Πέρσας θάλαττα.
那么,波斯湾也被称为波斯人的海。
φησὶ δὲ περὶ αὐτῆς Ἐρατοσθένης οὕτως, ὅτι τὸ μὲν στόμα φησὶν εἶναι στενὸν οὕτως ὥστʼ ἐξ Ἁρμόζοντος, τῆς Καρμανίας ἀκρωτηρίου, τῆς Ἀραβίας ἀφορᾶται τὸ ἐν Μάκαις·
埃拉托斯特尼对此如此说道:他说海湾的入口非常狭窄,以至于从卡尔马尼亚的岬角哈尔莫宗,可以望见马凯地方的阿拉伯岬角。
ἀπὸ δὲ τοῦ στόματος ἡ ἐν δεξιᾷ παραλία περιφερὴς οὖσα κατʼ ἀρχὰς μὲν ἀπὸ τῆς Καρμανίας πρὸς ἕω μικρόν, εἶτα πρὸς ἄρκτον νεύει, καὶ μετὰ ταῦτα πρὸς τὴν ἑσπέραν μέχρι Τερηδόνος καὶ τῆς ἐκβολῆς τοῦ Εὐφράτου·
从入口开始,右侧的海岸线呈弧形,起初从卡尔马尼亚向东倾斜一点,然后转向北,之后向西延伸,直到特雷东和幼发拉底河的河口。
περιέχει δὲ τήν τε Καρμανίων παραλίαν καὶ τὴν Περσῶν καὶ Σουσίων καὶ Βαβυλωνίων ἀπὸ μέρους, ὅσον μυρίων οὖσα σταδίων·
它包围了卡尔马尼亚人、波斯人、苏萨人和部分巴比伦人的海岸,全长约一万斯塔德。
περὶ ὧν καὶ ἡμεῖς εἰρήκαμεν·
关于这些,我们也已经说过了。
τὸ δʼ ἐντεῦθεν ἑξῆς ἐπὶ τὸ στόμα πάλιν ἄλλοι τοσοῦτοι, καθάπερ καὶ Ἀνδροσθένη λέγειν φησὶ τὸν Θάσιον, τὸν καὶ Νεάρχῳ συμπλεύσαντα καθʼ αὑτόν·
从那里开始,一直延伸回到入口的下一部分,也是同样长的一万斯塔德,正如他说萨索斯人安德罗斯塞内斯——那位曾独自与尼阿库斯同行航海的人——所说的那样。
ὥστε δῆλον ἐκ τούτων εἶναι διότι μικρὸν ἀπολείπεται τῷ μεγέθει τῆς κατὰ τὸν Εὔξεινον θαλάττης αὕτη ἡ θάλαττα·
因此,从这些事实中可以清楚地看出,这片海的面积仅比欧克辛海(黑海)略小一点。
λέγειν δέ φησιν ἐκεῖνον περιπεπλευκότα στόλῳ τὸν κόλπον, ὅτι ἀπὸ Τερηδόνος ἑξῆς ἐν δεξιᾷ ἔχοντι τὴν ἤπειρον ὁ παράπλους ἔχει προκειμένην νῆσον Ἴκαρον, καὶ ἱερὸν Ἀπόλλωνος ἅγιον ἐν αὐτῇ καὶ μαντεῖον Ταυροπόλου.
他说,那个人率领舰队环航该湾后说,从特雷东出发,将大陆保持在右侧航行,沿海航线前方有一座伊卡洛斯岛,岛上有阿波罗的神圣庙宇和陶波罗斯的神谕所。

词汇与语法注释

  1. §16.3.1ὑπέρκειται — 动词 ὑπέρκειται 支配属格(τῆς Ἰουδαίας...),意为“位于……之上”或“位于……之南(内陆)”。在斯特拉波的地理学语境中,该词常用于指代从海岸向内陆(尤其是向南方)延伸的广阔区域。在此处,结合 πρὸς νότον(向南),它说明了位于犹太和柯里叙利亚南方的整个阿拉伯地区的地理位置关系。
  2. §16.3.2ὅτι τὸ μὲν στόμα φησὶν εἶναι — 此处出现了一种句法上的冗余:在引导间接引语的连词 ὅ提 之后,紧接着又插入了表示传闻的直陈式动词 φησίν,并由其支配不定式 εἶναι。这种双重传闻的表达是因为斯特拉波在概括并引用埃拉托斯特尼的叙述时,重复强调了其来源。
  3. §16.3.2ἐν δεξιᾷ ἔχοντι τὴν ἤπειρον — 现在分词 ἔχοντι 为阳性单数与格,没有明确的名词作为先行词。这是航海指南(periplus)文献中典型的“关系与格(dative of relation)”,用以模糊地指代航海者(或设想的读者),从其视角来确定地理方位(即“对于将大陆保持在右侧的人而言”)。

引用这一段

斯特拉波, 地理学 §16.3.1-16.3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.3.1-16.3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。