Humanitext Reader

斯特拉波 · 地理学 §1.2.16-1.2.17

剑鱼捕猎的描写与荷马的诗作技艺

第 17 段,共 577 段 · 希腊语

内容简介

波里比阿通过对西西里剑鱼捕猎的详细描述,论证了荷马地理学描述的准确性,并探讨了诗歌中历史、布局和神话的作用,以及奥德修斯航线的合理性。

§1.2.16ταῦτα δʼ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, ἣ συνίσταται περὶ τὸ Σκύλλαιον· σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο καθʼ ἕκαστον σκαφίδιον·
在说了这些之后,他详细描述了在斯库莱翁周围进行的剑鱼捕猎;因为高处设有一处共同的瞭望哨,而人们则分乘许多双桨小舟停泊在下方,每只小舟上有两个人。
καὶ ὁ μὲν ἐλαύνει, ὁ δʼ ἐπὶ τῆς πρώρας ἕστηκε δόρυ ἔχων, σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου·
其中一人划桨,另一人手持长枪站在船头,当瞭望员示意剑鱼浮现时便采取行动。
φέρεται δὲ τὸ τρίτον μέρος ἔξαλον τὸ ζῷον.
而该动物在游动时,身体的三分之一露出水面。
συνάψαντος δὲ τοῦ σκάφους, ὁ μὲν ἔπληξεν ἐκ χειρός, εἶτʼ ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· ἀγκιστρώδης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῷ δόρατι ἐπίτηδες, καλώδιον δʼ ἔχει μακρὸν ἐξημμένον·
当小舟靠近时,那人便亲手将其刺中,然后将枪柄从鱼体中拔出,留下枪尖;因为枪尖带有倒钩,且故意松松地固定在枪柄上,并系有一根长细绳。
τοῦτʼ ἐπιχαλῶσι τῷ τρωθέντι τέως ἕως ἂν κάμῃ σφαδάζον καὶ ὑποφεῦγον· τότε δʼ ἕλκουσιν ἐπὶ τὴν γῆν, ἢ εἰς τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν μὴ μέγα ᾖ τελέως τὸ σῶμα.
他们让这根细绳随着受伤而挣扎逃避的猎物暂时放松,直到它疲惫不堪;那时,他们便将其拖上岸,或者如果它的身体不是特别巨大,就把它抬上小舟。
κἂν ἐκπέσῃ δὲ εἰς τὴν θάλατταν τὸ δόρυ, οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς καὶ ἐλάτης, ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι τὸ λοιπὸν καὶ εὐανάληπτον.
即使枪柄落入海中,也并未丢失;因为它是用橡木和松木接合制成的,因此即使橡木部分因重量而下沉,其余部分仍能漂浮在水面上,便于收回。
συμβαίνειν δέ ποτε καὶ τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπηλάτην διὰ τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ τὴν ἀκμὴν τοῦ ζῴου συαγρώδη εἶναι καὶ τὴν θήραν.
据称,有时甚至会因为剑鱼之剑的巨大,以及该动物的凶猛和对它的捕猎如同猎野猪一般,从而发生桨手穿过小舟受伤的事情。
ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν, φησί, περὶ Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον, ὅτι τῇ Σκύλλῃ προσῆψε τὴν τοιαύτην θήραν ἣ μάλιστʼ ἐπιχώριός ἐστι τῷ Σκυλλαίῳ, καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγομένων ὁμοίων τοῖς τοῦ πορθμοῦ πάθεσι.
因此,他说,从这些情况中人们可以推测,根据荷马的记载,奥德修斯的漂泊发生在西西里周围,因为他将这种尤其属于斯库莱翁当地特有的捕猎与斯库拉联系在一起,并且关于卡律布迪斯的描述也与该海峡的现象相似。
τὸ δέ τρὶς μὲν γάρ τʼ ἀνίησιν ἀντὶ τοῦ δίς, γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν.
至于“一日三次喷出”中用“三次”代替“两次”,他说这是抄写错误或历史事实的错误。
§1.2.17καὶ τὰ ἐν τῇ Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρημένοις συμφωνεῖν.
他还说,在梅宁克斯发生的事实也与关于食莲者的说法相符。
εἰ δέ τινα μὴ συμφωνεῖ, μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου.
如果有什么不相符的地方,应当归咎于变迁、无知,或者是诗歌的特权,这种特权是由历史、布局和神话构成的。
τῆς μὲν οὖν ἱστορίας ἀλήθειαν εἶναι τέλος, ὡς ἐν νεῶν καταλόγῳ τὰ ἑκάστοις τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ, τὴν μὲν πετρήεσσαν τὴν δὲ ἐσχατόωσαν πόλιν, ἄλλην δὲ πολυτρήρωνα, τὴν δʼ ἀγχίαλον· τῆς δὲ διαθέσεως ἐνέργειαν εἶναι τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν.
历史的目的在于真实,就像诗人在“船只目录”中讲述每个地方的实际情况时,称一个城市为“多石的”,另一个为“极边的”,另一个为“多鸽的”,另一个为“临海的”;但布局的目的在于生动活泼,就像他引入人们战斗时那样;而神话的目的在于娱乐和惊叹。
τὸ δὲ πάντα πλάττειν οὐ πιθανόν, οὐδʼ Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα πάντας νομίζειν, οὐχ ὡς Ἐρατοσθένης φησί, κελεύων μὴ κρίνειν πρὸς τὴν διάνοιαν τὰ ποιήματα, μηδʼ ἱστορίαν ἀπʼ αὐτῶν ζητεῖν.
但是,虚构一切是不可能的,也不符合荷马的风格;因为大家公认他的诗歌是一部哲学著作,而不像埃拉托斯特尼所说的那样,要求人们不要根据其思想来评价诗歌,也不要从中寻找历史。
πιθανώτερόν τε τό ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν ἐν βραχεῖ διαστήματι δέχεσθαι (οἱ γὰρ ὀλοοὶ οὐκ εὐθύδρομοι) ἢ ἐξωκεανίζειν, ὡς ἂν οὐρίων πνεόντων συνεχῶς.
而且,将“自彼处起九日之间,我被毁灭性的狂风卷走”这一诗句理解在较短的距离内(因为毁灭性的风不走直线),要比假定顺风持续吹拂从而将他推入大洋更具说服力。
συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ στήλας σταδίων δισμυρίων καὶ δισχιλίων πεντακοσίων, εἰ, φησί, τοῦτο θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι ἰσοταχῶς, ἑκάστης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι σταδίων δισχιλίων πεντακοσίων.
在将从马利亚岬到赫拉克勒斯之柱的距离算定为二万二千五百斯塔迪亚之后,他说,如果我们假定在这九天里以相同的速度走完这段距离,每天的航行就是二万五百斯塔迪亚。
τίς οὖν ἱστόρηκεν ἐκ Λυκίας ἢ Ῥόδου δευτεραῖόν τινα ἀφιγμένον εἰς Ἀλεξάνδρειαν, ὄντος τοῦ διαστήματος σταδίων τετρακισχιλίων;
那么,在距离为四千斯塔迪亚的情况下,谁曾记载过有人在第二天就从吕基亚或罗得岛抵达亚历山大里亚呢?
πρὸς δὲ τοὺς ἐπιζητοῦντας πῶς τρὶς εἰς Σικελίαν ἐλθὼν οὐδʼ ἅπαξ διὰ τοῦ πορθμοῦ πέπλευκεν Ὀδυσσεύς, ἀπολογεῖται διότι καὶ οἱ ὕστερον ἔφευγον ἅπαντες τὸν πλοῦν τοῦτον.
对于那些探究奥德修斯如何三次来到西西里却从未通过海峡航行过一次的人,他辩护说,后来的所有人也都避免走这条航线。

词汇与语法注释

  1. 1.2.16ὑφορμοῦσιν — 现在分词的复数与格。在语法上依附于支配与格的形容词 κοινός(“对……是共同的”),指在下方停泊等待的渔夫或船只。
  2. 1.2.17ἐξωκεανίζειν — 意为“将(他)推入大洋外”的现在不定动词。它置于比较连词 ἤ(“比”)之后,与前一个不定动词 δέχεσθαι 并列,两者都取决于比较级 πιθανώτερον。
  3. 1.2.17δευτεραῖόν — 宾格形容词,但根据希腊语中表示时间流逝的谓语性习惯,它在语义上起副词作用,意为“在第二天”或“两天之内”,修饰不定动词的主语 τινα。

引用这一段

斯特拉波, 地理学 §1.2.16-1.2.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.16-1.2.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。