§12.3.27ἐπὶ δὲ τῶν μὴ οὕτω σημειωδῶν ἢ μὴ τότε ἢ μὴ πρὸς τὴν ὑπόθεσιν τί ἄν τις μέμφοιτο;
对于那些不那么著名、或者当时不存在、或者与诗人的主题无关的事物,谁又会予以指责呢?
οἷον τὸν Τάναϊν διʼ οὐδὲν ἄλλο γνωριζόμενον ἢ διότι τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅριόν ἐστιν· ἀλλʼ οὔτε τὴν Ἀσίαν οὔτε τὴν Εὐρώπην ὠνόμαζόν πω οἱ τότε, οὐδὲ διῄρητο οὕτως εἰς τρεῖς ἠπείρους ἡ οἰκουμένη· ὠνόμασε γὰρ ἄν που διὰ τὸ λίαν σημειῶδες, ὡς καὶ τὴν Λιβύην καὶ τὸν λίβα τὸν ἀπὸ τῶν ἑσπερίων τῆς Λιβύης πνέοντα·
例如塔奈斯河,它除了是亚洲和欧洲的分界线之外,别无其他为人所知之处;但当时的人们还没有给亚洲或欧洲命名,居住世界也没有像这样被划分为三个大陆;否则,诗人肯定会因为其极其显著而在某处名指它,就像他名指利比亚以及从利比亚西部吹来的西南风一样。
τῶν δʼ ἠπείρων μήπω διωρισμένων οὐδὲ τοῦ Τανάιδος ἔδει καὶ τῆς μνήμης αὐτοῦ.
但由于大陆尚未划分,也就没有必要提及塔奈斯河及对其进行记叙。
πολλὰ δὲ καὶ ἀξιομνημόνευτα μέν, οὐχ ὑπέδραμε δέ· πολὺ γὰρ δὴ καὶ τὸ ἐπελευστικὸν εἶδος ἔν τε τοῖς λόγοις καὶ ἐν ταῖς πράξεσίν ἐστιν.
许多事情虽然值得一提,但并没有浮现在他的脑海中;因为在言语和行动中,即兴的因素确实非常大。
ἐκ πάντων δὲ τῶν τοιούτων δῆλόν ἐστιν ὅτι μοχθηρῷ σημείῳ χρῆται πᾶς ὁ ἐκ τοῦ μὴ λέγεσθαί τι ὑπὸ τοῦ ποιητοῦ τὸ ἀγνοεῖσθαι ἐκεῖνο ὑπʼ αὐτοῦ τεκμαιρόμενος.
从所有这些例子可以明显看出,任何仅仅因为某事未被诗人提及就推测其不被诗人所知的人,使用的都是不完善的证据。
καὶ δεῖ διὰ πλειόνων παραδειγμάτων ἐξελέγχειν αὐτὸ μοχθηρὸν ὄν· πολλῷ γὰρ αὐτῷ κέχρηνται πολλοί.
我们必须通过更多的例子来证明这种证据是错误的,因为许多人都在广泛使用它。
ἀνακρουστέον οὖν αὐτοὺς προφέροντας τὰ τοιαῦτα, εἰ καὶ ταυτολογήσομεν· οἷον ἐπὶ τῶν ποταμῶν εἴ τις λέγοι τῷ μὴ ὠνομάσθαι ἀγνοεῖσθαι εὐήθη φήσομεν τὸν λόγον·
因此,即使我们会重复,也必须击退那些提出此类论点的人;例如在河流的情况下,如果有人说因为没有被命名所以不为人知,我们会说这种论调是愚蠢的。
ὅπου γε οὐδὲ Μέλητα τὸν παρὰ τὴν Σμύρναν ῥέοντα ὠνόμακε ποταμόν, τὴν ὑπὸ τῶν πλείστων λεγομένην αὐτοῦ πατρίδα, Ἕρμον ποταμὸν καὶ Ὕλλον ὀνομάζων, οὐδὲ Πακτωλὸν τὸν εἰς ταὐτὸ τούτοις ῥεῖθρον ἐμβάλλοντα, τὴν δʼ ἀρχὴν ἀπὸ τοῦ Τμώλου ἔχοντα οὗ μέμνηται· οὐδʼ αὐτὴν Σμύρναν λέγει, οὐδὲ τὰς ἄλλας τῶν Ἰώνων πόλεις καὶ τῶν Αἰολέων τὰς πλείστας, Μίλητον λέγων καὶ Λέσβον καὶ Τένεδον, οὐδὲ Ληθαῖον τὸν παρὰ Μαγνησίαν ῥέοντα οὐδὲ δὴ Μαρσύαν τοὺς εἰς τὸν Μαίανδρον ἐκδιδόντας, ἐκεῖνον ὀνομάζων καὶ πρὸς τούτοις
"
Ῥῆσόν θʼ Ἑπτάπορόν τε Κάρησόν τε Ῥοδίον τε,
"
καὶ τοὺς ἄλλους, ὧν οἱ πλείους ὀχετῶν οὔκ εἰσι μείζους.
因为他甚至没有名指流经斯缪尔纳的梅莱斯河,该河被大多数人说成是他的故乡,而他却名指了赫耳墨斯河和许洛斯河;他也没有名指与这些河汇入同一流道、但源于他曾提及的托摩罗斯山的帕克托洛斯河;他也没有提及斯缪尔纳本身,没有提及伊奥尼亚人的其他城市以及埃奥利斯人的大部分城市,尽管他提到了米利都、莱斯博斯和特内多斯;他也没有提及流经马格内西亚的莱泰奥斯河,更没有提及流入迈安德尔河的马耳叙阿斯河,而他却指名了迈安德尔河,此外还有: “雷索斯、赫普塔波罗斯、卡雷索斯和罗迪奥斯” 以及其他河流,其中大多数并不比水渠大。
πολλάς τε χώρας ὀνομάζων καὶ πόλεις τοτὲ μὲν καὶ τοὺς ποταμοὺς καὶ ὄρη συγκαταλέγει τοτὲ δʼ οὔ· τοὺς γοῦν κατὰ τὴν Αἰτωλίαν καὶ τὴν Ἀττικὴν οὐ λέγει οὐδʼ ἄλλους πλείους·
尽管他指名了许多国家和城市,但有时他会把河流和山脉一起列入,有时则不然;至少,他没有提及艾托利亚和阿提卡的河流,也没有提及许多其他河流。
ἔτι δὲ καὶ τῶν πόρρω μεμνημένος τῶν ἐγγὺς σφόδρα οὐ μέμνηται, οὐ δήπου ἀγνοῶν αὐτοὺς γνωρίμους τοῖς ἄλλοις ὄντας· οὐδὲ δὴ τοὺς ἐγγὺς ἐπίσης, ὧν τοὺς μὲν ὀνομάζει τοὺς δὲ οὔ, οἷον Λυκίους μὲν καὶ Σολύμους, Μιλύας δʼ οὔ, οὐδὲ Παμφύλους οὐδὲ Πισίδας· καὶ Παφλαγόνας μὲν καὶ Φρύγας καὶ Μυσούς, Μαριανδυνοὺς δʼ οὔ, οὐδὲ Θυνοὺς οὐδὲ Βιθυνοὺς οὐδὲ Βέβρυκας· Ἀμαζόνων τε μέμνηται, Λευκοσύρων δʼ οὔ, οὐδὲ Σύρων οὐδὲ Καππαδόκων οὐδὲ Λυκαόνων, Φοίνικας καὶ Αἰγυπτίους καὶ Αἰθίοπας θρυλῶν· καὶ Ἀλήιον μὲν πεδίον λέγει καὶ Ἀρίμους, τὸ δὲ ἔθνος ἐν ᾧ ταῦτα σιγᾷ.
此外,在提到遥远的事物时,他却没有提及极近的事物,这绝不是因为他不知道这些在别人看来很著名的东西;同样地,对于同样近的人们,他名指了其中一些,却未名指另一些,例如他名指了吕基亚人和索吕莫伊人,却未名指米吕阿斯人,也没有名指潘菲利亚人和皮西迪亚人;他名指了帕夫拉戈尼亚人、弗里吉亚人和米西亚人,却未名指马里安杜尼人,也没有名指图尼人、比提尼亚人和贝布律克斯人;他提到了阿玛宗人,却未提到白叙利亚人,没有提到叙利亚人、卡帕多西亚人和吕卡翁人,尽管他经常谈到腓尼基人、埃及人和埃塞俄比亚人;他提到了阿莱翁平原和阿里摩伊,却对这些事物所在的民族保持沉默。
ὁ μὲν δὴ τοιοῦτος ἔλεγχος ψευδής ἐστιν, ὁ δʼ ἀληθής, ὅταν δείκνυται ψεῦδος λεγόμενόν τι.
因此,这种对无知的驳斥是虚假的,而真正的驳斥是在所说的事情被证明是虚假的时候。
ἀλλʼ οὐδʼ ἐν τῷ τοιούτῳ κατορθῶν ἐδείχθη, ὅτε γε ἐθάρρησε πλάσματα λέγειν τοὺς ἀγαυοὺς ἱππημολγοὺς γαλακτοφάγους.
但在这种测试中,他也未能被证明是成功的,因为他居然敢说显赫的挤马奶者和食乳者只是虚构的。
τοσαῦτα καὶ πρὸς Ἀπολλόδωρον· ἐπάνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν.
关于阿波罗多罗斯就说这么多;我将回到接下来的巡览中。
§12.3.28ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν.
在法尔纳基亚和特拉佩祖斯周围地区的上方,是蒂巴雷尼人和哈尔代亚人,一直延伸到小亚美尼亚。
αὕτη δʼ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δʼ αὐτὴν κατεῖχον ἀεί, καθάπερ τὴν Σωφηνήν, τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δʼ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνούς, ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν.
这是一个相当富庶的国家;君主们一直占领着它,就像占领索菲内一样,他们有时与其他的亚美尼亚人友好,有时则独立行事;他们还臣服了哈尔代亚人和蒂巴雷尼人,因此他们的统治范围一直延伸到特拉佩祖斯和法尔纳基亚。
αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ.
然而,势力壮大的米特里达特斯·尤帕托尔控制了科尔基斯和所有这些地方,因为西斯之子安提帕特将这些地方让给了他。
ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε.
他非常重视这些地方,在其中建造了七十五个堡垒,并将大部分财宝存放在这些堡垒中。
τούτων δʼ ἦν ἀξιολογώτατα ταῦτα, Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιπεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Ἀρμενίας χωρίον, διόπερ Θεοφάνης Συνορίαν παρωνόμασεν.
在这些堡垒中,最值得注意的是许达拉、巴斯戈伊达里扎和西诺里亚,西诺里亚是建在大亚美尼亚边界上的一个地方,因此提奥法尼斯将其改名称为“舒诺里亚”。
ἡ γὰρ τοῦ Παρυάδρου πᾶσα ὀρεινὴ τοιαύτας ἐπιτηδειότητας ἔχει πολλὰς εὔυδρός τε οὖσα καὶ ὑλώδης καὶ ἀποτόμοις φάραγξι καὶ κρημνοῖς διειλημμένη πολλαχόθεν·
因为帕里亚德雷斯的整个山区有许多这样的便利条件,那里水源充足、森林茂密,且多处被险峻的峡谷和悬崖所隔断;至少,大多数宝库都在那里设防。
ἐτετείχιστο γοῦν ἐνταῦθα τὰ πλεῖστα τῶν γαζοφυλακίων, καὶ δὴ καὶ τὸ τελευταῖον εἰς ταύτας κατέφυγε τὰς ἐσχατιὰς τῆς Ποντικῆς βασιλείας ὁ Μιθριδάτης ἐπιόντος Πομπηίου, καὶ τῆς Ἀκιλισηνῆς κατὰ Δάστειρα εὔυδρον ὄρος καταλαβόμενος (πλησίον δʼ ἦν καὶ ὁ Εὐφράτης ὁ διορίζων τὴν Ἀκιλισηνὴν ἀπὸ τῆς μικρᾶς Ἀρμενίας) διέτριψε τέως ἕως πολιορκούμενος ἠναγκάσθη φυγεῖν διὰ τῶν ὀρῶν εἰς Κολχίδα κἀκεῖθεν εἰς Βόσπορον.
当 Pompey 进攻时,米特里达特斯最终逃到了庞特斯王国的这些最边缘地区,并占领了阿基利塞内达斯泰拉附近一座水源充足的山(附近还有幼发拉底河,它将阿基利塞内与小亚美尼亚分开),他在那里停留了一段时间,直到被包围,被迫穿过群山逃往科尔基斯,再从那里逃往博斯普鲁斯。
Πομπήιος δὲ περὶ τὸν τόπον τοῦτον πόλιν ἔκτισεν ἐν τῇ μικρᾷ Ἀρμενίᾳ Νικόπολιν, ἣ καὶ νῦν συμμένει καὶ οἰκεῖται καλῶς.
Pompey 在小亚美尼亚的这个地方建立了一座城市尼科波利斯,这座城市至今仍然存在,且居民生活状况良好。