§13.1.19ἐν δὲ τῷ μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός·
在兰普萨科斯和帕里翁之间曾有派索斯,它既是一座城市也是一条河流。
κατέσπασται δʼ ἡ πόλις, οἱ δὲ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον, Μιλησίων ὄντες ἄποικοι καὶ αὐτοί, καθάπερ καὶ οἱ Λαμψακηνοί.
但这座城市已被拆毁,派索斯人搬到了兰普萨科斯,他们自己也是米利都人的殖民者,就像兰普萨科斯人一样。
ὁ δὲ ποιητὴς εἴρηκεν ἀμφοτέρως, καὶ προσθεὶς τὴν πρώτην συλλαβήν
"
καὶ δῆμον Ἀπαισοῦ,
"
καὶ ἀφελών
"
ὅς ῥʼ ἐνὶ Παισῷ
ναῖε πολυκτήμων
"
καὶ ὁ ποταμὸς νῦν οὕτω καλεῖται.
然而,诗人以两种方式称呼它,既加上了第一个音节: “以及阿派索斯的人民,” 又去掉了它: “他住在派索斯,财产丰厚。 ” 而这条河现在也被这样称呼。
Μιλησίων δʼ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῇ μεσογαίᾳ τῆς Λαμψακηνῆς· ἄλλαι δʼ εἰσὶν ἐπὶ τῇ ἐκτὸς Ἑλλησποντίᾳ θαλάττῃ, Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν· ἐξ ὧν τὸν Κύκνον φασίν.
此外,位于兰普萨科斯内陆上方、属于兰普萨科斯领地的科洛奈也属于米利都人;而在赫尔斯邦之外的海岸上还有另一座科洛奈,距离伊里奥有一百四十斯塔德,据说库克诺斯就是从那里来的。
Ἀναξιμένης δὲ καὶ ἐν τῇ Ἐρυθραίᾳ φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῇ Φωκίδι καὶ ἐν Θετταλίᾳ· ἐν δὲ τῇ Παριανῇ ἔστιν Ἰλιοκολώνη.
阿那克西美尼说,在埃里特里亚地区、福基斯和帖撒罗尼迦也都有被称为科洛奈的地方;在帕里翁领地内则有伊里奥科洛内。
ἐν δὲ τῇ Λαμψακηνῇ τόπος εὐάμπελος Γεργίθιον· ἦν δὲ καὶ πόλις Γέργιθα ἐκ τῶν ἐν τῇ Κυμαίᾳ Γεργίθων· ἦν γὰρ κἀκεῖ πόλις πληθυντικῶς καὶ θηλυκῶς λεγομένη αἱ Γέργιθες, ὅθενπερ ὁ Γεργίθιος ἦν Κεφάλων· καὶ νῦν ἔτι δείκνυται τόπος ἐν τῇ Κυμαίᾳ Γεργίθιον πρὸς Λαρίσῃ.
在兰普萨科斯领地内有一个盛产葡萄的地方叫戈尔吉希翁;曾有一座城市叫戈尔吉萨,得名于库美地区的戈尔吉特斯人;因为在那里也曾有一座以复数和阴性形式称呼的城市“海·戈尔吉特斯”,戈尔吉特斯人凯法隆就是从那里来的;而现在库美地区拉里萨附近的戈尔吉希翁依然被指出。
ἐκ Παρίου μὲν οὖν ὁ γλωσσογράφος κληθεὶς ἦν Νεοπτόλεμος μνήμης ἄξιος, ἐκ Λαμψάκου δὲ Χάρων τε ὁ συγγραφεὺς καὶ Ἀδείμαντος καὶ Ἀναξιμένης ὁ ῥήτωρ καὶ Μητρόδωρος ὁ τοῦ Ἐπικούρου ἑταῖρος· καὶ αὐτὸς δʼ Ἐπίκουρος τρόπον τινὰ Λαμψακηνὸς ὑπῆρξε, διατρίψας ἐν Λαμψάκῳ καὶ φίλοις χρησάμενος τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει ταύτῃ, τοῖς περὶ Ἰδομενέα καὶ Λεοντέα.
那么,帕里翁出身的,有被称为词汇学家的涅奥普托勒摩斯,值得纪念;而兰普萨科斯出身的,有历史学家卡隆、阿德伊曼托斯、修辞学家阿那克西美尼,以及伊壁鸠鲁的同伴美特罗多罗斯;伊壁鸠鲁本人在某种意义上也是兰普萨科斯人,因为他在兰普萨科斯度过了时光,并与该城最杰出的人们(伊多墨纽斯和雷翁特乌斯一派)结下了友谊。
ἐντεῦθεν δὲ μετήνεγκεν Ἀγρίππας τὸν πεπτωκότα λέοντα, Λυσίππου ἔργον· ἀνέθηκε δὲ ἐν τῷ ἄλσει τῷ μεταξὺ τῆς λίμνης καὶ τοῦ εὐρίπου.
阿格里帕从这里运走了那尊卧狮像,这是留西波斯的作品;他将其奉献在湖泊与水道之间的圣林中。
§13.1.20μετὰ δὲ Λάμψακον ἔστιν Ἄβυδος καὶ τὰ μεταξὺ χωρία, περὶ ὧν οὕτως εἴρηκε συλλαβὼν ὁ ποιητὴς καὶ τὴν Λαμψακηνὴν καὶ τῆς Παριανῆς τινα (οὔπω γὰρ ἦσαν αὗται αἱ πόλεις κατὰ τὰ Τρωικά)
"
οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην· τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος
"
φησίν
"
ὃν Ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
在兰普萨科斯之后是阿拜多斯和中间的地方,关于这些地方,诗人这样概括地叙述,将兰普萨科斯领地和帕里翁领地的一部分结合在了一起(因为在特洛伊战争时期这些城市还不存在): “他们居住在佩尔科特和普拉克蒂奥斯周围,占领了塞斯托斯和阿拜多斯以及神圣的阿里斯贝;这些又由许尔塔科斯之子阿西奥斯率领,” 他说道: “他被大而有神采的马匹从阿里斯贝送来,从塞莱伊斯河。
"
οὕτω δʼ εἰπὼν ἔοικε τὸ βασίλειον ἀποφαίνειν τοῦ Ἀσίου τὴν Ἀρίσβην, ὅθεν ἥκειν αὐτόν φησιν
"
ὃν Ἀρίσβηθεν φέρον ἵπποι ποταμοῦ
ἄπο Σελλήεντος.
” 他这样说,似乎表明阿里斯贝是阿西奥斯的王宫所在地,因为他说阿西奥斯是从那里来的: “他被马匹从阿里斯贝送来,从塞莱伊斯河。
"
οὕτω δʼ ἀφανῆ τὰ χωρία ταῦτά ἐστιν ὥστε οὐδʼ ὁμολογοῦσι περὶ αὐτῶν οἱ ἱστοροῦντες, πλὴν ὅτι περὶ Ἄβυδον καὶ Λάμψακόν ἐστι καὶ Πάριον, καὶ ὅτι ἡ πάλαι Περκώτη μετωνομάσθη ὁ τόπος.
” 但这些地方是如此模糊,以至于历史记录者们甚至对它们无法达成一致,只知道它们位于阿拜多斯、兰普萨科斯和帕里翁的附近,并且曾经被称为佩尔科特的地方后来改名了。
§13.1.21τῶν δὲ ποταμῶν τὸν μὲν Σελλήεντά φησιν ὁ ποιητὴς πρὸς τῇ Ἀρίσβῃ ῥεῖν, εἴπερ ὁ Ἄσιος Ἀρίσβηθέν τε ἧκε καὶ ποταμοῦ ἄπο Σελλήεντος·
至于河流,诗人说塞莱伊斯河流经阿里斯贝附近,如果阿西奥斯确实是从阿里斯贝和塞莱伊斯河来。
ὁ δὲ Πράκτιος ποταμὸς μὲν ἔστι, πόλις δʼ οὐχ εὑρίσκεται, ὥς τινες ἐνόμισαν· ῥεῖ δὲ καὶ οὗτος μεταξὺ Ἀβύδου καὶ Λαμψάκου·
而普拉克蒂奥斯确实是一条河,但没有发现城市,正如有些人所认为的那样;这条河也流经阿拜多斯和兰普萨科斯之间。
τὸ οὖν
"
καὶ Πράκτιον ἀμφενέμοντο
"
οὕτω δεκτέον ὡς περὶ ποταμοῦ, καθάπερ κἀκεῖνα
"
οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
"
καὶ
"
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ ἔργʼ ἐνέμοντο.
因此,这句: “他们居住在普拉克蒂奥斯周围” 应该被理解为指代河流,就像这些例子一样: “他们居住在神圣的凯菲索斯河畔,” 以及: “他们在帕尔特尼奥斯河周围耕作着著名的土地。
"
ἦν δὲ καὶ ἐν Λέσβῳ πόλις Ἀρίσβα, ἧς τὴν χώραν ἔχουσι Μηθυμναῖοι· ἔστι δὲ καὶ ποταμὸς Ἄρισβος ἐν Θρᾴκῃ, ὥσπερ εἴρηται, καὶ τούτου πλησίον οἱ Κεβρήνιοι Θρᾷκες.
” 莱斯博斯岛上也曾有一座城市叫阿里斯巴,其土地现在由美索姆尼亚人占有;如前所述,色雷斯也有一条阿里斯博斯河,在这条河附近居住着色雷斯的克布雷尼奥伊人。
πολλαὶ δʼ ὁμωνυμίαι Θρᾳξὶ καὶ Τρωσίν, οἷον Σκαιοὶ Θρᾷκές τινες καὶ Σκαιὸς ποταμὸς καὶ Σκαιὸν τεῖχος καὶ ἐν Τροίᾳ Σκαιαὶ πύλαι· Ξάνθιοι Θρᾷκες, Ξάνθος ποταμὸς ἐν Τροίᾳ· Ἄρισβος ὁ ἐμβάλλων εἰς τὸν Ἕβρον, Ἀρίσβη ἐν Τροίᾳ· Ῥῆσος ποταμὸς ἐν Τροίᾳ, Ῥῆσος δὲ καὶ ὁ βασιλεὺς τῶν Θρᾳκῶν.
色雷斯人和特洛伊人之间有许多同名现象,例如:色雷斯的一支人民斯凯奥伊,斯凯奥斯河,斯凯奥恩城墙,而在特洛伊有斯凯阿门;克桑蒂奥伊色雷斯人,特洛伊的克桑托斯河;流入赫布罗斯河的阿里斯博斯,特洛伊的阿里斯贝;特洛伊的莱索斯河,色雷斯国王莱索斯。
ἔστι δὲ καὶ τῷ Ἀσίῳ ὁμώνυμος ἕτερος παρὰ τῷ ποιητῇ Ἄσιος
"
ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο,
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγίην ναίεσκε ῥοῇς ἐπὶ Σαγγαρίοιο. "
在诗人的作品中,还有另一位与这位阿西奥斯同名的阿西奥斯: “他是驯马者赫克托尔的舅父,赫卡柏的胞弟,迪马斯之子,曾居住在桑加里奥斯河畔的弗里吉亚。 ”