§13.1.57ἔστι δὲ ἡ Ἄσσος ἐρυμνὴ καὶ εὐτειχής, ἀπὸ θαλάττης καὶ τοῦ λιμένος ὀρθίαν καὶ μακρὰν ἀνάβασιν ἔχουσα, ὥστʼ ἐπʼ αὐτῆς οἰκείως εἰρῆσθαι δοκεῖ τὸ τοῦ Στρατονίκου τοῦ κιθαριστοῦ
"
Ἄσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
阿索斯地势险要且城墙坚固,从海边和港口上去有一段陡峭而漫长的上坡,因此琴手斯特拉托尼科斯的那句俏皮话似乎非常贴切地形容了这里: “去阿索斯吧(走得更近些吧),以便你更快达到死亡的终点。
"
ὁ δὲ λιμὴν χώματι κατεσκεύασται μεγάλῳ.
” 港口是用一个巨大的防波堤建造的。
ἐντεῦθεν ἦν Κλεάνθης, ὁ στωικὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ·
这里诞生了斯多葛学派哲学家克莱安西斯,他继承了基提翁的芝诺的学派,并将其传给索里的克律西波斯。
ἐνταῦθα δὲ καὶ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς Ἑρμείαν τὸν τύραννον κηδείαν.
亚里士多德也曾因为与僭主赫美亚斯的姻亲关系而在此逗留。
ἦν δὲ Ἑρμείας εὐνοῦχος, τραπεζίτου τινὸς οἰκέτης· γενόμενος δʼ Ἀθήνησιν ἠκροάσατο καὶ Πλάτωνος καὶ Ἀριστοτέλους·
赫美亚斯是个宦官,曾是某个银行家的奴隶;他在雅典时曾听过柏拉图和亚里士多德的讲课。
ἐπανελθὼν δὲ τῷ δεσπότῃ συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ Ἀταρνέα καὶ Ἄσσον χωρίοις·
他回去后,与他的主人共同实行僭主统治,该主人最初袭击了阿塔尔内乌斯和阿索斯周围的地方。
ἔπειτα διεδέξατο ἐκεῖνον καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλην καὶ Ξενοκράτην καὶ ἐπεμελήθη αὐτῶν, τῷ δʼ Ἀριστοτέλει καὶ θυγατέρα ἀδελφοῦ συνῴκισε.
后来他继承了主人,并召来了亚里士多德和色诺克拉底并照顾他们,他还把兄弟的女儿嫁给了亚里士多德。
Μέμνων δʼ ὁ Ῥόδιος ὑπηρετῶν τότε τοῖς Πέρσαις καὶ στρατηγῶν, προσποιησάμενος φιλίαν καλεῖ πρὸς ἑαυτὸν ξενίας τε ἅμα καὶ πραγμάτων προσποιητῶν χάριν, συλλαβὼν δʼ ἀνέπεμψεν ὡς τὸν βασιλέα, κἀκεῖ κρεμασθεὶς ἀπώλετο·
但是,当时为波斯人效劳并担任将军的罗得斯人门农伪装友好,以款待和虚构的国事为由将他召至自己处,将其逮捕并送交波斯国王,他在那里被绞死而死。
οἱ φιλόσοφοι δʼ ἐσώθησαν φεύγοντες τὰ χωρία ἃ οἱ Πέρσαι κατέσχον.
哲学家们则通过逃离波斯人占领的地区而得以幸免。
§13.1.58φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι τὴν Ἄσσον, Ἑλλάνικός τε καὶ Αἰολίδα φησίν, ὥσπερ καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων.
米尔西洛斯说阿索斯是美索姆纳人的殖民地,赫拉尼科斯也说它是艾奥里斯人的城市,就像加尔加拉和兰波尼亚是艾奥里斯人的一样。
Ἀσσίων γάρ ἐστι κτίσμα τὰ Γάργαρα, οὐκ εὖ συνοικούμενα· ἐποίκους γὰρ οἱ βασιλεῖς εἰσήγαγον ἐκ Μιλητουπόλεως ἐρημώσαντες ἐκείνην, ὥστε ἡμιβαρβάρους γενέσθαι φησὶ Δημήτριος αὐτοὺς ὁ Σκήψιος ἀντὶ Αἰολέων.
因为加尔加拉是阿索斯人的殖民地,但居民并不兴旺;因为国王们废黜了米雷托波利斯,并从那里引入了移民,因此斯凯普西斯的德米特里乌斯说,他们变成了半蛮族,而不是艾奥里斯人。
καθʼ Ὅμηρον μέντοι ταῦτα πάντα ἦν Λελέγων, οὓς τινὲς μὲν Κᾶρας ἀποφαίνουσιν, Ὅμηρος δὲ χωρίζει
"
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες.
然而根据荷马的说法,所有这些地方都是莱莱格斯人的领地,有些人认为他们是卡里亚人,但荷马将他们区分开来: “靠海的一边是卡里亚人和持弯弓的派奥尼亚人,以及莱莱格斯人和考科内斯人。
"
ἕτεροι μὲν τοίνυν τῶν Καρῶν ὑπῆρξαν, ᾤκουν δὲ μεταξὺ τῶν ὑπὸ τῷ Αἰνείᾳ καὶ τῶν καλουμένων ὑπὸ τοῦ ποιητοῦ Κιλίκων·
” 因此,他们与卡里亚人不同,居住在埃涅阿斯的臣民与被诗人称为基利基亚人的人们之间。
ἐκπορθηθέντες δὲ ὑπὸ τοῦ Ἀχιλλέως μετέστησαν εἰς τὴν Καρίαν, καὶ κατέσχον τὰ περὶ τὴν νῦν Ἁλικαρνασὸν χωρία.
在被阿喀琉斯劫掠后,他们迁徙到卡里亚,并占领了如今哈利卡尔那索斯周围的地方。
§13.1.59ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπʼ αὐτῶν πόλις Πήδασος οὐκέτʼ ἐστίν, ἐν δὲ τῇ μεσογαίᾳ τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπʼ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ νῦν ἡ χώρα Πηδασὶς λέγεται.
被他们遗弃的城市佩达索斯已不复存在,但在哈利卡尔那索斯人的内陆地区,有他们命名的佩达萨城,现在该地区被称为佩达西斯。
φασὶ δʼ ἐν αὐτῇ καὶ ὀκτὼ πόλεις ᾠκίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων, καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν.
据说,莱莱格斯人以前人丁兴旺时,曾在此建立过八座城市,以至于他们甚至占领了远至明多斯和巴尔吉利亚的卡里亚,并割占了皮西迪亚的大部分土地。
ὕστερον δʼ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος, τῶν δʼ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ·
但后来在与卡里亚人共同作战时,他们被分散到整个希腊,这个种族也随之消失。
Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε.
根据卡利斯泰尼斯的记载,摩索拉斯将这八座城市中的六座合并为一个城市——哈利卡尔那索斯;但保留了叙安格拉和明多斯。
τοῖς δὲ Πηδασεῦσι τούτοις φησὶν Ἡρόδοτος ὅτε μέλλοι τι ἀνεπιτήδειον ἔσεσθαι καὶ τοῖς περιοίκοις, τὴν ἱέρειαν τῆς Ἀθηνᾶς πώγωνα ἴσχειν·
赫罗多德说,对于这些佩达萨人,每当有什么不幸即将降临到他们和邻居身上时,阿斯娜的女祭司就会长出胡须;这在他们身上发生过三次。
τρὶς δὲ συμβῆναι τοῦτο αὐτοῖς. Πήδασον δὲ καὶ ἐν τῇ νῦν Στρατονικέων πολίχνιόν ἐστιν.
在现在的斯特拉托尼基亚境内也有一个名为佩达索斯的小镇。
ἐν ὅλῃ δὲ Καρίᾳ καὶ ἐν Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα καὶ ἴχνη κατοικιῶν δείκνυται.
在整个卡里亚和米利都,都展示着莱莱格斯人的坟墓、堡垒和居住遗迹。
§13.1.60μετὰ δὲ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν ᾤκουν Κίλικες καθʼ Ὅμηρον, ἣν νῦν ἔχουσιν Ἀδραμυττηνοί τε καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῆς ἐκβολῆς τοῦ Καΐκου.
莱莱格斯人之后,根据荷马的说法,接下来的沿海地区由基利基亚人居住,现在该地区由阿德拉米蒂翁人、阿塔尔内乌斯人和皮塔内人占有,一直延伸到凯科斯河口。
διῄρηντο δʼ εἰς δύο δυναστείας οἱ Κίλικες, καθάπερ εἴπομεν, τήν τε ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ Μύνητι.
正如我们所说,基利基亚人分为两个王朝,一个是埃埃提翁统治下的,另一个是缪内斯统治下的。