§10.3.14καὶ Σειληνὸν καὶ Μαρσύαν καὶ Ὄλυμπον συνάγοντες εἰς ἓν καὶ εὑρετὰς αὐλῶν ἱστοροῦντες πάλιν καὶ οὕτως τὰ Διονυσιακὰ καὶ Φρύγια εἰς ἓν συμφέρουσι, τήν τε Ἴδην καὶ τὸν Ὄλυμπον συγκεχυμένως πολλάκις ὡς τὸ αὐτὸ ὄρος κτυποῦσιν.
此外,他们将西勒诺斯、马尔叙亚斯和奥林匹斯融为一体,并再次将他们记为长笛的发明者,从而以这种方式将狄奥尼索斯和弗里吉亚的仪式融为一体,并且他们常常混淆伊达山和奥林匹斯山,将其大声宣称为同一座山。
εἰσὶ μὲν οὖν λόφοι τέτταρες Ὄλυμποι καλούμενοι τῆς Ἴδης κατὰ τὴν Ἀντανδρίαν, ἔστι δὲ καὶ ὁ Μυσὸς Ὄλυμπος, ὅμορος μὲν οὐχ ὁ αὐτὸς δὲ τῇ Ἴδῃ.
事实上,在安坦德里亚附近,有四座属于伊达山且被称为奥林匹斯山的山丘,另外还有色萨利的迈西亚奥林匹斯山,它与伊达山相邻但并非同一座山。
ὁ δʼ οὖν Σοφοκλῆς ποιήσας τὸν Μενέλαον ἐκ τῆς Τροίας ἀπαίρειν σπεύδοντα ἐν τῇ Πολυξένῃ, τὸν δʼ Ἀγαμέμνονα μικρὸν ὑπολειφθῆναι βουλόμενον τοῦ ἐξιλάσασθαι τὴν Ἀθηνᾶν χάριν, εἰσάγει λέγοντα τὸν Μενέλαον
"
σὺ δʼ αὖθι μίμνων που κατʼ Ἰδαίαν χθόνα
ποίμνας Ὀλύμπου συναγαγὼν θυηπόλει. "
无论如何,索福克勒斯在《波吕克塞娜》中让墨涅拉俄斯急于从特洛伊启航,而阿伽门农则希望留下一会儿以便平息雅典娜的愤怒,他引入墨涅拉俄斯说道: “你且留在此处,在伊达之地的某处,召集奥林匹斯的畜群并献祭。
§10.3.15τῷ δʼ αὐλῷ καὶ κτύπῳ κροτάλων τε καὶ κυμβάλων καὶ τυμπάνων καὶ ταῖς ἐπιβοήσεσι καὶ εὐασμοῖς καὶ ποδοκρουστίαις οἰκεῖα ἐξεύροντο καί τινα τῶν ὀνομάτων, ἃ τοὺς προπόλους καὶ χορευτὰς καὶ θεραπευτὰς τῶν ἱερῶν ἐκάλουν, Καβείρους καὶ Κορύβαντας καὶ Πᾶνας καὶ Σατύρους καὶ Τιτύρους καὶ τὸν θεὸν Βάκχον καὶ τὴν Ῥέαν Κυβέλην καὶ Κυβήβην καὶ Δινδυμήνην κατὰ τοὺς τόπους αὐτούς.
” 他们通过长笛、响板、手钹和手鼓的喧嚣,以及呼喊声、狂欢的欢呼和顿足,发明了相称的词语,并根据各个地点发明了称呼这些神圣仪式的侍从、舞者和事奉者的名字,即卡贝里、科里班特斯、潘神们、萨提罗斯们、蒂蒂罗斯们、以及神明巴克科斯,还有瑞亚、库贝勒、库贝贝和丁迪梅内。
καὶ ὁ Σαβάζιος δὲ τῶν Φρυγιακῶν ἐστι καὶ τρόπον τινὰ τῆς μητρὸς τὸ παιδίον παραδοὺς τὰ τοῦ Διονύσου καὶ αὐτός.
萨巴兹乌斯也属于弗里吉亚的仪式,在某种意义上是“母亲”的孩子,他自己也传授了狄奥尼索斯的仪式。
§10.3.16τούτοις δʼ ἔοικε καὶ τὰ παρὰ τοῖς Θρᾳξὶ τά τε Κοτύττια καὶ τὰ Βενδίδεια, παρʼ οἷς καὶ τὰ Ὀρφικὰ τὴν καταρχὴν ἔσχε.
与此相似的还有色雷斯人中的科蒂蒂亚和本迪代亚仪式,在他们之中奥菲斯的仪式也得以发端。
τῆς μὲν οὖν Κότυος τῆς ἐν τοῖς Ἠδωνοῖς Αἰσχύλος μέμνηται καὶ τῶν περὶ αὐτὴν ὀργάνων.
埃斯库罗斯提到了在埃多尼人中受崇敬的科蒂斯以及围绕她的乐器。
εἰπὼν γάρ
"
σεμνὰ Κότυς ἐν τοῖς Ἠδωνοῖς
ὄρεια δʼ ὄργανʼ ἔχοντες,
"
τοὺς περὶ τὸν Διόνυσον εὐθέως ἐπιφέρει
"
ὁ μὲν ἐν χερσὶν
βόμβυκας ἔχων, τόρνου κάματον,
δακτυλόδικτον πίμπλησι μέλος,
μανίας ἐπαγωγὸν ὁμοκλάν· ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.
在说道: “在埃多尼人中受崇敬的科蒂斯,和拥有山野乐器的人们,” 他随即引入了狄奥尼索斯的追随者: “一个手里拿着由车床精心制作的低音长笛,奏出指引节拍的旋律,充满了诱发狂乱的呼喊;另一个则在青铜包边的杯状钹中击打出喧嚣。
"
καὶ πάλιν
"
ψαλμὸς δʼ ἀλαλάζει· ταυρόφθογγοι δʼ ὑπομυκῶνται
ποθὲν ἐξ ἀφανοῦς φοβεροὶ μῖμοι,
τυπάνου δʼ εἰκὼν ὥσθʼ ὑπογαίου
βροντῆς φέρεται βαρυταρβής.
” 又说: “琴弦的弹奏发出欢呼;类似公牛叫声的、可怕的拟声器从某个看不见的地方在下方吼叫,手鼓的余音像地下雷鸣般传来,极其令人恐惧。
"
ταῦτα γὰρ ἔοικε τοῖς Φρυγίοις· καὶ οὐκ ἀπεικός γε, ὥσπερ αὐτοὶ οἱ Φρύγες Θρᾳκῶν ἄποικοί εἰσιν, οὕτω καὶ τὰ ἱερὰ ἐκεῖθεν μετενηνέχθαι.
” 因为这些东西与弗里吉亚的相似;而且这并不反常,正如弗里吉亚人本身是色雷斯人的殖民者一样,神圣的仪式也是从那里传过去的。
καὶ τὸν Διόνυσον δὲ καὶ τὸν Ἠδωνὸν Λυκοῦργον συνάγοντες εἰς ἓν τὴν ὁμοιοτροπίαν τῶν ἱερῶν αἰνίττονται.
他们通过将狄奥尼索斯和埃多尼人的国王吕库尔戈斯联系在一起,暗示了这些仪式的相似性。
§10.3.17ἀπὸ δὲ τοῦ μέλους καὶ τοῦ ῥυθμοῦ καὶ τῶν ὀργάνων καὶ ἡ μουσικὴ πᾶσα Θρᾳκία καὶ Ἀσιᾶτις νενόμισται.
从旋律、节奏和乐器来看,所有的音乐都被认为是色雷斯和亚洲式的。
δῆλον δʼ ἔκ τε τῶν τόπων ἐν οἷς αἱ Μοῦσαι τετίμηνται· Πιερία γὰρ καὶ Ὄλυμπος καὶ Πίμπλα καὶ Λείβηθρον τὸ παλαιὸν ἦν Θρᾴκια χωρία καὶ ὄρη, νῦν δὲ ἔχουσι Μακεδόνες· τόν τε Ἑλικῶνα καθιέρωσαν ταῖς Μούσαις Θρᾷκες οἱ τὴν Βοιωτίαν ἐποικήσαντες, οἵπερ καὶ τὸ τῶν Λειβηθριάδων νυμφῶν ἄντρον καθιέρωσαν.
这从崇敬缪斯女神的地点也显而易见:因为皮埃里亚、奥林匹斯、平普拉和莱贝特隆在古代都是色雷斯人的地方和山脉,现在由马其顿人占领;而定居在波奥蒂亚的色雷斯人将赫利孔山献给了缪斯女神,他们也同样献祭了莱贝特里亚德斯仙女的洞穴。
οἵ τʼ ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς Θρᾷκες λέγονται, Ὀρφεύς τε καὶ Μουσαῖος καὶ Θάμυρις, καὶ τῷ Εὐμόλπῳ δὲ τοὔνομα ἐνθένδε, καὶ οἱ τῷ Διονύσῳ τὴν Ἀσίαν ὅλην καθιερώσαντες μέχρι τῆς Ἰνδικῆς ἐκεῖθεν καὶ τὴν πολλὴν μουσικὴν μεταφέρουσι· καὶ ὁ μέν τίς φησιν
κιθάραν Ἀσιᾶτιν ῥάσσων,
ὁ δὲ τοὺς αὐλοὺς Βερεκυντίους καλεῖ καὶ Φρυγίους· καὶ τῶν ὀργάνων ἔνια βαρβάρως ὠνόμασται νάβλας καὶ σαμβύκη καὶ βάρβιτος καὶ μαγάδις καὶ ἄλλα πλείω.
那些致力于古代音乐的人据说也是色雷斯人,如奥菲斯、缪塞奥斯和塔米里斯,埃乌莫尔波斯的名字也源于此;那些将直至印度的整个亚洲都献给狄奥尼索斯的人也从那里传播了大部分音乐;其中一位诗人说: “拨弄亚洲的基萨拉琴,” 而另一位则将长笛称为贝雷昆特斯长笛和弗里吉亚长笛;有些乐器的名字甚至是用蛮族语言命名的,如纳布拉斯、桑比克、巴比托、马加迪斯以及其他更多乐器。