§10.4.17λέγεσθαι δʼ ὑπό τινων ὡς Λακωνικὰ εἴη τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν, τὸ δʼ ἀληθὲς εὑρῆσθαι μὲν ὑπʼ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺς Σπαρτιάτας, τοὺς δὲ Κρῆτας ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων καὶ μάλιστα τῆς Κνωσσίων, τῶν πολεμικῶν·
有人说,被认为是克里特特有的许多习俗实际上是拉科尼亚的,但事实是,虽然这些习俗是由他们发明的,但斯巴达人使其更加完善,而克里特人却因为他们的城市(尤其是克诺索斯人的城市)因战争而受损,从而忽视了军事等事务。
μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοις καὶ Γορτυνίοις καὶ ἄλλοις τισὶ πολιχνίοις μᾶλλον ἢ παρʼ ἐκείνοις·
他们还说,某些习俗在利图斯人、戈尔廷人以及其他一些小城镇中保留得比在他们之中更多。
καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺς τὰ Λακωνικὰ πρεσβύτερα ἀποφαίνοντας· ἀποίκους γὰρ ὄντας φυλάττειν τὰ τῆς μητροπόλεως ἔθη, ἐπεὶ ἄλλως γε εὔηθες εἶναι τὸ τοὺς βέλτιον συνεστῶτας καὶ πολιτευομένους τῶν χειρόνων ζηλωτὰς ἀποφαίνειν·
而且确实,那些宣称拉科尼亚习俗更古老的人,将利图斯人的习俗作为他们的证据;因为他们说,作为殖民者,他们保留了母邦的习俗,因为否则的话,宣称那些在组织和政体上更好的人是那些较差者的模仿者,无论如何都是愚蠢的。
οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰς τἀναντία ἑκατέρων μεταπεπτωκότων·
但是,他们说,这些话是不对的;因为不应该根据现状来推测古代的情况,因为两者的境况已经发生了相反的变化。
καὶ γὰρ ναυκρατεῖν πρότερον τοὺς Κρῆτας, ὥστε καὶ παροιμιάζεσθαι πρὸς τοὺς προσποιουμένους μὴ εἰδέναι ἃ ἴσασιν
ὁ Κρὴς ἀγνοεῖ τὴν θάλατταν,
νῦν δʼ ἀποβεβληκέναι τὸ ναυτικόν·
因为克里特人以前统治着海洋,以至于对那些假装不知道自己所知道的事情的人,甚至有一句谚语: “克里特人不知道大海,” 但现在他们已经失去了海军。
ὅτι ἄποικοί τινες τῶν πόλεων γεγόνασι τῶν ἐν Κρήτῃ Σπαρτιατῶν, ἐν τοῖς ἐκείνων νομίμοις διαμένειν ἐπηναγκάσθαι· πολλὰς γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰς δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτῃ τὰ αὐτὰ ἔχειν τοῖς ἀποίκοις ἔθη.
此外,这并不意味着,因为克里特的某些城市成为了斯巴达人在克里特的殖民地,所以他们就被迫维持他们的习俗;无论如何,许多殖民地并没有保留他们祖传的习俗,而在克里特,许多非殖民地的城市却与殖民地有着相同的习俗。
§10.4.18τῶν τε Σπαρτιατῶν τὸν νομοθέτην Λυκοῦργον πέντε γενεαῖς νεώτερον Ἀλθαιμένους εἶναι τοῦ στείλαντος τὴν εἰς Κρήτην ἀποικίαν· τὸν μὲν γὰρ ἱστορεῖσθαι Κίσσου παῖδα τοῦ τὸ Ἄργος κτίσαντος περὶ τὸν αὐτὸν χρόνον ἡνίκα Προκλῆς τὴν Σπάρτην συνῴκιζε, Λυκοῦργον δʼ ὁμολογεῖσθαι παρὰ πάντων ἕκτον ἀπὸ Προκλέους γεγονέναι·
此外,斯巴达人的立法者莱库古比带领殖民地前往克里特的阿尔泰梅内斯晚五代;因为据记载,后者是创建阿哥斯的基苏斯之子,大约在普罗克勒斯共同建立斯巴达的同一时期,而所有人一致同意莱库古是普罗克勒斯的第六代子孙。
τὰ δὲ μιμήματα μὴ εἶναι πρότερα τῶν παραδειγμάτων μηδὲ τὰ νεώτερα τῶν πρεσβυτέρων·
因此,模仿不会先于范本,较新者也不会先于较古老者。
τήν τε ὄρχησιν τὴν παρὰ τοῖς Λακεδαιμονίοις ἐπιχωριάζουσαν καὶ τοὺς ῥυθμοὺς καὶ παιᾶνας τοὺς κατὰ νόμον ᾀδομένους καὶ ἄλλα πολλὰ τῶν νομίμων Κρητικὰ καλεῖσθαι παρʼ αὐτοῖς ὡς ἂν ἐκεῖθεν ὁρμώμενα·
而且,在拉刻代蒙人中流行的舞蹈、根据法律歌唱的节奏和赞美诗(派安),以及许多其他习俗,在他们那里被称为“克里特的”,因为它们源自那里。
τῶν δʼ ἀρχείων τὰ μὲν καὶ τὰς διοικήσεις ἔχειν τὰς αὐτὰς καὶ τὰς ἐπωνυμίας, ὥσπερ καὶ τὴν τῶν γερόντων ἀρχὴν καὶ τὴν τῶν ἱππέων (πλὴν ὅτι τοὺς ἐν Κρήτῃ ἱππέας καὶ ἵππους κεκτῆσθαι συμβέβηκεν· ἐξ οὗ τεκμαίρονται πρεσβυτέραν εἶναι τῶν ἐν Κρήτῃ ἱππέων τὴν ἀρχήν· σώζειν γὰρ τὴν ἐτυμότητα τῆς προσηγορίας· τοὺς δὲ μὴ ἱπποτροφεῖν), τοὺς ἐφόρους δὲ τὰ αὐτὰ τοῖς ἐν Κρήτῃ κόσμοις διοικοῦντας ἑτέρως ὠνομάσθαι·
在官职中,有些具有相同的管理和相同的名称,就像长老职和骑兵职一样(除了克里特的骑兵实际上拥有马匹,由此他们推测,克里特的骑兵职更古老,因为它保留了这一名称的本义,而斯巴达人并不养马),而监察官虽然管理着与克里特的执政官相同的事物,但名称不同。
τὰ δὲ συσσίτια ἀνδρεῖα παρὰ μὲν τοῖς Κρησὶν καὶ νῦν ἔτι καλεῖσθαι, παρὰ δὲ τοῖς Σπαρτιάταις μὴ διαμεῖναι καλούμενα ὁμοίως πρότερον·
此外,共同进餐在克里特人中至今仍被称为“安德里亚”,但在斯巴达人中,以前虽然也曾同样被称为这一名字,却未能保留下来。
παρʼ Ἀλκμᾶνι γοῦν οὕτω κεῖσθαι
"
φοίναις δὲ καὶ ἐν θιάσοισιν
ἀνδρείων παρὰ δαιτυμόνεσσι πρέπει παιᾶνα κατάρχειν.
例如,在阿尔克曼的诗中就是这样写的: “在宴会和信众的集会中,在安德里亚的宾客中,开始唱赞美诗是适宜的。
" §10.4.19λέγεσθαι δʼ ὑπὸ τῶν Κρητῶν ὡς καὶ παρʼ αὐτοὺς ἀφίκοιτο Λυκοῦργος κατὰ τοιαύτην αἰτίαν·
” 据克里特人说,莱库古也出于以下原因来到了他们那里。
ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυδέκτης· οὗτος τελευτῶν ἔγκυον κατέλιπε τὴν γυναῖκα·
莱库古的哥哥是波吕德克特斯;他去世时,留下了怀孕的妻子。
τέως μὲν οὖν ἐβασίλευεν ὁ Λυκοῦργος ἀντὶ τοῦ ἀδελφοῦ, γενομένου δὲ παιδὸς ἐπετρόπευεν ἐκεῖνον, εἰς ὃν ἡ ἀρχὴ καθήκουσα ἐτύγχανε·
因此,有一段时间,莱库古代替他的哥哥统治,但当孩子出生后,他成为了这个孩子的监护人,而统治权本属于这个孩子。
λοιδορούμενος δή τις αὐτῷ σαφῶς εἶπεν εἰδέναι διότι βασιλεύσοι· λαβὼν δʼ ὑπόνοιαν ἐκεῖνος ὡς ἐκ τοῦ λόγου τούτου διαβάλλοιτο ἐπιβουλὴ ἐξ αὐτοῦ τοῦ παιδός, δείσας μὴ ἐκ τύχης ἀποθανόντος αἰτίαν αὐτὸς ἔχοι παρὰ τῶν ἐχθρῶν, ἀπῆρεν εἰς Κρήτην.
然后,有人辱骂他,明确说他知道莱库古会成为国王;而他,由于这番话而产生怀疑,担心自己会被诽谤为对孩子图谋不轨,并害怕如果孩子因意外而死,自己会受到敌人的指责,于是便前往克里特。
ταύτην μὲν δὴ λέγεσθαι τῆς ἀποδημίας αἰτίαν·
这据说就是他出国旅行的原因。
ἐλθόντα δὲ πλησιάσαι Θάλητι μελοποιῷ ἀνδρὶ καὶ νομοθετικῷ, ἱστορήσαντα δὲ παρʼ αὐτοῦ τὸν τρόπον ὃν Ῥαδάμανθύς τε πρότερον καὶ ὕστερον Μίνως, ὡς παρὰ τοῦ Διός, τοὺς νόμους ἐκφέροι εἰς ἀνθρώπους, γενόμενον δὲ καὶ ἐν Αἰγύπτῳ καὶ καταμαθόντα καὶ τὰ ἐκεῖ νόμιμα, ἐντυχόντα δʼ, ὥς φασί τινες, καὶ Ὁμήρῳ διατρίβοντι ἐν Χίῳ, κατᾶραι πάλιν εἰς τὴν οἰκείαν, καταλαβεῖν δὲ τὸν τοῦ ἀδελφοῦ υἱὸν τὸν Πολυδέκτου Χαρίλαον βασιλεύοντα·
他来到后,与歌作者、具有立法能力的萨莱塔斯交往,并从他那里了解了拉达曼迪斯在先、米诺斯在后,如何将从宙斯那里获得的法律带给人们的方法,他也曾去过埃及并了解了那里的习俗,并且正如一些人所说,还遇到了当时在希奥斯逗留的荷马,然后他再次回到了自己的祖国,发现他哥哥波吕德克特斯的儿子查里劳斯正在当国王。
εἶθʼ ὁρμῆσαι διαθεῖναι τοὺς νόμους φοιτῶντα ὡς τὸν θεὸν τὸν ἐν Δελφοῖς, κἀκεῖθεν κομίζοντα τὰ προστάγματα, καθάπερ οἱ περὶ Μίνω ἐκ τοῦ ἄντρου τοῦ Διὸς παραπλήσια ἐκείνοις τὰ πλείω.
然后,他开始着手制定法律,前往德尔斐的神庙,并从那里带回指令,就像米诺斯及其伙伴从宙斯的洞窟中带回他们的大部分法律一样,这些法律中的大部分与克里特的法律非常相似。