Humanitext Reader

斯特拉波 · 地理学 §12.3.22-12.3.23

关于哈里佐内斯人与亚里贝的考证

第 385 段,共 577 段 · 希腊语

内容简介

斯特拉波探讨了关于荷马史诗中“哈里佐内斯人”和“亚里贝”的各种解释,评估了梅内克拉特斯、赫卡泰乌斯和德美特里奥斯等人的理论,并指出了他们在文本修改和地理考证上的矛盾。

§12.3.22ταῦτα μὲν ἀπολύεται τῇ μεταγραφῇ· γράφει γὰρ οὕτως " αὐτὰρ Ἀμαζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, ἐλθόντʼ ἐξ Ἀλόπης, ὅ θʼ Ἀμαζονίδων γένος ἐστί.
这些难点通过改写得到了解决;因为他这样写道: “然而阿玛佐内斯人由奥迪奥斯和埃皮斯特罗福斯率领,来自阿洛佩,那里是阿玛宗人氏族的所在地。
" ταῦτα δʼ ἀπολυσάμενος εἰς ἄλλο ἐμπέπτωκε πλάσμα· οὐδαμοῦ γὰρ ἐνθάδε εὑρίσκεται Ἀλόπη· καὶ ἡ μεταγραφὴ δὲ παρὰ τὴν τῶν ἀντιγράφων τῶν ἀρχαίων πίστιν καινοτομουμένη ἐπὶ τοσοῦτον σχεδιασμῷ ἔοικεν.
” 然而,虽然他解决了这些难点,却落入了另一个虚构之中;因为在这里任何地方都找不到阿洛佩;而且这种违背古代抄本可信度而如此标新立异的改写,非常像是凭空捏造。
ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου δόξαν ἔοικεν ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων, ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς.
而斯凯普西斯人(德美特里奥斯)似乎既没有接受这个人的观点,也没有接受那些认为哈里佐内斯人在帕莱内周围之人的观点,关于后者我们在马其顿篇中已经提过。
ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν, ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν "ἐπὶ δʼ Ἀλαζίᾳ πόλι ποταμὸς Ὀδρύσης ῥέων διὰ Μυγδονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς Ῥύνδακον ἐσβάλλει.
同样地,他也质疑怎么会有人认为,从博里斯塞内斯河之上的游牧民那里会有给特洛伊人的盟军到来。 但他最赞赏米利都的赫卡泰乌斯、以及克塞诺克拉特斯的门生之一埃莱阿的梅内克拉特斯的观点,以及帕莱法托斯的观点,其中前者在《大地巡览》中说: “在阿拉吉亚城之上,奥德里塞斯河从西面流经米格多尼亚平原,自达斯库利蒂斯湖流入林达科斯河。
" ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, διʼ ὧν Ὀδρύσης ῥεῖ, ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως, καὶ μάλιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν.
” 而且他说,阿拉吉亚现在已荒废,但阿拉佐内斯人的许多村庄仍有人居住,奥德里塞斯河流经这些村庄,在这些村庄中,阿波罗受到格外的崇拜,尤其是在库济科斯人的管辖区内。
ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δέ, φησί, γράφειν ἐν τοῖς δύο λάβδα, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον.
梅内克拉特斯在《赫勒斯滂巡览》中说,在米尔莱亚周围地区之上,坐落着一片连绵的山脉,哈里佐内斯部族曾居住于此;但是,他说,应该用两个兰姆达(λ)来写,而诗人因为韵律的关系,用了一个(兰姆达)来写。
ὁ δὲ Παλαίφατός φησιν ἐξ Ἀλαζώνων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δὲ Ζελείᾳ, τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι.
帕莱法托斯则说,奥迪奥斯和埃皮斯特罗福斯是从居住在阿洛佩(现在是泽莱亚)的阿拉佐内斯人中出发参战的。
τί οὖν ἄξιον ἐπαινεῖν τὰς τούτων δόξας;
那么,这些人的观点有什么值得赞赏的呢?
χωρὶς γὰρ τοῦ τὴν ἀρχαίαν γραφὴν καὶ τούτους κινεῖν οὔτε τὰ ἀργυρεῖα δεικνύουσιν, οὔτε ποῦ τῆς Μυρλεάτιδος Ἀλόπη ἐστίν, οὔτε πῶς οἱ ἐνθένδε ἀφιγμένοι εἰς Ἴλιον τηλόθεν ἦσαν, εἰ καὶ δοθείη Ἀλόπην τινὰ γεγονέναι ἢ Ἀλαζίαν·
因为除了他们也更改了古老的文本之外,他们既无法指出银矿在哪里,也无法指出在米尔莱亚领地内的什么地方有阿洛佩,而且即使承认曾存在过某种阿洛佩或阿拉吉亚,也无法指出从那里来到伊利翁的人怎么能是“遥远”的。
πολὺ γὰρ δὴ ταῦτα ἐγγυτέρω ἐστὶ τῇ Τρῳάδι ἢ τὰ περὶ Ἔφεσον.
因为这些地方确实比以弗所周围要近得多。
ἀλλʼ ὅμως τοὺς περὶ Πύγελα λέγοντας τοὺς Ἀμαζῶνας μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης φλυαρεῖν φησὶν ὁ Δημήτριος· τὸ γὰρ τηλόθεν οὐκ ἐφαρμόττειν τῷ τόπῳ· πόσῳ οὖν μᾶλλον οὐκ ἐφαρμόττει τῷ περὶ Μυσίαν καὶ Τευθρανίαν;
然而,德美特里奥斯却说,那些说阿玛宗人在以弗所、马格内西亚和普里埃内之间的皮盖拉周围的人是在胡说八道;因为“遥远” 这个词并不适用于那个地方;那么,它又怎么能适用于米西亚和特乌斯拉尼亚周围呢?
§12.3.23νὴ Δία, ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι, ὡς καὶ " τῆλʼ ἐξ Ἀσκανίης " καὶ " Ἀρναῖος δʼ ὄνομʼ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ, " καὶ " εἵλετο δὲ κληῖδʼ εὐκαμπέα χειρὶ παχείῃ Πηνελόπη.
“确实如此,”有人会说,“但他声称也必须接受一些用词不当的添加,正如 ‘远自阿斯卡尼亚’ 以及 ‘他的名字是阿尔奈奥斯,因为他高贵的母亲给他起了这个名字’ 以及 ‘珀涅罗珀用她粗壮的手拿起了弯曲的钥匙。
" δεδόσθω δὴ καὶ τοῦτο·
’ 这一点也姑且承认吧;但那些其他的观点是不应容许的。
ἀλλʼ ἐκεῖνα οὐ δοτέα, οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν τηλόθεν ἐκ Χαλύβης πιθανῶς ἀντείρηκε.
德美特里奥斯虽然注意到了这些,却甚至未能对那些认为应该读作 “来自遥远的哈里贝” 的人做出有说服力的反驳。
συγχωρήσας γὰρ ὅτι, εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνεδέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης, καθάπερ τὰ σιδηρεῖα.
因为他虽然承认,即使现在哈里贝斯人那里没有银矿,以前至少也有可能存在,但他并不承认它像铁矿一样著名且值得记载。
τί δὲ κωλύει, φαίη τις ἄν, καὶ ἔνδοξα εἶναι, καθάπερ καὶ τὰ σιδηρεῖα;
但是,有人会说,有什么能阻止它(银矿)也像铁矿一样著名呢?
ἢ σιδήρου μὲν εὐπορία τόπον ἐπιφανῆ δύναται ποιεῖν, ἀργύρου δʼ οὔ;
难道铁的丰裕能使一个地方闻名,而银却不能吗?
τί δʼ εἰ μὴ κατὰ τοὺς ἥρωας, ἀλλὰ καθʼ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ;
如果银矿不是在英雄时代,而是在荷马时代才闻名的,难道有人会指责诗人的言论吗?
πῶς οὖν εἰς τὸν ποιητὴν ἡ δόξα ἀφίκετο;
那么,名声又是如何传到诗人那里的呢?
πῶς δʼ ἡ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώτιδι;
意大利泰梅塞的铜矿名声又是如何传到的呢?
πῶς δʼ ἡ τοῦ Θηβαϊκοῦ πλούτου τοῦ κατʼ Αἴγυπτον;
埃及底比斯的财富名声又是如何传到的呢?
καίτοι διπλάσιον σχεδόν τι διέχοντα τῶν Αἰγυπτίων Θηβῶν ἢ τῶν Χαλδαίων.
然而,到埃及底比斯的距离几乎是到卡尔代奥伊人那里的两倍。
ἀλλʼ οὐδʼ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ·
但他甚至不同意他所支持的那些人的看法。
τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψεως καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζονίαν.
因为在界定他自己的家乡斯凯普西斯周围的地理时,他说在斯凯普西斯和埃塞波斯河附近有内亚科美、阿尔吉里亚和阿拉佐尼亚。
ταῦτα μὲν οὖν εἰ καὶ ἔστι, πρὸς ταῖς πηγαῖς ἂν εἴη τοῦ Αἰσήπου.
因此,即使这些地方存在,它们也会在埃塞波斯河源头附近。
ὁ δὲ Ἑκαταῖος λέγει ἐπέκεινα τῶν ἐκβολῶν αὐτοῦ, ὅ τε Παλαίφατος πρότερον μὲν Ἀλόπην οἰκεῖν φήσας νῦν δὲ Ζέλειαν, οὐδὲν ὅμοιον λέγει τούτοις.
但赫卡泰乌斯说它在河口之外,而帕莱法托斯说他们以前居住在阿洛佩,现在在泽莱亚,这与这些人的说法完全不同。
εἰ δʼ ἄρα ὁ Μενεκράτης, καὶ οὐδʼ οὗτος τὴν Ἀλόπην ἢ Ἀλόβην ἢ ὅπως ποτὲ βούλονται γράφειν φράζει ἥτις ἐστίν, οὐδʼ αὐτὸς ὁ Δημήτριος.
而且如果梅内克拉特斯确实说了什么,他也没有说清楚阿洛佩或阿洛贝(或他们想怎么写)究竟是什么,连德美特里奥斯自己也是如此。

词汇与语法注释

  1. 12.3.22καινοτομουμένη — 现在时被动分词,单数阴性主格,修饰主语 ἡ μεταγραφή(改写)。它与前置词短语 παρὰ τὴν τῶν ἀντιγράφων τῶν ἀρχαίων πίστιν(违背古代抄本的可信度)形成对比,强调这是一种强加的新解释。
  2. 12.3.22ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς — 关系代词 ὧν 的先行词是 τοὺς Ἁλιζώνους。由于它是支配属格的动词 μιμνήσκω(此处为被动相的 ἐμνήσθημεν)的宾语,因此关系代词由对格(οὕς)被吸引同化为属格(ὧν)。
  3. 12.3.22εἰ καὶ δοθείη Ἀλόπην τινὰ γεγονέναι ἢ Ἀλαζίαν — 条件从句中使用了希求法动词 δοθείη(非人称被动相,表达让步语气),并由带对格的不定式短语 Ἀλόπην... γεγονέναι 作为其主语或补充成分。
  4. 12.3.23οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι... πιθανῶς ἀντείρηκε — 与格关系代词 οἷς 指代前句中提到的难点,由分词 προσέχων 支配。否定词 οὐδέ 则否定后面的动词短语 πιθανῶς ἀντείρηκε,形成一个复杂的结构,意为“即使对于那些认为……的人,德美特里奥斯也未能做出有说服力的反驳”。
  5. 12.3.23καίτοι διπλάσιον σχεδόν τι διέχοντα — 中性复数对格分词 διέχοντα 表示让步,指代前文提到的埃及底比斯等地的距离关系。它与 καίτοι(虽然……)连用,增强了让步的语气。

引用这一段

斯特拉波, 地理学 §12.3.22-12.3.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.22-12.3.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。