§14.1.4αὗται μὲν δώδεκα Ἰωνικαὶ πόλεις, προσελήφθη δὲ χρόνοις ὕστερον καὶ Σμύρνα εἰς τὸ Ἰωνικὸν ἐναγαγόντων Ἐφεσίων· ἦσαν γὰρ αὐτοῖς σύνοικοι τὸ παλαιόν, ἡνίκα καὶ Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος· καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς τὸν Δία λόγῳ
"
Σμυρναίους δʼ ἐλέησον
"
καὶ πάλιν
"
μνῆσαι δʼ εἴκοτέ τοι μηρία καλὰ βοῶν
.
以上是十二个伊奥尼亚城市,但后来士麦那也被接纳进了伊奥尼亚联盟,这是由叶菲索斯人引介的;因为在古代他们曾是同居者,当时叶菲索斯本身也曾被称为士麦那;卡里努斯在某处也曾这样称呼它,在向宙斯祈求时将叶菲索斯人称为士麦那人: “求你怜悯士麦那人,” 又说: “并请记住是否曾为你烧献公牛的美丽股骨。
"
Σμύρνα δʼ ἦν Ἀμαζὼν ἡ κατασχοῦσα τὴν Ἔφεσον, ἀφʼ ἧς τοὔνομα καὶ τοῖς ἀνθρώποις καὶ τῇ πόλει, ὡς καὶ ἀπὸ Σισύρβης Σισυρβῖται τινὲς τῶν Ἐφεσίων ἐλέγοντο· καὶ τόπος δέ τις τῆς Ἐφέσου Σμύρνα ἐκαλεῖτο, ὡς δηλοῖ Ἱππῶναξ
"
ᾤκει δʼ ὄπισθε τῆς πόλιος ἐνὶ Σμύρνῃ
μεταξὺ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς.
” 士麦那是一个占领了叶菲索斯的亚马逊人,人和城市的名字都因她而得,就像一些叶菲索斯人因希苏尔贝而被被称为希苏尔巴人一样;叶菲索斯的一个地方也被称为士麦那,正如希波纳克斯所表明的那样: “他住在城后的士麦那,介于特拉刻亚和勒普雷海岸之间。
"
ἐκαλεῖτο γὰρ Λεπρὴ μὲν ἀκτὴ ὁ πρηὼν ὁ ὑπερκείμενος τῆς νῦν πόλεως, ἔχων μέρος τοῦ τείχους αὐτῆς· τὰ γοῦν ὄπισθεν τοῦ πρηῶνος κτήματα ἔτι νυνὶ λέγεται ἐν τῇ Ὀπισθολεπρίᾳ· τραχεῖα δʼ ἐκαλεῖτο ἡ περὶ τὸν Κορησσὸν Παρώρειος.
” 因为勒普雷海岸是指位于现在城市上方的山脊,城墙的一部分就建在上面;总之,山脊后面的地产至今仍被称为在“奥皮斯托勒普里亚”;科雷索斯周围的山麓地带则被称为“特拉刻亚”。
ἡ δὲ πόλις ἦν τὸ παλαιὸν περὶ τὸ Ἀθήναιον τὸ νῦν ἔξω τῆς πόλεως ὂν κατὰ τὴν καλουμένην Ὑπέλαιον, ὥστε ἡ Σμύρνα ἦν κατὰ τὸ νῦν γυμνάσιον ὄπισθεν μὲν τῆς τότε πόλεως, μεταξὺ δὲ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς.
古代的城市是在雅典娜神庙周围,该神庙现在位于城外一个被称为“许佩莱翁”的地方附近,因此士麦那位于现在的体育馆附近,在当时城市的后面,介于特拉刻亚和勒普雷海岸之间。
ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον, ἐν ᾧ νῦν ἔστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων· ἐκβαλόντες δʼ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους.
离开叶菲索斯人之后,士麦那人向现在的士麦那所在地进军,当时该地由勒勒格斯人占领;他们赶走了勒勒格斯人,创建了古士麦那,距离现在的士麦那大约二十斯塔迪翁。
ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον· καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί
"
ἡμεῖς δηὖτε Πύλον Νηλήιον ἄστυ λιπόντες
ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα· ἐς δʼ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες
ἑζόμεθʼ ἀργαλέης ὕβριος ἡγεμόνες.
但后来被埃奥利斯人赶走后,他们逃到了科洛丰,并与来自那里的人一起发起进攻,夺回了自己的城市;正如米姆内尔莫斯在《南诺》中提到士麦那总是备受争夺时所说的那样: “我们再次离开内勒乌斯的城市皮洛斯,乘船来到可爱的亚洲;带着压倒性的武力进入可爱的科洛丰,我们定居下来,成为残酷暴虐的领袖。
κεῖθεν δʼ ἀστήεντος ἀπορνύμενοι ποταμοῖο
θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα.
我们从那里出发,离开闪烁如星的河流,在神明的意志下夺取了埃奥利斯的士麦那。
"
ταῦτα μὲν περὶ τούτων· ἐφοδευτέον δὲ πάλιν τὰ καθʼ ἕκαστα, τὴν ἀρχὴν ἀπὸ τῶν ἡγεμονικωτέρων τόπων ποιησαμένους, ἐφʼ ὧνπερ καὶ πρῶτον αἱ κτίσεις ἐγένοντο, λέγω δὲ τῶν περὶ Μίλητον καὶ Ἔφεσον· αὗται γὰρ ἄρισται πόλεις καὶ ἐνδοξόταται.
” 关于这些事就说这么多;但我们必须再次按部就班地巡视各个细节,从最主要的、最初进行建城的地方开始,我指的是米利都和叶菲索斯周边地区;因为这些是最优秀、最著名的城市。
§14.1.5μετὰ δὲ τὸ Ποσείδιον τὸ Μιλησίων ἑξῆς ἐστι τὸ μαντεῖον τοῦ Διδυμέως Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις ἀναβάντι ὅσον ὀκτωκαίδεκα σταδίους· ἐνεπρήσθη δʼ ὑπὸ Ξέρξου, καθάπερ καὶ τὰ ἄλλα ἱερὰ πλὴν τοῦ ἐν Ἐφέσῳ· οἱ δὲ Βραγχίδαι τοὺς θησαυροὺς τοῦ θεοῦ παραδόντες τῷ Πέρσῃ φεύγοντι συναπῆραν τοῦ μὴ τῖσαι δίκας τῆς ἱεροσυλίας καὶ τῆς προδοσίας.
在米利都人的波塞迪翁之后,紧接着是位于布兰基代的迪迪梅乌斯·阿波罗神谕所,往内陆走大约十八斯塔迪翁;它被薛西斯烧毁,就像除了叶菲索斯神庙之外的其他神庙一样;但布兰基代人将神明的宝藏交给了波斯人,并在波斯人逃跑时随其一同离开,以免因盗窃神庙和叛国罪而受到惩罚。
ὕστερον δʼ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος· κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές· ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος· κεκόσμηται δʼ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα· ἐντεῦθεν δʼ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦς.
但后来米利都人建造了所有神殿中最大的一座,却因其庞大的规模而一直没有屋顶;总之,内殿的围墙里已经容纳了一个村庄的居民,内外都有一片豪华的圣林;而其他的内殿则保留着神谕和神圣的祭仪;在这里流传着关于布兰科斯和阿波罗之恋的神话;它被古代艺术最奢华的供奉物所装饰;从那里到城市,无论是陆路还是水路,距离都不远。