§13.1.7ἐκ δὴ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων εἰκάζουσιν οἱ φροντίσαντες περὶ τούτων πλέον τι, πᾶσαν τὴν παραλίαν ταύτην ὑπὸ τοῖς Τρωσὶ γεγονέναι, διῃρημένην μὲν εἰς δυναστείας ἐννέα, ὑπὸ δὲ τῷ Πριάμῳ τεταγμένην κατὰ τὸν Ἰλιακὸν πόλεμον καὶ λεγομένην Τροίαν· δῆλον δὲ ἐκ τῶν κατὰ μέρος.
因此,那些对这些问题进行更深入思考的人,根据诗人的话推测,这整个海岸都在特洛伊人的统治之下,被划分为九个王朝,但在特洛伊战争期间隶属于普里阿摩斯,并被称为特洛伊;这从细节上是很明显的。
οἱ γὰρ περὶ τὸν Ἀχιλλέα τειχήρεις ὁρῶντες τοὺς Ἰλιέας κατʼ ἀρχάς, ἔξω ποιεῖσθαι τὸν πόλεμον ἐπεχείρησαν καὶ περιιόντες ἀφαιρεῖσθαι τὰ κύκλῳ
"
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον.
因为阿喀琉斯周围的人起初看到伊利奥斯人被封闭在城墙内,便企图在城墙外进行战争,并绕着周围夺取了四周的地方: “我乘船毁灭了人类的十二座城市,徒步在肥沃的特洛伊毁灭了十一座。
"
Τροίαν γὰρ λέγει τὴν πεπορθημένην ἤπειρον·
” 因为他把被劫掠的大陆称为“特洛伊”。
πεπόρθηται δὲ σὺν ἄλλοις τόποις καὶ τὰ ἀντικείμενα τῇ Λέσβῳ τὰ περὶ Θήβην καὶ Λυρνησσὸν καὶ Πήδασον τὴν τῶν Λελέγων καὶ ἔτι ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου παιδός
"
ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ
"
ὁ Νεοπτόλεμος ἥρω Εὐρύπυλον.
除其他地方外,莱斯博斯岛对面的忒拜、吕耳涅索斯以及勒勒革斯人的培达索斯周边地区也遭到劫掠,还有德勒福斯之子欧律皮洛斯的土地: “但是涅奥普托勒摩斯英雄用青铜武器杀死的德勒福斯之子欧律皮洛斯是何等人物。
ταῦτα δὴ πεπορθῆσθαι λέγει καὶ αὐτὴν τὴν Λέσβον
"
ὅτε Λέσβον ἐυκτιμένην ἕλεν αὐτός.
” 他说这些地方被劫掠,甚至莱斯博斯本身也是: “当他自己夺取了建设良好的莱斯博斯时。
"
καὶ
"
πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον
"
καὶ
"
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης.
” 还有: “他劫掠了吕耳涅索斯和培达索斯” 以及: “彻底劫掠了吕耳涅索斯和忒拜的城墙。
"
ἐκ μὲν Λυρνησσοῦ ἡ Βρισηὶς ἑάλω
"
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο.
” 布里塞伊斯是从吕耳涅索斯被俘获的: “她是从吕耳涅索斯选出来的。
"
ἧς ἐν τῇ ἁλώσει τὸν Μύνητα πεσεῖν φησιν, ὡς ἡ Βρισηὶς θρηνοῦσα τὸν Πάτροκλον δηλοῖ
"
οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν.
” 在城池陷落时米涅斯战死,布里塞伊斯在哀悼帕特罗克洛斯时透露了这一点: “当快速的阿喀琉斯杀死我的丈夫,毁灭神圣的米涅斯的城市时,你甚至不让我哭泣。
"
ἐμφαίνει γὰρ τὴν Λυρνησσὸν λέγων
πόλιν θείοιο Μύνητος,
ὡς ἂν δυναστευομένην ὑπʼ αὐτοῦ, καὶ ἐνταῦθα πεσεῖν αὐτὸν μαχόμενον.
” 因为他通过称吕耳涅索斯为 “神圣的米涅斯的城市”,表明它在米涅斯的统治之下,并且他是在那里战斗牺牲的。
ἐκ δὲ τῆς Θήβης ἡ Χρυσηὶς ἐλήφθη
"
ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος.
而克律塞伊斯则是从忒拜被带走的: “我们去了忒拜,埃埃提翁的神圣城市。
"
ἐκ δὲ τῶν ἀχθέντων ἐκεῖθεν φησὶν εἶναι τὴν Χρυσηίδα.
” 他说克律塞伊斯是来自那里被带走的人之一。
ἐνθένδε δʼ ἦν καὶ ἡ Ἀνδρομάχη. "
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
Θήβῃ ὑποπλακίῃ, Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων.
安德洛玛刻也是来自这里: “安德洛玛刻,大智大勇的埃埃提翁之女,埃埃提翁居住在多林的普拉科斯山下,在普拉科斯山下的忒拜,统治着基利基亚人。
"
δευτέρα οὖν αὕτη δυναστεία Τρωικὴ μετὰ τὴν ὑπὸ Μύνητι.
” 因此,这是继米涅斯统治区之后的第二个特洛伊王朝。
οἰκείως δὲ τούτοις καὶ τὸ ὑπὸ τῆς Ἀνδρομάχης λεχθὲν οὕτως
"
Ἕκτορ, ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου ἐνὶ οἴκῳ,
αὐτὰρ ἐγὼ Θήβῃσιν,
"
οὐκ οἴονται δεῖν ἐξ εὐθείας ἀκούειν, ἀλλὰ καθʼ ὑπερβατόν
ἀμφότεροι ἐν Τροίῃ, σὺ μὲν Πριάμου ἐνὶ οἴκῳ, αὐτὰρ ἐγὼ Θήβῃσι.
与此相符,对于安德洛玛刻所说的这句话: “赫克托尔,不幸的我啊;我们俩确实生来命运相同,你在特洛伊的普里阿摩斯家中,而我在忒拜,” 人们认为不应直接理解,而应根据倒装法(hyperbaton): “我们俩都在特洛伊(出生),你在普里阿摩斯的家中,而我在忒拜。
τρίτη δʼ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική,
"
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει.
” 第三个是勒勒革斯人的,这同样属于特洛伊: “阿尔底斯,统治着好战的勒勒革斯人。
"
οὗ τῇ θυγατρὶ συνελθὼν Πρίαμος γεννᾷ τὸν Λυκάονα καὶ Πολύδωρον.
” 普里阿摩斯与他的女儿结合,生下了吕卡翁和多吕多罗斯。
καὶ μὴν οἵ γε ὑπὸ τῷ Ἕκτορι ἐν τῷ καταλόγῳ ταττόμενοι λέγονται Τρῶες
"
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ.
而且,在目求(船名表)中被列入赫克托尔麾下的人也被称为特洛伊人: “特洛伊人由戴着闪亮头盔的伟大的赫克托尔率领。
"
εἶθʼ οἱ ὑπὸ τῷ Αἰνείᾳ
"
Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο
"
καὶ οὗτοι Τρῶες· φησὶ γοῦν
"
Αἰνεία, Τρώων βουληφόρε.
” 然后是埃涅阿斯麾下的人: “达尔达尼亚人则由安喀塞斯的优秀儿子率领,” 这些人也是特洛伊人;至少他说: “埃涅阿斯,特洛伊人的谋士。
"
εἶθʼ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καὶ αὐτοὺς καλεῖ Τρῶας· "
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο,
Τρῶες· τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός,
Πάνδαρος.
” 然后是潘达罗斯麾下的吕基亚人,他也称他们为特洛伊人: “那些居住在伊达山最底部的泽莱亚、富有并饮用艾塞波斯黑水的人,特洛伊人;这些人由吕卡翁的辉煌儿子潘达罗斯率领。
"
ἕκτη δʼ αὕτη δυναστεία.
” 这是第六个王朝。
καὶ μὴν οἵ γε μεταξὺ τοῦ Αἰσήπου καὶ Ἀβύδου Τρῶες· ὑπὸ μὲν γὰρ τῷ Ἀσίῳ ἐστὶ τὰ περὶ Ἄβυδον
"
οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος.
此外,艾塞波斯和阿拜多斯之间的也是特洛伊人;在阿西乌斯麾下有阿拜多斯周边的地区: “那些居住在佩尔科特和普拉克提奥斯周围、占有塞斯托斯和阿拜多斯以及神圣的阿里斯贝的人,这些人由许尔塔科斯之子阿西乌斯率领。
"
ἀλλʼ ἐν Ἀβύδῳ μὲν υἱὸς τοῦ Πριάμου διέτριβεν, ἵππους νέμων, πατρῴας δηλονότι
"
ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
” 但在阿拜多斯,普里阿摩斯的一个儿子居住在那里,放牧马匹,显然是他父亲的马: “但他击中了普里阿摩斯的私生子德摩科翁,他从阿拜多斯快速的牝马旁来到他那里。
"
ἐν δὲ Περκώτῃ υἱὸς Ἱκετάονος ἐβουνόμει οὐκ ἀλλοτρίας οὐδʼ οὗτος βοῦς
"
πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν,
ἴφθιμον Μελάνιππον· ὁ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκʼ ἐν Περκώτῃ.
” 在佩尔科特,希克塔翁之子放牧着牛,这也绝不是别人的: “首先他责备了希克塔翁之子、强壮的梅拉尼波斯;他在佩尔科特放牧着步履蹒跚的牛。
"
ὥστε καὶ αὕτη ἂν εἴη Τρῳὰς καὶ ἡ ἐφεξῆς ἕως Ἀδραστείας· ἦρχον γὰρ αὐτῆς
"
υἷε δύω Μέροπος Περκωσίου.
” 因此,这块土地也是特洛伊领土,接着直到阿德拉斯泰亚的也是;因为统治它的是: “佩尔科特的梅罗普斯的两个儿子。
"
πάντες μὲν δὴ Τρῶες οἱ ἀπὸ Ἀβύδου μέχρι Ἀδραστείας, δίχα μέντοι διῃρημένοι, οἱ μὲν ὑπὸ τῷ Ἀσίῳ οἱ δʼ ὑπὸ τοῖς Μεροπίδαις· καθάπερ καὶ ἡ τῶν Κιλίκων διττή, ἡ μὲν Θηβαϊκὴ ἡ δὲ Λυρνησσίς· ἐν αὐτῇ δʼ ἂν λεχθείη ἡ ὑπὸ Εὐρυπύλῳ ἐφεξῆς οὖσα τῇ Λυρνησσίδι.
” 从阿拜多斯到阿德拉斯泰亚的所有人确实都是特洛伊人,尽管分为两部分,一部分在阿西乌斯麾下,另一部分在梅罗普斯子嗣麾下;正如基利基亚人的王朝也是双重的,一个是忒拜,另一个是吕耳涅索斯;而在其中也应该提到欧律皮洛斯统治下的地区,它紧邻吕耳涅索斯。
ὅτι δὲ τούτων ἁπάντων ἦρχεν ὁ Πρίαμος οἱ τοῦ Ἀχιλλέως λόγοι πρὸς τὸν Πρίαμον σαφῶς ἐμφανίζουσι
"
καί σε, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,
ὅσσον Λέσβος ἄνω Μάκαρος πόλις ἐντὸς ἐέργει,
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. "
普里阿摩斯统治着所有这些地方,阿喀琉斯对普里阿摩斯说的话清楚地表明了这一点: “老人家,我们听说你以前是富有的,在莱斯博斯从上方包围、外加弗里吉亚在更上方以及无垠的赫勒斯蓬托斯所限制的所有这些地方。 ”