Humanitext Reader

斯特拉波 · 地理学 §10.4.1-10.4.5

克里特岛的地理位置海域及尺寸推算

第 332 段,共 577 段 · 希腊语

内容简介

斯特拉波开始对克里特岛进行地理学描述,详细阐述其物理位置、周围海域、两端岬角,并对比了不同学者对其面积与周长的估算。

§10.4.1ἐπεὶ δὲ πρῶτον περὶ τῶν τῆς Πελοποννήσου νήσων τῶν τε ἄλλων διῆλθον καὶ τῶν ἐν τῷ Κορινθιακῷ κόλπῳ καὶ τῶν πρὸ αὐτοῦ, περὶ τῆς Κρήτης ἐφεξῆς ῥητέον (καὶ γὰρ αὕτη τῆς Πελοποννήσου ἐστί) καὶ εἴ τις περὶ τὴν Κρήτην· ἐν δὲ ταύταις αἵ τε Κυκλάδες εἰσὶ καὶ αἱ Σποράδες, αἱ μὲν ἄξιαι μνήμης αἱ δʼ ἀσημότεραι.
由于我首先阐述了伯罗奔尼撒的岛屿,既包括其他岛屿,也包括科林斯湾内的岛屿以及其前方的岛屿,接下来便必须叙述克里特(因为此岛亦属于伯罗奔尼撒),以及克里特周围是否有任何岛屿;而在这些岛屿中,有基克拉泽斯群岛和斯波拉泽斯群岛,有些值得提及,有些则较不著名。
§10.4.2νυνὶ δὲ περὶ τῆς Κρήτης πρῶτον λέγωμεν.
现在让我们首先来谈谈克里特。
Εὔδοξος μὲν οὖν ἐν τῷ Αἰγαίῳ φησὶν αὐτὴν ἱδρῦσθαι· δεῖ δὲ μὴ οὕτως, ἀλλὰ κεῖσθαι μὲν μεταξὺ τῆς Κυρηναίας καὶ τῆς Ἑλλάδος τῆς ἀπὸ Σουνίου μέχρι τῆς Λακωνικῆς, ἐπὶ μῆκος ταύταις ταῖς χώραις παράλληλον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· κλύζεσθαι δὲ ἀπὸ μὲν τῶν ἄρκτων τῷ Αἰγαίῳ πελάγει καὶ τῷ Κρητικῷ, ἀπὸ δὲ τοῦ νότου τῷ Λιβυκῷ τῷ συνάπτοντι πρὸς τὸ Αἰγύπτιον πέλαγος.
欧多克索斯虽说它位于爱琴海中;但不应如此认为,而应认为它位于昔兰尼加与从苏尼翁直到拉科尼凯的希腊之间,其长度在东西方向上与这些地区平行;并且北面受爱琴海和克里特海的冲刷,南面则受与埃及海相接的利比亚海的冲刷。
τῶν δὲ ἄκρων τὸ μὲν ἑσπέριόν ἐστι τὸ περὶ Φαλάσαρνα, πλάτος ἔχον διακοσίων που σταδίων καὶ εἰς δύο ἀκρωτήρια μεριζόμενον (ὧν τὸ μὲν νότιον καλεῖται Κριοῦ μέτωπον τὸ δʼ ἀρκτικὸν Κίμαρος), τὸ δʼ ἑῷον τὸ Σαμώνιόν ἐστιν ὑπερπῖπτον τοῦ Σουνίου οὐ πολὺ πρὸς ἕω.
在其两端中,西端是法拉萨尔纳周围,宽度约为二百斯塔迪翁,并分为两个岬角(其中南面的被称为克里乌美托蓬,北面的被称为奇马罗斯),而东端则是沙莫尼翁,向东突出,离苏尼翁不远。
§10.4.3μέγεθος δὲ Σωσικράτης μέν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται μήκει μὲν πλειόνων ἢ δισχιλίων σταδίων καὶ τριακοσίων, πλάτει δὲ ὑπὸ τὸ μέγεθος, ὥσθʼ ὁ κύκλος κατὰ τοῦτον γίνοιτʼ ἂν πλέον ἢ πεντακισχίλιοι στάδιοι· Ἀρτεμίδωρος δὲ τετρακισχιλίους καὶ ἑκατόν φησιν.
至于其面积,索西克拉特斯——阿波罗多洛斯说他在关于该岛的事务上十分精确——将其长度界定为二千三百多斯塔迪翁,而宽度相对于其长度而言较窄,因此根据他的说法,其周长将超过五千斯塔迪翁;但阿尔特米多鲁斯说是四千一百。
Ἱερώνυμος δὲ μῆκος δισχιλίων φήσας τὸ δὲ πλάτος ἀνώμαλον, πλειόνων ἂν εἴη λέγων τὸν κύκλον ἢ ὅσων Ἀρτεμίδωρος.
而希罗尼穆斯说其长度为二千,宽度不规则,若如此,他说其周长将多于阿尔特米多鲁斯所说的数字。
κατὰ δὲ τὸ τρίτον μέρος τοῦ μήκους. . τὸ δὲ ἔνθεν ἰσθμός ἐστιν ὡς ἑκατὸν σταδίων ἔχων κατοικίαν πρὸς μὲν τῇ βορείῳ θαλάττῃ Ἀμφίμαλλαν, πρὸς δὲ τῇ νοτίῳ Φοίνικα τὸν Λαμπέων· πλατυτάτη δὲ κατὰ τὸ μέσον ἐστί, πάλιν δʼ ἐντεῦθεν εἰς στενώτερον τοῦ προτέρου συμπίπτουσιν ἰσθμὸν αἱ ᾐόνες περὶ ἑξήκοντα σταδίων, τὸν ἀπὸ Μινῴας τῆς Λυττίων εἰς Ἱεράπυτναν καὶ τὸ Λιβυκὸν πέλαγος· ἐν κόλπῳ δʼ ἐστὶν ἡ πόλις.
在长度的三分之一处……从那里起是一个约一百斯塔迪翁的地峡,北海之畔有阿姆菲马拉这一居住地,南海之畔则有兰佩人的菲尼克斯;它在中间最宽,从那里起两岸再次收缩,形成一个比前者更窄的地峡,约为六十斯塔迪翁,即从吕托斯人的米诺亚延伸至希耶拉皮特纳及利比亚海;该城市位于海湾之中。
εἶτα πρόεισιν εἰς ὀξὺ ἀκρωτήριον τὸ Σαμώνιον ἐπὶ τὴν Αἴγυπτον νεῦον καὶ τὰς Ῥοδίων νήσους.
然后它向前延伸为尖锐的岬角,即沙莫尼翁,朝向埃及和罗得人的岛屿。
§10.4.4ἔστι δʼ ὀρεινὴ καὶ δασεῖα ἡ νῆσος, ἔχει δʼ αὐλῶνας εὐκάρπους.
该岛多山且林木茂密,并拥有肥沃的谷地。
τῶν δʼ ὀρῶν τὰ μὲν πρὸς δύσιν καλεῖται Λευκά, οὐ λειπόμενα τοῦ Ταϋγέτου κατὰ τὸ ὕψος, ἐπὶ τὸ μῆκος δʼ ἐκτεταμένα ὅσον τριακοσίων σταδίων καὶ ποιοῦντα ῥάχιν τελευτῶσάν πως ἐπὶ τὰ στενά.
在这些山脉中,西面的被称为莱乌卡山,高度不亚于泰格特斯山,长度延伸约三百斯塔迪翁,形成一条脊线,以某种方式终止于狭窄地带。
ἐν μέσῳ δʼ ἐστὶ κατὰ τὸ εὐρυχωρότατον τῆς νήσου τὸ Ἰδαῖον ὄρος ὑψηλότατον τῶν ἐκεῖ, περιφερὲς δʼ ἐν κύκλῳ σταδίων ἑξακοσίων· περιοικεῖται δʼ ὑπὸ τῶν ἀρίστων πόλεων.
在中间,该岛最宽阔的地方,有伊达山,是当地最高的山,周长为六百斯塔迪翁;其周围居住着最优秀的城市。
ἄλλα δʼ ἐστὶ πάρισα τοῖς Λευκοῖς, τὰ μὲν ἐπὶ νότον τὰ δʼ ἐπὶ τὴν ἕω λήγοντα.
还有其他与莱乌卡山几乎相等的山脉,有的终止于南方,有的终止于东方。
§10.4.5ἔστι δʼ ἀπὸ τῆς Κυρηναίας ἐπὶ τὸ Κριοῦ μέτωπον δυεῖν ἡμερῶν καὶ νυκτῶν πλοῦς, ἀπὸ δὲ Κιμάρου εἰσὶ στάδιοι ἑπτακόσιοι (μεταξὺ δὲ Κύθηρα), ἀπὸ δὲ τοῦ Σαμωνίου πρὸς Αἴγυπτον τεττάρων ἡμερῶν καὶ νυκτῶν πλοῦς, οἱ δὲ τριῶν φασι· σταδίων δʼ εἶναι τοῦτόν τινες πεντακισχιλίων εἰρήκασιν, οἱ δὲ ἔτι ἐλαττόνων.
从昔兰尼加到克里乌美托蓬是两日两夜的航程,从奇马罗斯起是七百斯塔迪翁(其间有基西拉岛),从沙莫尼翁到埃及是四日四夜的航程,但也有人说是三日;有些人说这段距离是五千斯塔迪翁,另一些人说还要更少。
Ἐρατοσθένης δʼ ἀπὸ μὲν τῆς Κυρηναίας μέχρι Κριοῦ μετώπου δισχιλίους φησίν, ἔνθεν δʼ εἰς Πελοπόννησον ἐλάττους
埃拉托斯特尼则说,从昔兰尼加到克里乌美托蓬是二千斯塔迪翁,从那里到伯罗奔尼撒则更少。

词汇与语法注释

  1. §10.4.1καὶ γὰρ αὕτη τῆς Πελοποννήσου ἐστί — 连词 γάρ 之前带有强调或添加性质的 καί,其组合 καὶ γάρ 意为“因为实际上……”。属格 τῆς Πελοποννήσου 表示地理所属关系(“属于伯罗奔尼撒”),表明在斯特拉波的地理划分和叙述框架中,克里特岛被归入广义的伯罗奔尼撒周边岛屿范畴。
  2. §10.4.2δεῖ δὲ μὴ οὕτως — 该句由无人称动词 δεῖ(必须)引导。在 μὴ οὕτως(不应如此)之后,省略了一个表示言说或思考的不定式(如 λέγειν 或 ὑπολαμβάνειν),以与后面由 ἀλλά(而是)引导的不定式 κεῖσθαι(位于)形成对比关系。
  3. §10.4.3κατὰ δὲ τὸ τρίτον μέρος τοῦ μήκους. . τὸ δὲ ἔνθεν — 该处在手抄本中存在内容脱落(lacuna)。后半部分 τὸ δὲ ἔνθεν(从那里起,或另一侧)中的中性单数代词/冠词 τὸ δέ,在句法上暗示其与前半部分已丢失的地理描述构成“一方面……,另一方面……”的对称对比关系。

引用这一段

斯特拉波, 地理学 §10.4.1-10.4.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.4.1-10.4.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。