§12.3.40λοιπὴ δʼ ἐστὶν ἡ ἐκτὸς Ἅλυος χώρα τῆς Ποντικῆς ἐπαρχίας ἡ περὶ τὸν Ὄλγασσυν, συναφὴς τῇ Σινωπίδι.
波恩图斯省在哈里斯河以外剩下的部分,是奥尔加苏斯山周围的地区,与锡诺普人的领地相连。
ἔστι δʼ ὁ Ὄλγασσυς ὄρος σφόδρα ὑψηλὸν καὶ δύσβατον· καὶ ἱερὰ τοῦ ὄρους τούτου πανταχοῦ καθιδρυμένα ἔχουσιν οἱ Παφλαγόνες.
奥尔加苏斯山是一座极高且难以攀登的山,帕夫拉戈尼亚人在各处都建有供奉此山的神庙。
περίκειται δʼ ἱκανῶς χώρα ἀγαθὴ ἥ τε Βλαηνὴ καὶ ἡ Δομανῖτις, διʼ ἧς Ἀμνίας ῥεῖ ποταμός.
山周围环绕着相当肥沃的土地,即布拉埃内和多马尼蒂斯,阿姆尼亚斯河流经此地。
ἐνταῦθα Μιθριδάτης ὁ Εὐπάτωρ τὰς Νικομήδους τοῦ Βιθυνοῦ δυνάμεις ἄρδην ἠφάνισεν, οὐκ αὐτὸς παρατυχὼν ἀλλὰ διὰ τῶν στρατηγῶν· καὶ ὁ μὲν φεύγων μετʼ ὀλίγων εἰς τὴν οἰκείαν ἐσώθη κἀκεῖθεν εἰς Ἰταλίαν ἔπλευσεν, ὁ δʼ ἠκολούθησε καὶ τήν τε Βιθυνίαν εἷλεν ἐξ ἐφόδου καὶ τὴν Ἀσίαν κατέσχε μέχρι Καρίας καὶ Λυκίας.
在这里,米特里达梯·尤帕托(虽然他本人未亲临,而是通过他的将军们)将比提尼亚人尼科墨德斯的军队彻底消灭;前者仅带着少数人逃走,安全抵达自己的国土,并从那里乘船前往意大利;而后者则紧追不舍,一举攻占了比提尼亚,并占领了直到卡里亚和吕基亚的亚细亚地区。
κἀνταῦθα δʼ ἀπεδείχθη πόλις ἡ Πομπηιούπολις· ἐν δὲ τῇ πόλει ταύτῃ τὸ σανδαρακουργεῖον οὐ πολὺ ἄπωθεν Πιμωλίσων, φρουρίου βασιλικοῦ κατεσκαμμένου, ἀφʼ οὗ ἡ χώρα ἡ ἑκατέρωθεν τοῦ ποταμοῦ καλεῖται Πιμωλισηνή.
这里也建立了一座城市,即庞培奥波利斯;在这座城市里,或者说在离它不远的地方,靠近皮莫利萨(一座已被摧毁的皇家要塞,河两岸的土地因它而被称为皮莫利塞内),有红硫化砷(雄黄)矿。
τὸ δὲ σανδαρακουργεῖον ὄρος κοῖλόν ἐστιν ἐκ τῆς μεταλλείας, ὑπεληλυθότων αὐτὸ τῶν ἐργαζομένων διώρυξι μεγάλαις·
该红硫化砷矿山因开采而被挖空,工人们用巨大的坑道深入其中。
εἰργάζοντο δὲ δημοσιῶναι μεταλλευταῖς χρώμενοι τοῖς ἀπὸ κακουργίας ἀγοραζομένοις ἀνδραπόδοις· πρὸς γὰρ τῷ ἐπιπόνῳ τοῦ ἔργου καὶ θανάσιμον καὶ δύσοιστον εἶναι τὸν ἀέρα φασὶ τὸν ἐν τοῖς μετάλλοις διὰ τὴν βαρύτητα τῆς τῶν βώλων ὀδμῆς, ὥστε ὠκύμορα εἶναι τὰ σώματα.
经营此矿的是包税人,他们使用因犯罪而被买下的奴隶作为矿工;因为据说除了劳动的艰辛之外,矿井中的空气因矿石气味的沉重而致命且难以忍受,以至于工人们寿命短暂。
καὶ δὴ καὶ ἐκλείπεσθαι συμβαίνει πολλάκις τὴν μεταλλείαν διὰ τὸ ἀλυσιτελές, πλειόνων μὲν ἢ διακοσίων ὄντων τῶν ἐργαζομένων, συνεχῶς δὲ νόσοις καὶ φθοραῖς δαπανωμένων.
事实上,尽管有两百多名工人,但由于他们不断被疾病和死亡消耗,开采活动往往因入不敷出而中止。
τοσαῦτα καὶ περὶ τοῦ Πόντου εἰρήσθω.
关于波恩图斯,就说这么多吧。
§12.3.41μετὰ δὲ τὴν Πομπηιούπολιν ἡ λοιπὴ τῆς Παφλαγονίας ἐστὶ τῆς μεσογαίας μέχρι Βιθυνίας ἰοῦσι πρὸς δύσιν.
在庞培奥波利斯之后,是向西通往比提尼亚的内陆帕夫拉戈尼亚的其余部分。
ταύτης δὲ καίπερ ὀλίγης οὔσης μικρὸν μὲν πρὸ ἡμῶν ἦρχον πλείους, νῦν δʼ ἔχουσι Ῥωμαῖοι τοῦ γένους τῶν βασιλέων ἐκλιπόντος.
这片土地虽然狭小,但在我们之前不久曾有数位统治者治理,现在由于国王的家族绝嗣,由罗马人占领。
ὀνομάζουσι δʼ οὖν τὴν ὅμορον τῇ Βιθυνίᾳ Τιμωνῖτιν καὶ τὴν Γεζατόριγος καὶ Μαρμωλῖτίν τε καὶ Σανισηνὴν καὶ Ποταμίαν·
无论如何,他们将与比提尼亚相邻的地区称为蒂莫尼蒂斯、格扎托里克斯的领地、马尔莫利蒂斯、萨尼塞内和波塔尼亚。
ἦν δέ τις καὶ Κιμιατηνή, ἐν ᾗ τὰ Κιμίατα, φρούριον ἐρυμνόν, ὑποκείμενον τῇ τοῦ Ὀλγάσσυος ὀρεινῇ, ᾧ χρησάμενος ὁρμητηρίῳ Μιθριδάτης ὁ κτίστης προσαγορευθεὶς κατέστη τοῦ Πόντου κύριος, καὶ οἱ ἀπʼ αὐτοῦ τὴν διαδοχὴν ἐφύλαξαν μέχρι τοῦ Εὐπάτορος.
还有一个地方叫作奇米亚特内,其中有奇米亚塔,这是一座险要的要塞,位于奥尔加苏斯山脉的脚下;被称为建国者的米特里达梯曾以此为基地,成为了波恩图斯的统治者,他的继承人保留了这一统绪,一直传到尤帕托。
ὕστατος δὲ τῆς Παφλαγονίας ἦρξε Δηιόταρος, Κάστορος υἱὸς ὁ προσαγορευθεὶς φιλάδελφος, τὸ Μορζέου βασίλειον ἔχων τὰ Γάγγρα πολισμάτιον ἅμα καὶ φρούριον.
帕夫拉戈尼亚的最后一位统治者是戴奥塔罗斯,他是卡斯托尔之子,被称为“爱兄者”,他领有莫尔泽乌斯的王宫所在地甘格拉,那既是一个小城镇,也是一座要塞。
§12.3.42Εὔδοξος δʼ ὀρυκτοὺς ἰχθῦς ἐν Παφλαγονίᾳ λέγων ἐν ξηροῖς τόποις οὐ διορίζει τὸν τόπον, ἐν ὑγροῖς δὲ περὶ τὴν Ἀσκανίαν λίμνην φησὶ τὴν ὑπὸ Κίῳ, λέγων οὐδὲν σαφές.
尤多克索斯谈到帕夫拉戈尼亚干燥地方的“掘地之鱼”,但没有指明具体地点,而在潮湿地方,他说是位于基奥斯下方的阿斯卡尼亚湖周围,但这并没说清楚。
ἐπεὶ δὲ καὶ τὴν ὅμορον τῷ Πόντῳ Παφλαγονίαν ἐκτιθέμεθα, τοῖς δὲ Παφλαγόσιν ὁμοροῦσιν οἱ Βιθυνοὶ πρὸς δύσιν, πειρασόμεθα καὶ τὰ τούτων ἐπελθεῖν· ἔπειτα λαβόντες ἀρχὴν ἄλλην ἔκ τε τούτων καὶ τῶν Παφλαγόνων τὰ ἑξῆς τούτων τὰ πρὸς νότον μέχρι τοῦ Ταύρου συνυφανοῦμεν τὰ παράλληλα τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ· τοιαύτην γάρ τινα ὑπογράφει τάξιν καὶ μερισμὸν ἡ τῶν τόπων φύσις.
既然我们已经阐明了与波恩图斯相邻的帕夫拉戈尼亚,而比提尼亚人在西边与帕夫拉戈尼亚人接壤,我们也将尝试叙述他们的领土;然后,从这些地区和帕夫拉戈尼亚人那里另起起点,我们将把紧邻这些地区的、向南直到托罗斯山脉的部分(与波恩图斯和卡帕多细亚平行)编织在一起叙述;因为这些地方的自然状况勾勒出了这样一种顺序和划分。