§13.1.50εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον· καὶ νῦν δὲ προσληπτέον ὅτι Πήδασόν τινα λέγει πόλιν αὐτῶν ὑπὸ Ἄλτῃ τεταγμένην
"
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
关于他们以前已经提到过;而现在必须补充的是,他说他们有一座名为佩达索斯的城市,归阿尔忒斯统治: “阿尔忒斯[之女],他统治着喜好战争的莱莱格斯人,占领着萨特尼奥伊斯河畔险峻的佩达索斯。
"
καὶ νῦν ὁ τόπος δείκνυται τῆς πόλεως ἔρημος.
“而现在,该城市的遗址空无一人。
γράφουσι δέ τινες οὐκ εὖ
ὑπὸ Σατνιόεντι,
ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως· οὐδὲν δʼ ἐστὶν ὄρος ἐνταῦθα Σατνιόεις προσαγορευόμενον, ἀλλὰ ποταμὸς ἐφʼ ᾧ ἵδρυται ἡ πόλις· νῦν δʼ ἐστὶν ἐρήμη.
但有些人错误地写成: “在萨特尼奥伊斯下, “就好像这座城市位于萨特尼奥伊斯山下一样;但这里根本没有名为萨特尼奥伊斯的山,而是一条城市建立在其畔的河流;但现在它是荒废的。
ὀνομάζει δὲ τὸν ποταμὸν ὁ ποιητής· "
Σάτνιον οὔτασε δουρὶ
Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων
οἴνοπι βουκολέοντι παρʼ ὄχθαις Σατνιόεντος
"
καὶ πάλιν
"
ναῖε δὲ Σατνιόεντος ἐυρρείταο παρʼ ὄχθαις
Πήδασον αἰπεινήν.
诗人给这条河流命名: “他用长枪刺伤了奥伊诺普斯之子萨特尼奥斯,那是无瑕的奈阿斯在萨特尼奥伊斯河畔,为放牧牛群的奥伊诺普斯所生的孩子。 “此外: “他曾居住在美丽流淌的萨特尼奥伊斯河畔险峻的佩达索斯。
"
Σατνιόεντα δʼ ὕστερον εἶπον, οἱ δὲ Σαφνιόεντα· ἔστι δὲ χείμαρρος μέγας· ἄξιον δὲ μνήμης πεποίηκεν ὀνομάζων ὁ ποιητὴς αὐτόν.
“后来人们称之为萨特尼奥伊斯,也有人称之为萨普尼奥伊斯;它是一条巨大的山洪急流;但诗人通过给它命名,使它值得被铭记。
οὗτοι δʼ οἱ τόποι συνεχεῖς εἰσι τῇ Δαρδανίᾳ καὶ τῇ Σκηψίᾳ, ὥσπερ ἄλλη τις Δαρδανία, ταπεινοτέρα δέ.
这些地方与达尔达尼亚和斯凯普西斯地区相连,就像是另一个达尔达尼亚,只是地势较低。
§13.1.51Ἀσσίων δʼ ἐστὶ νῦν καὶ Γαργαρέων ἕως τῆς κατὰ Λέσβον θαλάττης περιεχόμενα τῇ τε Ἀντανδρίᾳ καὶ τῇ Κεβρηνίων καὶ Νεανδριέων καὶ Ἁμαξιτέων.
现在这里属于阿索斯人和加尔加拉人,一直延伸到莱斯博斯岛对面的海域,被安坦德罗斯、克布雷内、内安德里亚和阿马克西托斯人的领地所包围。
τῆς μὲν γὰρ Ἁμαξιτοῦ Νεανδριεῖς ὑπέρκεινται, καὶ αὐτοὶ ὄντες ἐντὸς Λεκτοῦ, μεσογειότεροι δὲ καὶ πλησιαίτεροι τῷ Ἰλίῳ· διέχουσι γὰρ ἑκατὸν καὶ τριάκοντα σταδίους.
因为在阿马克西托斯上方是内安德里亚人,他们自己也在莱克同内部,但更偏内陆,更靠近伊利翁;因为他们相距一百三十斯塔德。
τούτων δὲ καθύπερθε Κεβρήνιοι, τούτων δὲ Δαρδάνιοι μέχρι Παλαισκήψεως καὶ αὐτῆς τῆς Σκήψεως.
在这些人的上方是克布雷内人,在他们的上方是达尔达尼亚人,一直延伸到帕莱斯凯普西斯和斯凯普西斯本身。
τὴν δὲ Ἄντανδρον Ἀλκαῖος μὲν καλεῖ Λελέγων πόλιν
"
πρῶτα μὲν Ἄντανδρος Λελέγων πόλις.
而阿尔卡埃乌斯将安坦德罗斯称为莱莱格斯人的城市: “首先是安坦德罗斯,莱莱格斯人的城市。
"
ὁ δὲ Σκήψιος ἐν ταῖς παρακειμέναις τίθησιν, ὥστʼ ἐκπίπτοι ἂν εἰς τὴν τῶν Κιλίκων· οὗτοι γάρ εἰσι συνεχεῖς τοῖς Λέλεξι μᾶλλόν πως τὸ νότιον πλευρὸν τῆς Ἴδης ἀφορίζοντες· ταπεινοὶ δʼ ὅμως καὶ οὗτοι καὶ τῇ παραλίᾳ συνάπτοντες μᾶλλον τῇ κατὰ Ἀδραμύττιον.
“但斯凯普西斯人(德米特里乌斯)将其置于邻近的城市中,因此它会被归入基利基亚人的领地;因为这些人与莱莱格斯人相连,在某种程度上划定了伊达山的南坡;然而,这些地方也是低地,更接近阿德拉米蒂翁附近的海岸。
μετὰ γὰρ τὸ Λεκτὸν τὸ Πολυμήδειον ἔστι χωρίον τι ἐν τετταράκοντα σταδίοις, εἶτʼ ἐν ὀγδοήκοντα Ἄσσος μικρὸν ὑπὲρ τῆς θαλάττης, εἶτʼ ἐν ἑκατὸν καὶ τετταράκοντα Γάργαρα· κεῖται δὲ τὰ Γάργαρα ἐπʼ ἄκρας ποιούσης τὸν ἰδίως Ἀδραμυττηνὸν καλούμενον κόλπον.
因为在莱克同之后四十斯塔德是波吕美迪翁,然后八十斯塔德是阿索斯(略高于海平面),然后一百四十斯塔德是加尔加拉;加尔加拉位于形成狭义阿德拉米蒂翁湾的岬角上。
λέγεται γὰρ καὶ πᾶσα ἡ ἀπὸ Λεκτοῦ μέχρι Κανῶν παραλία τῷ αὐτῷ τούτῳ ὀνόματι, ἐν ᾧ καὶ ὁ Ἐλαϊτικὸς περιλαμβάνεται· ἰδίως μέντοι τοῦτον φασὶν Ἀδραμυττηνόν, τὸν κλειόμενον ὑπὸ ταύτης τε τῆς ἄκρας ἐφʼ ᾗ τὰ Γάργαρα, καὶ τῆς Πυρρᾶς ἄκρας προσαγορευομένης ἐφʼ ᾗ καὶ ἀφροδίσιον ἵδρυται.
因为从莱克同到卡奈的整个海岸也被称为这个相同的名字,其中也包括埃拉伊特湾;然而,他们称狭义的这部分为阿德拉米蒂翁湾,即由加尔加拉所在的这个岬角,和被称为皮拉(建有阿芙罗狄蒂神庙)的岬角所封闭的海湾。
πλάτος δὲ τοῦ στόματός ἐστιν ἀπὸ τῆς ἄκρας ἐπὶ τὴν ἄκραν δίαρμα ἑκατὸν καὶ εἴκοσι σταδίων.
湾口的宽度从岬角到岬角的距离是一百二十斯塔德。
ἐντὸς δὲ ἥ τε Ἄντανδρός ἐστιν ὑπερκείμενον ἔχουσα ὄρος ὃ καλοῦσιν Ἀλεξάνδρειαν, ὅπου τὰς θεὰς κριθῆναί φασιν ὑπὸ τοῦ Πάριδος, καὶ ὁ Ἀσπανεὺς τὸ ὑλοτόμιον τῆς Ἰδαίας ὕλης· ἐνταῦθα γὰρ διατίθενται κατάγοντες τοῖς δεομένοις.
在内侧是安坦德罗斯,其上方有一座被称为亚历山大里亚的山,据说女神们曾在这里被帕里斯裁决,还有阿斯帕内乌斯,即伊达山木材的砍伐场;因为他们将木材运到这里,卖给需要的人。
εἶτʼ Ἄστυρα, κώμη καὶ ἄλσος τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἅγιον.
然后是阿斯蒂拉,一个村庄和阿斯蒂雷内·阿耳忒弥斯的神圣树林。
πλησίον δʼ εὐθὺς τὸ Ἀδραμύττιον, Ἀθηναίων ἄποικος πόλις ἔχουσα καὶ λιμένα καὶ ναύσταθμον· ἔξω δὲ τοῦ κόλπου καὶ τῆς Πυρρᾶς ἄκρας ἥ τε Κισθήνη ἐστὶ πόλις ἔρημος ἔχουσα λιμένα.
紧邻其旁的是阿德拉米蒂翁,这是一座雅典殖民城市,拥有港口和海军基地;在海湾和皮拉岬角外是奇斯泰内,一座拥有港口的荒废城市。
ὑπὲρ αὐτῆς δʼ ἐν τῇ μεσογαίᾳ τό τε τοῦ χαλκοῦ μέταλλον καὶ Περπερηνὴ καὶ Τράριον καὶ ἄλλαι τοιαῦται κατοικίαι.
在它上方的内陆是铜矿、佩尔佩雷内、特拉里翁和其他类似的定居点。
ἐν δὲ τῇ παραλίᾳ τῇ ἐφεξῆς αἱ τῶν Μιτυληναίων κῶμαι Κορυφαντίς τε καὶ Ἡράκλεια, καὶ μετὰ ταῦτα Ἄττεα, εἶτʼ Ἀταρνεὺς καὶ Πιτάνη καὶ αἱ τοῦ Καΐκου ἐκβολαί· ταῦτα δʼ ἤδη τοῦ Ἐλαϊτῶν κόλπου· καὶ ἔστιν ἐν τῇ περαίᾳ ἡ Ἐλαία καὶ ὁ λοιπὸς μέχρι Κανῶν κόλπος.
在接下来的海岸上是米蒂利尼人的村庄科里凡蒂斯和赫拉克莱亚,其后是阿特亚,然后是阿塔尔内乌斯、皮塔内和凯科斯河口;这些已经属于埃拉伊特湾了;在对岸是埃拉亚,以及直到卡奈的其余海湾。
λέγωμεν δὲ ἀναλαβόντες περὶ τῶν καθʼ ἕκαστα πάλιν, εἴ τι παραλέλειπται μνήμης ἄξιον, καὶ πρῶτον περὶ τῆς Σκήψεως.
但让我们重新开始,再次讨论各个细节,如果有什么值得注意的地方被遗漏了,首先是关于斯凯普西斯。