§10.4.11ἀλλὰ γὰρ ὁ μὲν περὶ τῆς Κνωσσοῦ λόγος τοιοῦτος.
然而,关于克诺索斯向来如此。
μετὰ δὲ ταύτην δευτερεῦσαι δοκεῖ κατὰ τὴν δύναμιν ἡ τῶν Γορτυνίων πόλις.
在这座城市之后,戈尔廷人的城市在势力上似乎占第二位。
συμπράττουσαί τε γὰρ ἀλλήλαις ἅπαντας ὑπηκόους εἶχον αὗται τοὺς ἄλλους, στασιάσασαί τε διέστησαν τὰ κατὰ τὴν νῆσον·
因为当它们互相合作时,这两座城市便将所有其他居民置于统治之下;而当它们发生内讧时,则使岛上的局势陷入分裂。
προσθήκη δʼ ἦν ἡ Κυδωνία μεγίστη ὁποτέροις προσγένοιτο.
而库多尼亚则是极大的加持,无论它加入哪一方。
κεῖται δʼ ἐν πεδίῳ καὶ ἡ τῶν Γορτυνίων πόλις, τὸ παλαιὸν μὲν ἴσως τετειχισμένη (καθάπερ καὶ Ὅμηρος εἴρηκε
"
Γόρτυνά τε τειχήεσσαν
"
), ὕστερον δʼ ἀποβαλοῦσα τὸ τεῖχος ἐκ θεμελίων καὶ πάντα τὸν χρόνον μείνασα ἀτείχιστος·
戈尔廷人的城市也位于平原上,古代可能筑有城壁(正如荷马也曾说过:“城壁坚固的戈尔廷”),但后来它被彻底拆毁了城墙,从此一直处于无城墙状态。
καὶ γὰρ ὁ Φιλοπάτωρ Πτολεμαῖος ἀρξάμενος τειχίζειν ὅσον ἐπὶ ὀγδοήκοντα σταδίους παρῆλθε μόνον·
因为虽然普托雷迈奥斯·费洛帕托尔开始修筑城墙,但也仅推进了大约八十斯塔迪亚。
ἀξιόλογον δʼ οὖν ἐξεπλήρου ποτὲ κύκλον ἡ οἴκησις ὅσον πεντήκοντα σταδίων·
无论如何,其居住地曾经填满了大约五十斯塔迪亚的惊人周长。
διέχει δὲ τῆς Λιβυκῆς θαλάττης κατὰ Λεβῆνα τὸ ἐμπόριον αὐτῆς ἐνενήκοντα· ἔχει δέ τι καὶ ἄλλο ἐπίνειον τὸ Μάταλον, διέχει δʼ αὐτῆς ἑκατὸν τριάκοντα.
它距离其交易港雷本附近的利比亚海有九十斯塔迪亚,并且还拥有另一个港口马塔隆,距离其一百三十斯塔迪亚。
διαρρεῖ δʼ αὐτὴν ὅλην ὁ Ληθαῖος ποταμός.
莱塔伊奥斯河贯穿其全境。
§10.4.12ἐκ δὲ Λεβῆνος ἦν Λευκοκόμας τε καὶ ὁ ἐραστὴς αὐτοῦ Εὐξύνθετος, οὓς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ ἔρωτος λόγῳ, ἄθλων ὧν ὁ Λευκοκόμας τῷ Εὐξυνθέτῳ προσέταξεν ἕνα φήσας εἶναι τοῦτον, τὸν ἐν Πράσῳ κύνα ἀναγαγεῖν αὐτῷ·
而雷本曾出过雷乌科科马斯及其情人之埃乌克辛特托斯,提奥弗拉斯托斯在《论爱》中记载了他们,称雷乌科科马斯给埃乌克辛特托斯指定的众多考验之一,就是要把普拉索斯的狗带回来给他。
ὅμοροι δʼ εἰσὶν αὐτοῖς οἱ Πράσιοι, τῆς μὲν θαλάττης ἑβδομήκοντα Γόρτυνος δὲ διέχοντες ἑκατὸν καὶ ὀγδοήκοντα.
普拉索斯人与他们接壤,距离海洋七十斯塔迪亚,距离戈尔廷一百八十斯塔迪亚。
εἴρηται δὲ ὅτι τῶν Ἐτεοκρήτων ὑπῆρχεν ἡ Πρᾶσος καὶ διότι ἐνταῦθα τὸ τοῦ Δικταίου Διὸς ἱερόν·
如前所述,普拉索斯属于埃特奥克里特人,且那里有迪克塔伊奥斯·宙斯的神庙。
καὶ γὰρ ἡ Δίκτη πλησίον, οὐχ ὡς Ἄρατος
ὄρεος σχεδὸν Ἰδαίοιο.
因为迪克特山就在附近,并非如阿拉托斯所说“在伊达山附近”。
καὶ γὰρ χιλίους ἡ Δίκτη τῆς Ἴδης ἀπέχει, πρὸς ἀνίσχοντα ἥλιον ἀπʼ αὐτῆς κειμένη, τοῦ δὲ Σαμωνίου ἑκατόν.
因为迪克特山距离伊达山有一千斯塔迪亚,位于其东升太阳的方向,距离萨莫尼翁一百斯塔迪亚。
μεταξὺ δὲ τοῦ Σαμωνίου καὶ τῆς Χερρονήσου ἡ Πρᾶσος ἵδρυτο ὑπὲρ τῆς θαλάττης ἑξήκοντα σταδίοις· κατέσκαψαν δʼ Ἱεραπύτνιοι.
普拉索斯坐落在萨莫尼翁和赫罗内索斯之间,位于海上方六十斯塔迪亚处,但已被希耶拉皮特纳人彻底摧毁。
οὐκ εὖ δὲ οὐδὲ τὸν Καλλίμαχον λέγειν φασίν, ὡς ἡ Βριτόμαρτις φεύγουσα τὴν Μίνω βίαν ἀπὸ τῆς Δίκτης ἅλοιτο εἰς ἁλιέων δίκτυα, καὶ διὰ τοῦτο αὐτὴ μὲν Δίκτυννα ὑπὸ τῶν Κυδωνιατῶν προσαγορευθείη, Δίκτη δὲ τὸ ὄρος·
人们说卡利马科斯说得也不对,他声称布里托马尔蒂斯为了逃避米诺斯的强暴,从迪克特山跳入渔夫的网中,因此她自己被库多尼亚人称为迪克廷娜,而这座山则被称为迪克特。
οὐδὲ γὰρ ὅλως ἐκ γειτόνων ἐστὶ τοῖς τόποις τούτοις ἡ Κυδωνία, πρὸς δὲ τοῖς ἑσπερίοις κεῖται τῆς νήσου πέρασι.
因为库多尼亚与这些地方根本不相邻,而是位于该岛的西端。
τῆς μέντοι Κυδωνίας ὄρος ἐστὶ Τίτυρος, ἐν ᾧ ἱερόν ἐστιν οὐ Δικταῖον ἀλλὰ Δικτύνναιον.
然而,在库多尼亚有一座蒂蒂罗斯山,山上有一座神庙,不是迪克塔伊奥斯,而是迪克廷奈翁。
§10.4.13Κυδωνία δʼ ἐπὶ θαλάττῃ μὲν ἵδρυται βλέπουσα πρὸς τὴν Λακωνικήν, διέχει δʼ ἑκατέρας τὸ ἴσον τῆς τε Κνωσσοῦ καὶ τῆς Γόρτυνος οἷον ὀκτακοσίους σταδίους, Ἀπτέρας δὲ ὀγδοήκοντα, τῆς ταύτῃ δὲ θαλάττης τετταράκοντα.
库多尼亚建在海边,面向拉科尼卡,它距离克诺索斯和戈尔廷两者的距离相等,大约八百斯塔迪亚,距离阿普特拉八十斯塔迪亚,距离该处的海洋四十斯塔迪亚。
Ἀπτέρας δʼ ἐπίνειόν ἐστι Κίσαμος·
阿普特拉的港口是克萨莫斯。
πρὸς ἑσπέραν δʼ ὅμοροι τοῖς Κυδωνιάταις Πολυρρήνιοι, παρʼ οἷς ἐστι τὸ τῆς Δικτύννης ἱερόν· ἀπέχουσι δὲ τῆς θαλάττης ὡς τριάκοντα σταδίους, Φαλασάρνης δὲ ἑξήκοντα.
在西方,波吕里尼亚人与库多尼亚人接壤,在他们的领土上有迪克廷娜的神庙;他们距离海洋大约三十斯塔迪亚,距离法拉萨尔纳六十斯塔迪亚。
κωμηδὸν δʼ ᾤκουν πρότερον· εἶτʼ Ἀχαιοὶ καὶ Λάκωνες συνῴκησαν τειχίσαντες ἐρυμνὸν χωρίον βλέπον πρὸς μεσημβρίαν.
他们以前按村落居住,后来阿开亚人和拉科尼亚人联合起来,筑墙包围了一处面向南方的险要之地共同居住。
§10.4.14τῶν δʼ ὑπὸ Μίνω συνῳκισμένων τριῶν τὴν λοιπὴν (Φαιστὸς δʼ ἦν αὕτη) κατέσκαψαν Γορτύνιοι, τῆς μὲν Γόρτυνος διέχουσαν ἑξήκοντα, τῆς δὲ θαλάττης εἴκοσι, τοῦ δὲ Ματάλου τοῦ ἐπινείου τετταράκοντα· τὴν δὲ χώραν ἔχουσιν οἱ κατασκάψαντες.
在米诺斯联合建立的三个城市中,剩下的一座(即法伊斯托斯)被戈尔廷人彻底摧毁,它距离戈尔廷六十斯塔迪亚,距离海洋二十斯塔迪亚,距离其港口马塔隆四十斯塔迪亚;而摧毁它的人占有了其土地。
Γορτυνίων δʼ ἐστὶ καὶ τὸ Ῥύτιον σὺν τῇ Φαιστῷ
"
Φαιστόν τε Ῥύτιόν τε. "
ἐκ δὲ τῆς Φαιστοῦ τὸν τοὺς καθαρμοὺς ποιήσαντα διὰ τῶν ἐπῶν Ἐπιμενίδην φασὶν εἶναι.
吕提翁也与法伊斯托斯一同属于戈尔廷人: “法伊斯托斯与吕提翁” 从法伊斯托斯走出了埃皮梅尼德斯,据说他曾通过叙事诗进行净化仪式。
καὶ ὁ Λισσὴν δὲ τῆς Φαιστίας.
利森也属于法伊斯托斯领土。
Λύττου δέ, ἧς ἐμνήσθημεν καὶ πρότερον, ἐπίνειόν ἐστιν ἡ λεγομένη Χερρόνησος, ἐν ᾗ τὸ τῆς Βριτομάρτεως ἱερόν·
至于我们先前提到过得吕托斯,其港口是所谓的赫罗内索斯,那里有布里托马尔蒂斯的神庙。
αἱ δὲ συγκαταλεχθεῖσαι πόλεις οὐκέτʼ εἰσὶ Μίλητός τε καὶ Λύκαστος, τὴν δὲ χώραν τὴν μὲν ἐνείμαντο Λύττιοι τὴν δὲ Κνώσσιοι κατασκάψαντες τὴν πόλιν.
而曾与它们一同被列入史诗的城市米利托斯和吕卡斯托斯已不复存在,吕托斯人分得了其中一个城市的土地,克诺索斯人在摧毁城市后分得了另一个城市的土地。