§13.3.1τοιαύτης δὲ τῆς πρὸς τοὺς Τρῶας οἰκειότητος ὑπαρχούσης τοῖς τε Λέλεξι καὶ τοῖς Κίλιξι, ζητοῦσιν αἰτίαν διʼ ἣν οὐ συγκαταλέγονται καὶ οὗτοι ἐν τῷ καταλόγῳ.
由于勒勒格斯人和奇里乞亚人与特洛伊人有着这样亲密的关系,学者们正在寻找他们也没有被列入《船名表》的原因。
εἰκὸς δὲ διὰ τὴν τῶν ἡγεμόνων διαφθορὰν καὶ τὴν τῶν πόλεων ἐκπόρθησιν ὀλίγους ὑπολειφθέντας τοὺς Κίλικας ὑπὸ τῷ Ἕκτορι τάττεσθαι·
很可能是因为他们的领袖被杀、城市被攻占,剩下的奇里乞亚人人数稀少,因而被归入赫克托耳麾下。
ὅ τε γὰρ Ἠετίων καὶ οἱ παῖδες αὐτοῦ λέγονται πρὸ τοῦ καταλόγου διαφθαρῆναι
"
ἤτοι μὲν πατέρʼ ἀμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων,
Θήβην ὑψίπυλον.
因为据说埃提翁和他的儿子们在《船名表》描写的场景之前就被消灭了: “我的父亲确已被高贵的阿喀琉斯所杀,他攻陷了奇里乞亚人的城市,那高门的大比。
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,
οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄιδος εἴσω· πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς.
我在宫殿里曾有七位兄弟,他们都在同一天走进了哈得斯的居所;因为捷足的高贵阿喀琉斯将他们全部杀害。
"
ὡς δʼ αὕτως καὶ οἱ ὑπὸ Μύνητι τούς τε ἡγεμόνας ἀποβεβλήκασι καὶ τὴν πόλιν
"
κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον,
πέρσεν δὲ πόλιν θείοιο Μύνητος.
” 同样,在米内斯麾下的人也失去了他们的领袖和城市: “他击倒了米内斯和埃皮斯特罗福斯,并摧毁了神圣米内斯的城市。
"
, τοὺς δὲ Λέλεγας τοῖς μὲν ἀγῶσι παρόντας ποιεῖ, ὅταν οὕτω λέγῃ
"
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες,
"
καὶ πάλιν
"
Σάτνιον οὔτασε δουρὶ
Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων
Οἴνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
” 然而,对于勒勒格斯人,诗人在描写战斗时却让他们在场,正如他这样说: “靠海一侧是卡里亚人和执弯弓的派奥尼亚人,以及勒勒格斯人和考科内斯人,” 又如: “他用长枪刺中了萨特尼奥斯,他是奥伊诺普斯之子,是一位完美的奈阿斯神女,在萨特尼奥伊斯河畔为放牧牛群的奥伊诺普斯所生。
"
οὐ γὰρ οὕτως ἐξελελοίπεσαν τελέως ὥστε μὴ καὶ καθʼ αὑτοὺς ἔχειν τι σύστημα, ἅτε τοῦ βασιλέως αὐτῶν ἔτι περιόντος
"
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
"
καὶ τῆς πόλεως οὐ τελέως ἠφανισμένης· ἐπιφέρει γὰρ
"
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
” 因为他们并没有彻底消亡到无法拥有自己的一支队伍,因为他们的国王当时还活着: “阿尔特斯,他统治着好战的勒勒格斯人,” 而且他们的城市也没有完全消失,因为诗人接着说: “领有萨特尼奥伊斯河畔险峻的佩达索斯。
"
ἐν μέντοι τῷ καταλόγῳ παραλέλοιπεν αὐτούς, οὐχ ἱκανὸν ἡγούμενος τὸ σύστημα ὥστʼ ἐν καταλόγῳ τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι καὶ τούτους συγκαταλέγων οὕτως ὄντας οἰκείους.
” 然而,在《船名表》中,诗人忽略了他们,可能是因为他认为这支队伍的规模还不足以在《船名表》中独立编列,或者是由于他们如此亲密,因而将他们也一起归入了赫克托耳麾下。
ὁ γὰρ Λυκάων φησὶν ἀδελφὸς ὢν Ἕκτορος
"
μινυνθάδιον δέ με μήτηρ
γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος,
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.
因为赫克托耳的兄弟吕卡翁曾说: “母亲产下了短命的我,她是拉奥托埃,年迈阿尔特斯之女,那统治着好战勒勒格斯人的阿尔特斯。
"
ταῦτα μὲν οὖν τοιαύτην τινὰ ἔχει τὴν εἰκοτολογίαν.
” 因此,关于这些事情,有着这样一种合理的解释。
§13.3.2εἰκοτολογεῖν δʼ ἔστι κἂν εἴ τις τὸν ἀκριβῆ ζητεῖ κατὰ τὸν ποιητὴν ὅρον μέχρι τίνος οἱ Κίλικες διέτεινον καὶ οἱ Πελασγοὶ καὶ ἔτι οἱ μεταξὺ τούτων Κήτειοι λεγόμενοι οἱ ὑπὸ τῷ Εὐρυπύλῳ.
即使有人想要根据诗人的记载,寻找奇里乞亚人、佩拉斯吉人以及在他们之间被称为凯特伊人(即欧律皮洛斯麾下的人)所延伸到的确切边界,也同样可以给出合理的解释。
περὶ μὲν οὖν τῶν Κιλίκων καὶ τῶν ὑπʼ Εὐρυπύλῳ τὰ ἐνόντα εἴρηται, καὶ διότι τὰ περὶ τὸν Κάικον μάλιστα περατοῦνται.
关于奇里乞亚人和欧律皮洛斯麾下的人,能说的已经说过了,而且他们的领土主要在卡伊斯特罗斯河附近结束。
τοὺς δὲ Πελασγοὺς εὔλογον τούτοις ἐφεξῆς τιθέναι ἔκ τε τῶν ὑφʼ Ὁμήρου λεγομένων καὶ ἐκ τῆς ἄλλης ἱστορίας.
但是,根据荷马的记载和其余的历史,将佩拉斯吉人紧邻这些人安置是合理的。
ὁ μὲν γὰρ οὕτω φησίν
"
Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων,
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
因为荷马这样说: “希波托俄斯率领着精于矛刺的佩拉斯吉人诸部族,他们居住在肥沃的拉里萨;率领他们的是希波托俄斯和皮莱乌斯,阿瑞斯的后裔,佩拉斯吉人勒托斯·帖乌塔米得斯的两个儿子。
"
ἐξ ὧν πλῆθός τε ἐμφαίνει ἀξιόλογον τὸ τῶν Πελασγῶν (οὐ γὰρ φῦλον, ἀλλὰ φῦλα ἔφη) καὶ τὴν οἴκησιν ἐν Λαρίσῃ φράζει.
” 通过这些诗句,他既表明了佩拉斯吉人人数众多(因为他用的不是单数的‘部族’而是复数的‘诸部族’),又指明了他们居住在拉里萨。
πολλαὶ μὲν οὖν αἱ Λάρισαι, δεῖ δὲ τῶν ἐγγύς τινα δέξασθαι, μάλιστα δʼ ἂν τὴν περὶ Κύμην ὑπολάβοι τις ὀρθῶς·
被称为拉里萨的地方有很多,但我们必须接受其中靠近特洛伊的一处,特别是如果有人认为是库墨附近的拉里萨,那将是最正确的。
τριῶν γὰρ οὐσῶν ἡ μὲν καθʼ Ἁμαξιτὸν ἐν ὄψει τελέως ἐστὶ τῷ Ἰλίῳ, καὶ ἐγγὺς σφόδρα ἐν διακοσίοις που σταδίοις, ὥστʼ οὐκ ἂν λέγοιτο πιθανῶς ὁ Ἱππόθοος πεσεῖν ἐν τῷ ὑπὲρ Πατρόκλου ἀγῶνι
τῆλʼ ἀπὸ Λαρίσης,
ταύτης γε, ἀλλὰ μᾶλλον τῆς περὶ Κύμην· χίλιοι γάρ που στάδιοι μεταξύ·
因为在存在的三处拉里萨中,阿马克西托斯附近的一处完全在伊利翁的视野之内,而且非常近,大约只有两百斯塔迪翁,因此,如果说希波托俄斯在争夺帕特罗克洛斯尸体的战斗中倒在: “远离拉里萨之处,” 若是指这一处,显然是不合理的,而更应该是指库墨附近的那一处;因为它们之间相距大约一千斯塔迪翁。
τρίτη δʼ ἐστὶ Λάρισα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ πεδίῳ, ἥν φασι πόλιν ὑπάρξαι πρότερον, ἔχουσαν καὶ ἱερὸν Ἀπόλλωνος Λαρισηνοῦ, πλησιάζουσαν τῷ Τμώλῳ μᾶλλον ἢ τῇ Ἐφέσῳ· ταύτης γὰρ ἑκατὸν καὶ ὀγδοήκοντα διέχει σταδίους, ὥστε ὑπὸ τοῖς Μῄοσιν ἄν τις τάττοι ταύτην.
第三处拉里萨是卡伊斯特罗斯平原上埃弗苏斯领地内的一个村庄,据说它以前是一座城市,还建有拉里萨阿波罗神庙,它距离托摩罗斯山比距离埃弗苏斯更近;因为它距离埃弗苏斯有一百八十斯塔迪翁,所以人们会把它归入美奥尼亚人之中。
Ἐφέσιοι δʼ αὐξηθέντες ὕστερον πολλὴν τῆς τῶν Μῃόνων, οὓς νῦν Λυδοὺς φαμέν, ἀπετέμοντο, ὥστʼ οὐδʼ αὕτη ἂν ἡ τῶν Πελασγῶν Λάρισα εἴη, ἀλλʼ ἐκείνη μᾶλλον.
但埃弗苏斯人后来强大起来,割占了美奥尼亚人(我们现在称其为吕底亚人)的大片土地,所以即使这一处也不会是佩拉斯吉人的拉里萨,而更应该是那一处。
καὶ γὰρ τῆς μὲν ἐν τῇ Καϋστριανῇ Λαρίσης οὐδὲν ἔχομεν τεκμήριον ἰσχυρὸν ὡς ἦν ἤδη τότε· οὐδὲ γὰρ τῆς Ἐφέσου.
事实上,对于卡伊斯特罗斯平原上的拉里萨,我们没有任何强有力的证据证明它在当时就已经存在,对于埃弗苏斯也是如此。
τῆς δὲ περὶ τὴν Κύμην μαρτύριόν ἐστι πᾶσα ἡ Αἰολικὴ ἱστορία μικρὸν ὕστερον τῶν Τρωικῶν γενομένη.
但对于库墨附近的那一处,在特洛伊战争后不久发生的整个埃奥利斯人历史就是见证。