Humanitext Reader

斯特拉波 · 地理学 §10.2.21-10.2.23

阿卡纳尼亚与埃托利亚的地势及衰败现状

第 322 段,共 577 段 · 希腊语

内容简介

本文详细描述了阿卡纳尼亚与埃托利亚的城市、湖泊、河流及山脉等地理分布,并指出两地因连年战争而衰落的现状,进而引入有关其古老起源与文学记载争议的讨论。

§10.2.21μεταξὺ δὲ Λευκάδος καὶ τοῦ Ἀμβρακικοῦ κόλπου λιμνοθάλαττά ἐστι Μυρτούντιον λεγομένη.
在莱夫卡斯和安布拉基亚湾之间有一个被称为米尔通蒂翁的潟湖。
ἀπὸ δὲ Λευκάδος ἑξῆς Πάλαιρος καὶ Ἀλυζία τῆς Ἀκαρνανίας εἰσὶ πόλεις, ὧν ἡ Ἀλυζία πεντεκαίδεκα ἀπὸ θαλάττης διέχει σταδίους, καθʼ ἥν ἐστι λιμὴν Ἡρακλέους ἱερὸς καὶ τέμενος, ἐξ οὗ τοὺς Ἡρακλέους ἄθλους, ἔργα Λυσίππου, μετήνεγκεν εἰς Ῥώμην τῶν ἡγεμόνων τις, παρὰ τόπον κειμένους διὰ τὴν ἐρημίαν.
紧接莱夫卡斯之后的是帕莱罗斯和阿吕济亚,它们是阿卡纳尼亚的城市,其中阿吕济亚距离海边十五斯塔迪翁;在其对面有神圣的赫拉克勒斯港口及圣域,由于该地荒凉,赫拉克勒斯的功业雕像(留西波斯的作品)处于不合适的位置,因而某位罗马领袖将其迁往罗马。
εἶτα ἄκρα Κριθώτη καὶ Ἐχινάδες καὶ πόλις Ἀστακός, ὁμώνυμος τῇ περὶ Νικομήδειαν καὶ τὸν Ἀστακηνὸν κόλπον (καὶ ἡ Κριθώτη δʼ ὁμώνυμος πολίχνη τῶν ἐν τῇ Θρᾳκίᾳ Χερρονήσῳ)· πάντα δʼ εὐλίμενα τὰ μεταξύ· εἶτʼ Οἰνιάδαι καὶ ὁ Ἀχελῶος· εἶτα λίμνη τῶν Οἰνιαδῶν Μελίτη καλουμένη, μῆκος μὲν ἔχουσα τριάκοντα σταδίων πλάτος δὲ εἴκοσι, καὶ ἄλλη Κυνία διπλασία ταύτης καὶ μῆκος καὶ πλάτος, τρίτη δʼ Οὐρία πολλῷ τούτων μικροτέρα· ἡ μὲν οὖν Κυνία καὶ ἐκδίδωσιν εἰς τὴν θάλατταν, αἱ λοιπαὶ δʼ ὑπέρκεινται ὅσον ἡμιστάδιον· εἶθʼ ὁ Εὔηνος, εἰς ὃν ἀπὸ τοῦ Ἀκτίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· μετὰ δὲ τὸν Εὔηνον τὸ ὄρος ἡ Χαλκίς, ἣν Χαλκίαν εἴρηκεν Ἀρτεμίδωρος· εἶθʼ ἡ Πλευρών, εἶθʼ ἡ Ἁλίκυρνα κώμη, ἧς ὑπέρκειται Καλυδὼν ἐν τῇ μεσογαίᾳ σταδίοις τριάκοντα· περὶ δὲ τὴν Καλυδῶνά ἐστι τὸ τοῦ Λαφρίου Ἀπόλλωνος ἱερόν· εἶθʼ ὁ Ταφιασσὸς τὸ ὄρος, εἶτα Μακυνία πόλις, εἶτα Μολύκρεια καὶ πλησίον τὸ Ἀντίρριον τὸ τῆς Αἰτωλίας ὅριον καὶ τῆς Λοκρίδος, εἰς ὃ ἀπὸ τοῦ Εὐήνου στάδιοι περὶ ἑκατὸν εἴκοσιν.
然后是克里托特岬角、埃奇纳德斯群岛和阿斯塔科斯市,它与尼科美底亚附近及阿斯塔科斯湾的同名城市同名(而克里托特也与色雷斯色索尼苏斯的小镇同名);介于其间的所有地方都拥有良好的港口;然后是奥伊尼亚代和阿克洛奥斯河;然后是奥伊尼亚代的一个被称为梅里特的湖,长三十斯塔迪翁,宽二十斯塔迪翁;还有另一个名为基尼亚的湖,其长度和宽度都是这个的两倍;第三个是乌里亚,比这些小得多;基尼亚湖确实流入海中,而其余的则高出海面约半个斯塔迪翁;然后是埃韦诺斯河,从阿克提乌姆到那里有六百七十斯塔迪翁;在埃韦诺斯河之后是哈尔基斯山,阿尔特米多鲁斯称之为哈尔基亚;然后是普莱夫龙,然后是阿利屈尔纳村,在其内陆三十斯塔迪翁处坐落着卡吕冬;在卡吕冬附近有拉普里亚的阿波罗神庙;然后是塔菲亚索斯山,然后是马克尼亚市,然后是莫吕克雷亚;在其附近是安提里翁,它是埃托利亚和洛克里斯的边界,从埃韦诺斯河到那里大约有一百外二十斯塔迪翁。
Ἀρτεμίδωρος μὲν οὕτω περὶ τῆς εἴτε Χαλκίδος εἴτε Χαλκίας τοῦ ὄρους, μεταξὺ τοῦ Ἀχελώου καὶ τῆς Πλευρῶνος ἱδρύων αὐτήν, Ἀπολλόδωρος δέ, ὡς πρότερον εἶπον, ὑπὲρ τῆς Μολυκρείας καὶ τὴν Χαλκίδα καὶ τὸν Ταφιασσόν· καὶ τὴν δὲ Καλυδῶνα μεταξὺ ἱδρῦσθαί φησι τῆς τε Πλευρῶνος καὶ τῆς Χαλκίδος· εἰ μὴ ἄρα ἕτερον θετέον τὸ πρὸς Πλευρῶνι ὄρος Χαλκίαν καλούμενον, ἕτερον δὲ τὴν Χαλκίδα τὴν πρὸς Μολυκρείᾳ.
阿尔特米多鲁斯就是这样描述哈尔基斯或哈尔基亚山的,将其置于阿克洛奥斯河和普莱夫龙之间;但阿波罗多洛斯正如我之前所说,将哈尔基斯和塔菲亚索斯都置于莫吕克雷亚上方;并且他说卡吕冬也位于普莱夫龙和哈尔基斯之间;除非人们必须假设,普莱夫龙附近被称为哈尔基亚的山是一座,而莫吕克雷亚附近的哈尔基斯山是另一座。
ἔστι δέ τις καὶ πρὸς τῇ Καλυδῶνι λίμνη μεγάλη καὶ εὔοψος, ἣν ἔχουσιν οἱ ἐν Πάτραις Ῥωμαῖοι.
在卡吕冬附近还有一个鱼产丰富的巨大湖泊,由居住在帕特雷的罗马人占有。
§10.2.22τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλόδωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηται " οὐδʼ Ἐρυσιχαῖος, οὐδὲ ποιμήν, ἀλλὰ Σαρδίων ἀπʼ ἀκρᾶν.
至于内陆,阿波罗多洛斯说在阿卡纳尼亚一侧,某些人被称为埃吕西哈伊奥伊人,阿尔克曼曾提到过他们:“既不是埃吕西哈伊奥伊人,也不是牧羊人,而是来自萨迪斯的高处。
" κατὰ δὲ τὴν Αἰτωλίαν ἦν Ὤλενος, ἧς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ μέμνηται Ὅμηρος, ἴχνη δʼ αὐτῆς λείπεται μόνον ἐγγὺς τῆς Πλευρῶνος ὑπὸ τῷ Ἀρακύνθῳ· ἦν δὲ καὶ Λυσιμάχεια πλησίον, ἠφανισμένη καὶ αὐτή, κειμένη πρὸς τῇ λίμνῃ τῇ νῦν μὲν Λυσιμαχείᾳ πρότερον δʼ Ὕδρᾳ, μεταξὺ Πλευρῶνος καὶ Ἀρσινόης πόλεως, ἣ κώμη μὲν ἦν πρότερον καλουμένη Κωνώπα, κτίσμα δʼ ὑπῆρξεν Ἀρσινόης τῆς Πτολεμαίου τοῦ δευτέρου γυναικὸς ἅμα καὶ ἀδελφῆς, εὐφυῶς ἐπικειμένη πως τῇ τοῦ Ἀχελώου διαβάσει· παραπλήσιον δέ τι καὶ ἡ Πυλήνη τῷ Ὠλένῳ πέπονθεν.
”而在埃托利亚一侧曾有奥勒诺斯,荷马在埃托利亚名录中提到过它,但现在它的遗迹仅留在阿拉昆索斯山下、普莱夫龙附近;在其附近也曾有吕西马基亚,它也同样消失了,坐落在现在被称为吕西马基亚、以前被称为许德拉的湖泊附近,介于普莱夫龙和阿尔西诺伊市之间;后者以前是一个名为科诺帕的村庄,但后来由托勒密二世的妻子兼姐姐阿尔西诺伊所创建,并在某种程度上极为便利地坐落在阿克洛奥斯河的渡口上;而皮勒涅也遭受了与奥勒诺斯大致相似的命运。
ὅταν δὲ φῇ τὴν Καλυδῶνα αἰπεῖάν τε καὶ πετρήεσσαν, ἀπὸ τῆς χώρας δεκτέον· εἴρηται γὰρ ὅτι τὴν χώραν δίχα διελόντες τὴν μὲν ὀρεινὴν καὶ ἐπίκτητον τῇ Καλυδῶνι προσένειμαν, τὴν πεδιάδα δὲ τῇ Πλευρῶνι.
当诗人称卡吕冬为“险峻且多石”时,这必须从其领地上来理解;因为据说他们将土地一分为二,将多山且新获得的土地分配给卡吕冬,而将平原分配给普莱夫龙。
§10.2.23νυνὶ μὲν οὖν ἐκπεπόνηται καὶ ἀπηγόρευκεν ὑπὸ τῶν συνεχῶν πολέμων ἥ τʼ Ἀκαρνανία καὶ Αἰτωλοί, καθάπερ καὶ πολλὰ τῶν ἄλλων ἐθνῶν· πλεῖστον μέντοι χρόνον συνέμειναν Αἰτωλοὶ μετὰ τῶν Ἀκαρνάνων πρός τε τοὺς Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, ὕστατα δὲ καὶ πρὸς Ῥωμαίους περὶ τῆς αὐτονομίας ἀγωνιζόμενοι.
如今,阿卡纳尼亚和埃托利亚人,就像许多其他民族一样,已经因接连不断的战争而精疲力竭、衰落不堪;然而,埃托利亚人与阿卡纳尼亚人一起,为了自身的自治,同马其顿人以及其他希腊人,并在最后也同罗马人,坚持抗争了极长的时间。
ἐπεὶ δὲ καὶ Ὅμηρος αὐτῶν ἐπὶ πολὺ μέμνηται καὶ οἱ ἄλλοι ποιηταί τε καὶ συγγραφεῖς, τὰ μὲν εὐσήμως τε καὶ ὁμολογουμένως, τὰ δʼ ἧττον γνωρίμως (καθάπερ τοῦτο καὶ ἐν τοῖς ἤδη λεχθεῖσι περὶ αὐτῶν ἀποδέδεικται), προσληπτέον καὶ τῶν παλαιοτέρων τινὰ τῶν ἀρχῆς ἐχόντων τάξιν ἢ διαπορουμένων.
此外,由于荷马以及其他诗人和历史学家对他们进行了详尽的提及,有些地方清晰且达成共识,有些地方则不那么为人所熟知(正如此前关于他们所说的话中已经表明的那样),我们必须进一步补充一些更古老的事情,即那些具有起源性质或存在争议的事情。

词汇与语法注释

  1. 10.2.21παρὰ τόπον κειμένους — 分词 κειμένους 在性、数、格上与宾格复数阳性名词词组 τοὺς Ἡρακλέους ἄθλους 一致。介词短语 παρὰ τόπον 意为“在不合适的地方”,说明留西波斯所作的赫拉克勒斯功业雕像因该地荒凉(διὰ τὴν ἐρημίαν)而处于与其价值不相称的荒废状态。
  2. 10.2.21εἰ μὴ ἄρα ἕτερον θετέον — 连词 εἰ μή 结合语气词 ἄρα(意为“除非确实”或“否则也许”)引入了一个替代假设,用以解决前述的地理分歧。动形容词 θετέον 则是无人称用法,用于表述必要性(“必须假设”或“必须认为”)。
  3. 10.2.22ἀπὸ τῆς χώρας δεκτέον — 无人称动形容词 δεκτέον(意为“必须理解”或“必须接受”)与介词短语 ἀπὸ τῆς χώρας(意为“基于其领土”)连用,指示了解释的依据。这说明诗人所用的“险峻且多石”这一形容,应当被理解为针对卡吕冬所属的整个领土,而非城市本身。
  4. 10.2.23προσληπτέον καὶ τῶν παλαιοτέρων τινὰ — 无人称动形容词 προσληπτέον 表示必要性(“必须进一步补充”),并支配带有部分属格的短语 τινὰ τῶν παλαιοτέρων(意为“一些更古老的事情”),以此将论述从地理学描述过渡到对历史与神话起源的探讨。

引用这一段

斯特拉波, 地理学 §10.2.21-10.2.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.21-10.2.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。