Humanitext Reader

斯特拉波 · 地理学 §14.1.16-14.1.19

萨摩斯僭主波利克拉特斯与伊卡里亚岛

第 441 段,共 577 段 · 希腊语

内容简介

本章节记述了萨摩斯僭主波利克拉特斯与西洛松的统治、毕达哥拉斯和阿那克里翁的轶事、雅典人对该岛的征服以及伊壁鸠鲁、克雷奥菲路斯等人物,最后介绍了邻近的伊卡里亚岛的地理与伊卡洛斯神话。

§14.1.16αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα·
因此,僭主统治在波利克拉特斯及其兄弟西洛松的时期最为鼎盛。
ἦν δʼ ὁ μὲν καὶ τύχῃ καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι· τῆς δʼ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς, ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν· ἀνατμηθέντος δʼ εὑρέθη ὁ δακτύλιος· πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος ὁ τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις· καὶ δὴ καὶ συμβῆναι τοῦτο· ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι.
前者在运气和权力上都很显赫,以至于甚至掌握了海上霸权;人们把他好运的证据归结于此:当他故意将自己那枚镶有贵重宝石和雕刻的戒指扔进海里时,不久之后,一个渔夫捕获并送来了吞下这枚戒指的那条鱼;剖开鱼腹后,戒指被找到了;据说埃及国王听说此事后,以某种预言般的方式宣告说,这个因成功而如此得意忘形的人,不久将在不幸的结局中结束生命;而事实上,这也确实发生了;因为他被波斯的总督设计诱捕,并被处以悬挂。
τούτῳ συνεβίωσεν Ἀνακρέων ὁ μελοποιός· καὶ δὴ καὶ πᾶσα ἡ ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης.
叙事诗人阿那克里翁曾与他共同生活;而且实际上,他所有的诗作都充满了对他的忆念。
ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν· ἐπανιόντα δʼ ἐκεῖθεν, ὁρῶντα ἔτι συμμένουσαν τὴν τυραννίδα, πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον.
据记载,在他的时代,毕达哥拉斯看到僭主统治正在兴起,于是离开了这座城市,为了求知而前往埃及和巴比伦;从那里回来时,看到僭主统治依然存在,他便航行到意大利,并在那里度过了余生。
περὶ Πολυκράτους μὲν ταῦτα.
关于波利克拉特斯的事迹就是这些。
§14.1.17Συλοσῶν δʼ ἀπελείφθη μὲν ἰδιώτης ὑπὸ τοῦ ἀδελφοῦ, Δαρείῳ δὲ τῷ Ὑστάσπεω χαρισάμενος ἐσθῆτα, ἧς ἐπεθύμησεν ἐκεῖνος φοροῦντα ἰδών, οὔπω δʼ ἐβασίλευε τότε, βασιλεύσαντος ἀντέλαβε δῶρον τὴν τυραννίδα.
西洛松被他的兄弟留在民间作为普通公民,但在希斯塔斯佩斯之子大流士尚未登基时,因为赠送给大流士一件他看见西洛松穿着便想要的衣服,在大流士登基后,西洛松得到了僭主统治权作为回礼。
πικρῶς δʼ ἦρξεν, ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλις· κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν " ἕκητι Συλοσῶντος εὐρυχωρίη.
但他统治残酷,以至于城市人口流失;由此便产生了这句谚语: "因西洛松之故,空间宽敞。
" §14.1.18Ἀθηναῖοι δὲ πρότερον μὲν πέμψαντες στρατηγὸν Περικλέα καὶ σὺν αὐτῷ Σοφοκλέα τὸν ποιητὴν πολιορκίᾳ κακῶς διέθηκαν ἀπειθοῦντας τοὺς Σαμίους, ὕστερον δὲ καὶ κληρούχους ἔπεμψαν δισχιλίους ἐξ ἑαυτῶν, ὧν ἦν καὶ Νεοκλῆς ὁ Ἐπικούρου τοῦ φιλοσόφου πατήρ, γραμματοδιδάσκαλος, ὥς φασι· καὶ δὴ καὶ τραφῆναί φασιν ἐνθάδε καὶ ἐν Τέῳ καὶ ἐφηβεῦσαι Ἀθήνησι· γενέσθαι δʼ αὐτῷ συνέφηβον Μένανδρον τὸν κωμικόν· Σάμιος δʼ ἦν καὶ Κρεώφυλος, ὅν φασι δεξάμενον ξενίᾳ ποτὲ Ὅμηρον λαβεῖν δῶρον τὴν ἐπιγραφὴν τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας ἅλωσιν.
"以前,雅典人派出了将军伯里克利以及与他同行的诗人索福克勒斯,通过围城战使不服从的萨摩斯人蒙受重创;后来,他们还从自己人中派出了两千名殖民者,据说其中就有哲学家伊壁鸠鲁的父亲新克勒斯,他是一名小学教师;事实上,据说伊壁鸠鲁就在这里以及忒奥斯长大,并在雅典服青年兵役;而喜剧诗人米南德是他的同届青年兵;克雷奥菲路斯也是萨摩斯人,据说他曾款待荷马,作为礼物得到了他们称为《奥伊哈利亚的失陷》这首诗的署名权。
Καλλίμαχος δὲ τοὐναντίον ἐμφαίνει διʼ ἐπιγράμματός τινος, ὡς ἐκείνου μὲν ποιήσαντος λεγομένου δʼ Ὁμήρου διὰ τὴν λεγομένην ξενίαν " τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου· κλείω δʼ Εὔρυτον ὅσσʼ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν· Ὁμήρειον δὲ καλεῦμαι γράμμα·
但卡利马科斯在某首题写诗中表明了相反的意思,即该诗实际上是克雷奥菲路斯创作的,但由于那次款待而被归于荷马: "我是那个曾在家中款待神圣荷马的萨摩斯人的心血;我歌颂欧律托斯所遭受的一切,以及金发的伊奥蕾亚;但我被称为荷马的著作。
Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
亲爱的宙斯啊,这对克雷奥菲路斯来说是一件伟大的事。
" τινὲς δὲ διδάσκαλον Ὁμήρου τοῦτόν φασιν, οἱ δʼ οὐ τοῦτον ἀλλʼ Ἀριστέαν τὸν Προκοννήσιον.
"有些人说他是荷马的老师,而另一些人则说不是他,而是普罗科涅苏斯的大流士(此处应为阿里斯泰阿斯)。
§14.1.19παράκειται δὲ τῇ Σάμῳ νῆσος Ἰκαρία ἀφʼ ἧς τὸ Ἰκάριον πέλαγος.
紧邻萨摩斯的是伊卡里亚岛,伊卡里亚海因其得名。
αὕτη δʼ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου, ὅν φασι τῷ πατρὶ κοινωνήσαντα τῆς φυγῆς, ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης, πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου· μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ.
该岛得名于代达罗斯之子伊卡洛斯,据说他与父亲共同逃亡,当时两人插上翅膀飞离克里特,但他未能控制好飞行路线而坠落于此;因为由于他向着太阳飞得太高,蜡融化了,翅膀纷纷脱落。
τριακοσίων δʼ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων, ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται· ἄκρα δʼ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον.
整座岛的周长为三百斯塔迪翁,除了一些临时停泊地之外没有港口,其中最美的一个停泊地被称为希斯托伊;还有一个向西风延伸的岬角。
ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῇ νήσῳ καὶ πολισμάτιον Οἰνόη, καὶ ἄλλο Δράκανον ὁμώνυμον τῇ ἄκρᾳ ἐφʼ ᾗ ἵδρυται, πρόσορμον ἔχον· ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους, ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ.
岛上还有一座被称为陶罗波利昂的阿尔忒弥斯神殿,一个叫奥伊诺埃的小城镇,以及另一个与它所坐落的岬角同名、拥有停泊处的德拉卡农城镇;该岬角距离被称为坎塔里乌斯的萨摩斯岬角有八十斯塔迪翁,这是两者之间最短的横断水道。
νυνὶ μέντοι λιπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.
然而现在,萨摩斯人占有着这片人口稀少的岛屿,主要用于放牧家畜。

词汇与语法注释

  1. 14.1.16πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι — 这是一个带有不定式的宾格(AcI)结构,其中宾格的 τὸν Αἰγυπτίων βασιλέα 是不定式 ἀποφθέγξασθαι 的逻辑主语。现在分词 πυθόμενον(单数阳性宾格)修饰 βασιλέα。整个结构作为 φασί 的宾语。
  2. 14.1.18τοῦ Σαμίου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου — 属格分词 δεξαμένου 与前面的属格名词 τοῦ Σαμίου 一致并修饰它,而不是修饰中间的与格名词 δόμῳ。其意思是“我是那个曾在家中(δόμῳ)款待神圣荷马的萨摩斯人的心血”。
  3. 14.1.19μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ — 与格分词 μετεωρισθέντι 作为利益与格(或关系与格),指代前句中的 ὅν(伊卡洛斯,宾格)。而 τακέντος τοῦ κηροῦ 是属格独立结构,表示原因(“因为蜡融化了”)。

引用这一段

斯特拉波, 地理学 §14.1.16-14.1.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.16-14.1.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。